τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ ἐπεστράφημεν οὐδʼ ὁπωστιοῦν, ἀλλʼ οὕτως ἔσχομεν ἐν τῷ παραυτίκα τῆς ἀκοῆς ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες, ἔπειτʼ αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ τηνικαῦτα παρέσχομεν· ἀφορήτῳ δʼ ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶ τότε μὲν Ἄρθμιον τὸν Ζελείτην καὶ προσέτι τὸν ἑρμηνεύσαντα τὰ γράμματα τὸν μὲν ἔξω πάσης ᾠήθημεν ἀποκτεῖναι συγγνώμης, Ἄρθμιον δʼ ἐψηφισάμεθα πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων, αὐτόν τε καὶ τὸ γένος ἀτίμους, ὅτι ὁ μὲν τῷ βασιλεῖ διακονῶν χρυσίον εἰς Πελοπόννησον ἤγαγεν, ὁ δʼ ἔχρησε τὴν γλῶτταν κατὰ τῶν Ἑλλήνων τῷ βασιλεῖ· τὸν δὲ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ τοὺς ἡμετέρους προγόνους εἰς αἰσχύνην διʼ ὧν νομοθετεῖ καθιστάντα Λεπτίνην τοῦτον δέον ὑπὲρ ἐκείνους κολάζειν, ἅθʼ ὑπὲρ ἐκείνους ζημιοῦντα τὴν πόλιν, ἡμεῖς δʼ αὐτοῦ παρρησιαζομένου καὶ λέγοντος ταῦτʼ ἀνεχόμεθα, καὶ ψήφου καὶ βουλῆς ἀξιοῦμεν, εἴτε τοῖς τούτου πείθεσθαι χρῆν εἴτε μή. χωρὶς δὲ τούτων τὰ μὲν ἄλλα τῶν ἀδικημάτων οὐκ ἐν ἅπαντι δή που τῷ χρόνῳ, ἀλλʼ ἐπὶ μέρους ἐπάγει τὴν βλάβην· ὃ δὲ νῦν οὗτος ἐπιχειρεῖ ποιεῖν, νομοθετῶν ἃ δεδώκαμεν ἀφαιρεῖσθαι, τούς τε νῦν ὄντας Ἀθηναίους τούς τε ἐσομένους πρό τε ὄντας, κατὰ τὸ ἔπος, μάλιστα διαβάλλει. οὔτε γὰρ ἡμεῖς ἑστῶσιν ὡς εἰπεῖν ἔθʼ ἕξομεν ὀφθαλμοῖς καθορᾶν, οὓς διὰ τῆς ὧν δεδώκαμεν ἀφαιρέσεως ἀτιμάσομεν, ἀλλὰ τῆς Ἅιδου κυνῆς ἡμῖν δεήσει, φανέντων· τούς τʼ ἐπιγιγνομένους ἡμῶν καταλελήψεται τοὔνειδος, καὶ ὡς ἀγνωμονούντων παῖδας ἐκτρέψονται καὶ μισήσουσι πάντες. οὐ μὴν ἀλλὰ καὶ ἡ τῶν προγόνων οὐ μόνον ὑπὲρ τῶν ἀδικούντων θαυμαστὴ καὶ ἄτοπος προθυμία τε καὶ σπουδὴ, ἀλλὰ καὶ ἡ πρὸς τοὺς ἠτυχηκότας καὶ καταπεφευγότας εἰς τὴν πόλιν φιλανθρωπία καὶ τὸ σώζεσθαι λόγος ἄλλως ἅπαντα ταῦτʼ οἶμαι δόξει, ὑπὸ τῆς ἡμετέρας ἀπιστηθέντα κακίας. τὸ γὰρ τοὺς εὖ πεποιηκότας ὧν ἀντευπεποιήκαμεν ἀποστερεῖν αὖθις ἐθέλειν ὥσπερ ἐκ μεταμελείας ἡμᾶς, ἄνευ τοῦ τῶν ἀδικωτάτων εἶναι, τεκμήριον ποιήσονται δή που πάντες ἢ τοῦ μηδὲν ὧν ἔφην τοὺς προγόνους εἰργάσθαι, ἢ τοῦ μηδὲν ἡμᾶς ἐκείνοις κατὰ γένος προσήκειν, διὰ τὸ τοὺς μὲν καὶ τῶν αὐτοὺς ἀδικησάντων ὥσπερ εὖ πεποιηκότων ὑπὸ μεγαλοψυχίας πολλάκις προστῆναι καὶ πᾶσαν ὑπὲρ τούτων εἰσενηνοχέναι σπουδὴν, ἡμᾶς δὲ καὶ ἃ τοῖς εὐεργέταις δικαίως ἀποδεδώκαμεν, ταῦτʼ αὐτοὺς ὡς δυσμενεστάτους ἀναφανέντας ὑπʼ ἀγνωμοσύνης ἀφῃρηκέναι. ὃ καὶ θαυμάζω εἰ μηδὲν μὲν αὐτοῖς ἐγκαλεῖν ἔχοντες οὕτως ἀτιμάζομεν, ὡς ἀφαιρεῖσθαι σφίσι τὰς δωρεὰς, κακοὺς δὲ εἰς ἡμᾶς ἀναφανέντας ἔπειθʼ ἕξομεν ὁτιοῦν πλέον εἰργάσθαι. ἄνευ δὲ τούτων εἰ, ὅταν τις διʼ ὧν ἑτέρῳ λυμαίνεται ἑαυτῷ παρασκευάζῃ τὰ βέλτιστα, αἰτίας οὐκ ἀπήλλακται δή που διὰ τὸ πεπονηρεῦσθαι, οὐδὲ ταύτῃ μᾶλλον ἐπαινετέος ἢ κατʼ ἐκεῖνο μεμπτέος· ἦ πού γε ὅταν τις καὶ ἑαυτὸν καὶ ἕτερον καταβλάπτῃ, μᾶλλον δʼ ἐν τῷ δοκεῖν βλάπτειν κἀκεῖνον, τοῖς ἑαυτῷ λυσιτελοῦσιν ἐπιεικῶς πολεμῇ, τίς οὐκ ἂν τῷ τοιούτῳ διʼ ἄμφω ταυτὶ