λυμαινομένων κατὰ τὸν σόν ἐστι λόγον αὕτη, Λεπτίνη, οὐκ ἂν ἐπὶ τοσοῦτον εἰσκωμάσαι τῇ πόλει ταύτην εἴασαν οἱ θεοὶ, ἀλλʼ ὥσπερ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει θεοῦ ἔπαυσαν μὲν τὴν πρὸς Εὔμολπον μάχην, ἔπαυσαν δὲ τὸν λοιμὸν, ἐνταῦθα μὲν τοῦ Λεῶ τῶν θυγατέρων ἐκστάντος, τοῦ δʼ Ἐρεχθέως ἐκεῖ τῆς παιδὸς, καὶ πάλιν αὖ ἐν τῷ πρὸς Δωριέας καὶ Πελοποννησίους πολέμῳ περιγενέσθαι τῇ πόλει παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν παρεσκεύασαν· οὕτω καὶ τὴν ἀτέλειαν, εἴπερ ἐπιβλαβῆ τῇ πόλει συνῄδεσαν, εὐθὺς ἂν τὸν αὐτὸν τρόπον ἦραν ἐκ μέσου. καὶ πάντες μὲν ὡς εἰπεῖν οἱ θεοὶ, ἐπεὶ πᾶσιν ἡμῶν μέλει καὶ πάντων ἡμῖν, πολλῷ δὲ πλέον ἡ τὴν πόλιν ἐξ ἀρχῆς λαχοῦσα Παλλὰς καὶ ὁ προσοικῶν Ἴακχος, ὃς τῆς εἰς ἡμᾶς εὐνοίας καὶ φιλανθρωπίας πλεῖστα μὲν καὶ κάλλιστα δείγματα ἐξήνεγκεν ἐν παντὶ τῷ παρασχόντι, μέγιστον δὲ καὶ ὃ πάντες ᾁδουσιν οἷς ἐν τῷ Μηδικῷ πολέμῳ τὰ κράτιστα συνήραθʼ ἡμῖν, καὶ αὐτὸς διʼ ἑαυτοῦ καὶ νέφος ταῖς τῶν βαρβάρων ναυσὶν ἐγκατασκῆψαι παρασκευάσας ἅμα τῷ μέλει τῷ μυστικῷ. ἀλλʼ, ὅπερ ἔφην, εἰ μὲν τὰ τῆς ἀτελείας ἡμῖν εἰς βλάβος ἀπήντα, λόγον ἂν εἶχεν ὑπὸ τῶν τὰ ἡμέτερα πάντα τρόπον εὖ ποιεῖν βουλομένων θεῶν καὶ ταύτην αὐτίκα πεπαῦσθαι· οἷς δʼ οὐ χθὲς καὶ πρώην, ἀλλʼ ἄνωθεν καὶ ἐξ ἀρχῆς οὖσαν τῇ πόλει οὐδενὸς ἠξίωσαν λόγου πρὸς τὸ ταύτην ἐκτρῖψαι, πᾶσαν δὲ μᾶλλον ποιοῦνται σπουδὴν, ταύτην ὅσαι ὧραι συνιστάναι τε καὶ συναύξειν, διʼ ὧν ἑκάστοτε πλείστους ἐπὶ τῷ ταύτης τυχεῖν εὖ ποιεῖν τὴν πόλιν προτρέπονται, ἄτοπον ἂν εἴη καὶ τοῖς θεοῖς ἀτεχνῶς πολεμοῦν ἁκεῖνοι καλῶς ἔχειν ἔγνωσαν, ταῦθʼ ἡμᾶς διαβάλλειν, ὥσπερ ἢ τῶν θεῶν ἀμείνους ἀξιοῦντας εἶναι πρὸς τὸ τὰ δέοντα ξυνορᾶν, ἢ ὡς τὰ χείρω τιμῶσιν ἐκεῖνοι δεικνύντας. τοσαύτης οὖν καὶ τηλικαύτης, ὦ ἄνδρες Ἀθηναῖοι, δόξης ἡμῖν ὑπαρχούσης, καὶ ταύτης οὐ μόνον, θεῶν βουλομένων, παραπλησίας εἰς ἅπαν, ἀλλὰ καὶ περιφανεστέρας πολλῷ καὶ μείζονος ἔθʼ ἡμῖν ἐσομένης, τοῦ εἰκότος ἀεὶ νικῶντος, ἔπειθʼ ἡμεῖς οὐ προτιμήσομεν ταύτης, ἀλλὰ τὰς Λεπτίνου λειτουργίας ἀσφαλεστέρας νομιοῦμεν καὶ καλλίους κεχρῆσθαι, ἃς διὰ τὸ μηδὲν εἶναι πρὸς λόγον λυσιτελοῦντος τῇ πόλει οὐδʼ εἱστισοῦν τὸ παράπαν ἄχρι τοῦ νῦν ἠξίωκε λόγου. καὶ πῶς οὐ τοὺς ἄνωθεν ἡμῖν συναγωνιστὰς τῶν τοιούτων παροξυνοῦμεν θεοὺς, εἴπερ οἱ μὲν ὅπως ἑκάστοθʼ ἡμῖν ἐπὶ μεῖζον τὰ τῆς δόξης χωροίη πάντα ποιοῦσιν, ἡμεῖς δὲ οὐ μόνον ὅπως τὴν ἐξ ἀρχῆς προσοῦσαν ἡμῖν αὐξήσαιμεν, ἀλλὰ καὶ ὅπως ἐξαλείψαιμεν ταύτην ἀξιώσομεν, καὶ μῖσος ἡμῖν αὐτοῖς ὅτι μάλιστα προστριψαίμεθα, τῆς πρόσθεν εὐνοίας ἀντίπαλον; πρὸς γὰρ τὰ τελευταῖα ταυτὶ τὰς ψήφους οἴσουσιν ἅπαντες, καὶ δόξομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ κενοῖς τισιν ἡμεῖς φιλοτιμεῖσθαι τοῖς πρόσθεν καὶ μύθοις μᾶλλον ἢ πράγμασιν, οἱ καινότητι καὶ τῷ μεγέθει τῶν ἔργων, οὐ μόνοις παρεικότες ἀπιστεῖσθαι τοῖς μύθοις. πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δʼ ἐπαγγελλομένου, ἐὰν μετʼ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα τὰ πάντων αἴσχιστʼ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδʼ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν ἢ τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι· καὶ ταῦτʼ οὔσης ἀνάγκης, ἐν ᾗ καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης ἃ μὴ δεῖ συμβουλεύων, ἢ Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν