<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="50"><p> χρῆσθαι ταῖς γνώμαις. μήποτε τοσοῦτον ἰσχύσειε Λεπτίνης ὡς τὰ τοιαῦθʼ ἡμᾶς ὑπειλῆφθαι παρασκευάσαι.</p><p rend="align(indent)">καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι μὲν ἀρετὴν, τοὺς δʼ ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θʼ ὁτιοῦν. εἰ μὲν οὖν τήν γʼ ἀρετὴν ὅλως ἐπαίνων ἔχεις ἀποστερεῖν, καὶ τοὺς ὑπὲρ ἡμῶν ἀποφανθέντας σπουδαίους ἀποστέρει τῶν ἄθλων, καὶ μηδʼ ἡτισοῦν ἔστω φειδώ. εἰ δὲ τῶν ἀτόπων ἐκεῖνο, πῶς λόγον τοῦτό γε σῶζον συνιδεῖν οὐκ ἔχω. οὐδὲ γὰρ οὔτʼ ἀρετὴ τοῦθʼ ὅπερ ἐστὶ, δόξει μὴ τῶν γιγνομένων ἀπολαύουσα κρότων οὔτε τὰ βέλτιστʼ εἴσεταί τις τῶν ἔργων ἀμοιβῶν ἀποροῦντα. εἰ τοίνυν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="52"><p> τὸ τὰ προσήκοντʼ ἀμφοτέροις ἀποδιδόναι πρὸς ἀγαθοῦ, τό γʼ αὐτὰ τούτων ἀποστερεῖν πρὸς βασκάνων. σὺ δʼ ἐκπεσεῖν μὲν τῶν ὄντων καὶ ὧν σοι πρόσεστιν ἐστερῆσθαι οὐκ ἂν ἀνάσχοιο, ἀλλά μοι δοκεῖς κἂν ὄναρ τοῦτʼ <pb xml:id="v.2.p.666"/> ἰδὼν τεταράχθαι· ἧς δὲ τοὺς εὐεργέτας ἡ πόλις ἠξίωσεν ἀτελείας, ταύτης τούτους ἀπάγων, φορητόν τι νομίζεις, δέον ἀπὸ σαυτοῦ καὶ τὰ τούτων εἰκάζειν, καὶ μὴ σφᾶς ἀξιοῦν ὧν αὐτὸς γενομένων οὐκ ἂν ἠγαπήκεις;</p><p rend="align(indent)">μᾶλλον δʼ ἀνάγκη δυοῖν θάτερον, ἢ καὶ τὴν πόλιν ἐστερῆσθαι τῆς παρʼ αὐτῶν ὠφελείας, ἐπειδὴ τούτους τῶν παρʼ αὐτῆς γερῶν οἴει δεῖν, ἢ μηδὲ τούτοις ὁπωστιοῦν ἐνοχλεῖν, ἐπεὶ μηδὲ ταύτῃ. εἰ δὲ ταύτην μὲν ἀξιοῖς ὧν παρʼ αὐτῶν εἴληφεν ἀπολαύειν εἰς ἅπαν, τούτους δὲ μὴ, ἔοικας οὐκ ὀρθῶς οὐδὲ δικαίως τοῖς πράγμασι διαντᾶν καὶ προσέτι τὴν πόλιν οὐχ ὅπως ὧν ἐχρῆν, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="54"><p> ἀλλὰ καὶ ὧν ἀπεύξαιτʼ ἄν τις ἀτεχνῶς ἀξιοῦν. θαυμάζεσθαι μὲν γὰρ αὐτὴν ὁσημέραι καὶ καλῶς ἀκούειν καὶ συναγωνιστὰς πάντας ἴσχειν τῆς δόξης ἐν εὐχαῖς οἶδʼ ὅτι ποιεῖ, εἴπερ μὴ κοινὸς εἶ τῆς πολιτείας ἐχθρός· πράττεις δʼ ἐξ ὧν ἂν εἰκότως μισοῖθʼ ὑφʼ ἁπάντων. οὐ γὰρ δή που τοὺς εὐεργέτας οὐδʼ ὧν τὰ μέγιστα ἀπωνάμεθα, οὐ τούτους μόνον ἐκπολεμώσομεν ἡμῖν αὐτοῖς, ἐάν σοι τὰ τοιαῦτα πεισθῶμεν, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ἁπλῶς, οὐ διὰ τὴν πρὸς ἐκείνους τοσοῦτον ἀγνωμοσύνην, ὅσον τὸ πρὸς ἀπάτην ἡμᾶς τοῖς πράγμασι χρῆσθαι καὶ κατʼ Εὐρύβατον ζῆν. καίτοι ὅταν ταῦτʼ ᾖ, καὶ πονηροτάτην ἡμῖν αὐτοῖς ἐπεισαγάγωμεν δόξαν, τί πλέον ἀπὸ τῶν λειτουργιῶν ἡμῖν ἔσται, ἐὰν, οὐκ Ἀθηναίους λέγω μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους κτησώμεθα λειτουργούς; χωρὶς δὲ τούτων εἰ μὲν τοὺς <pb xml:id="v.2.p.667"/> </p></div></div></body></text></TEI>