γὰρ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλʼ ἄρα πολλῷ μᾶλλον τῶν ὑπὲρ ἡμῶν ἑκάστοτε φιλοτιμουμένων καὶ ὅπως τὰ καθʼ ἡμᾶς ἄριστα ἔχειν σπουδὴν ποιουμένων. καὶ ὡς ἀληθῆ λέγω δῆλον ἐξ ὧν τοὺς μὲν τιμῶν ἀξιοῦμεν καὶ εὐεργέτας ἡμετέρους καὶ σωτῆρας καὶ πάντα τὰ τοιαῦτα καλοῦμεν, τοῖς δὲ ὡς ὀφειλέταις οὐχ ὅπως ὧν πράττουσιν ἴσχομεν χάριν, ἀλλὰ καὶ ἤν ποτʼ ἐλλίπωσι τοῦ δέοντος, νεμεσῶντες ὑπάγομεν δίκην· καὶ ὅτι παρὰ μὲν τῶν αὐτὸ τοῦτο μόνον ὄνησίς ἐστι τῇ πόλει, οἱ δὲ μετὰ τούτου καὶ δόξης οὐ μικρᾶς αἴτιοι γίγνονται. εἶθʼ οἳ τοῖς ἅπασι προὔχουσι καὶ τῆς βελτίονός εἰσι μοίρας, τούτους ἡμεῖς ἐλάττους διὰ σὲ νομιοῦμεν; καὶ πῶς οὐκ ἄτοπον εὐεργέτας μὲν ὅπως κτησόμεθα πάντα ποιεῖν, ἡμεῖς δὲ καὶ οὓς μὲν ἔχομεν νῦν θεῶν διδόντων, τούτοις φανέντες ἀγνώμονες ἀποστερήσομεν τῶν τιμῶν, οὓς δὲ μέλλομεν ἕξειν, τούτους, ἢν μὴ νῦν ἀγνωμονοῦντες φανῶμεν, τῆς ὑπὲρ ἡμῶν ἀπείρξομεν προθυμίας; καὶ οὐ τοῦτο μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ τῶν ἡμετέρων προγόνων ταύτῃ δόξομεν χείρους, μᾶλλον δʼ ἐκείνους θαυμαστούς τινας ἄγαν καὶ μεγαλοψυχίᾳ χρωμένους ἀποφανοῦμεν, ἡμᾶς δʼ αὐτοὺς τὰ μέγιστα αἰσχυνοῦμεν, εἴπερ οἱ μὲν καὶ τοὺς δυσμενεστάτους εὖ ποιοῦντες τὸν ἀεὶ διαγεγόνασι χρόνον, ἡμεῖς δὲ παρʼ ὧν εὖ πεπόνθαμεν, τούτους καὶ ὧν ἠξιώκαμεν χαρίτων ἀποστερήσομεν· ἃς τῷ μὲν δοκεῖν παρʼ ἡμῶν, τῇ δʼ ἀληθείᾳ παρὰ σφῶν αὐτῶν ἐκομίσαντο δή που, τῷ τούτων αἴτιοι γεγενῆσθαι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν· ὥστε τὰ μὲν παρʼ αὐτῶν πρὸς ἡμᾶς χάριν ἄν τις δικαίως προσείποι, τὰ δὲ παρʼ ἡμῶν πρὸς αὐτοὺς ἀντίδοσιν καὶ πρέπουσαν ἀμοιβήν. καὶ τοίνυν τῆς δεδομένης ἀτελείας ἐκπεπτωκότες ἂν ἤδη, αὐτοὶ μὲν καὶ οὕτως οὐδὲν ἧττον ἔθʼ ἕξουσι ταύτην, ὡς ἀξιόχρεῳ, ἡμεῖς δὲ οὐκ ἀγνώμονες μόνον ἐντεῦθεν, ἀλλὰ καὶ ἄπιστοί τινες καὶ ἀβέβαιοι τοῦ λοιποῦ δόξομεν ἅπασιν εἶναι· τὸ μὲν ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα δή που, τὸ δʼ ἐὰν πρὸς τοὺς εὐεργέτας οὑτωσὶ μάλιστα σχῶμεν. καὶ σιωπῶ τὴν εἰς ἀεὶ παραμενοῦσαν αἰσχύνην τῇ πόλει καὶ τὸ κοινὸν ὄνειδος· ὡς οἱ μὲν πρεσβύτατοι τῶν Ἀθηναίων εὖ ποιοῦντες, οὐκ εὖ πάσχοντες, τοὺς φίλους ἐκτῶντο, ἡμεῖς δὲ πᾶν τοὐναντίον καὶ οὓς ἔσχομεν φίλους ἐχθροὺς καθίσταμεν, τῷ τὰς μὲν παρʼ αὐτῶν εἰς ἡμᾶς ὠφελείας ἀκινήτους εἶναι καθάπαξ βούλεσθαι, οἷς δὲ ἡμεῖς αὐτοὺς ἀμειβόμεθα, ταῦτʼ εὐθὺς ἀνατρέπειν· ἀμφοτέρους καὶ ἡμᾶς αὐτοὺς ὧν εὖ πεπόνθαμεν ἀναξίους ἐντεῦθεν δεικνύντες, κἀκείνους ἀσφαλεστέρους ποιοῦντες πρὸς τὸ μηκέτι τηλικούτοις ἐθέλειν χαρίζεσθαι. καὶ πόσων κρημνῶν καὶ βαράθρων ταῦτʼ ἄξια; ὅταν οἱ τοῦ καλοῦ καὶ δικαίου παράδειγμα τοῖς ἄλλοις ἅπασιν ὄντες, ἔπειτʼ ἀγνωμοσύνης καὶ ἀπιστίας καὶ τοῦ μεταβάλλειν εἰκῆ καὶ ῥᾳδίως σχῶμεν αἰτίαν, καὶ δόξωμεν μετʼ Εὐρίπου χωρεῖν, καὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν διαφθείρειν καὶ ὅλως τῶν ἐπὶ σκηνῆς ἢ ψάμμου παιζόντων οὐδὲν ἄμεινον ἴσχειν. μᾶλλον δὲ καὶ πολλῷ χεῖρον· εἴπερ οἱ μὲν ὃ προὔθεντο δρῶσι· προὔθεντο δὲ μήποτʼ ἐν ταὐτῷ μένειν, ἀλλὰ μεταβάλλειν ἑκάστοτε πρὸς τὴν χρείαν ἡμεῖς δʼ ἴσοι καὶ παραπλήσιοι διὰ πάντων ὀφείλοντες εἶναι καὶ ταὐτὰ διὰ τέλους φρονεῖν, ἔπειτʼ ἀμέλει κατὰ τὸν Φάριον ἐθελήσομεν ἐξαλλάττειν Πρωτέα, καὶ τῇ πρὸς τοὺς ἄλλους χρῆσθαι ταῖς γνώμαις. μήποτε τοσοῦτον ἰσχύσειε Λεπτίνης ὡς τὰ τοιαῦθʼ ἡμᾶς ὑπειλῆφθαι παρασκευάσαι. καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι μὲν ἀρετὴν, τοὺς δʼ ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θʼ ὁτιοῦν. εἰ μὲν οὖν τήν γʼ ἀρετὴν ὅλως ἐπαίνων ἔχεις ἀποστερεῖν, καὶ τοὺς ὑπὲρ ἡμῶν ἀποφανθέντας σπουδαίους ἀποστέρει τῶν ἄθλων, καὶ μηδʼ ἡτισοῦν ἔστω φειδώ. εἰ δὲ τῶν ἀτόπων ἐκεῖνο, πῶς λόγον τοῦτό γε σῶζον συνιδεῖν οὐκ ἔχω. οὐδὲ γὰρ οὔτʼ ἀρετὴ τοῦθʼ ὅπερ ἐστὶ, δόξει μὴ τῶν γιγνομένων ἀπολαύουσα κρότων οὔτε τὰ βέλτιστʼ εἴσεταί τις τῶν ἔργων ἀμοιβῶν ἀποροῦντα. εἰ τοίνυν