<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="38"><p> οὐ μόνον ἐντεῦθεν αἱροῦνται, ἀλλὰ καὶ πεπαυμένους εἰς εὐθύνας ἄγουσι· πῶς οὐ παραπλήσιον ποιεῖς εἰς εὐκολίαν τουτουσὶ διαβάλλων, ὥσπερ ἂν εἰ καὶ τὸν Πύθιον κακίζειν ἠξίους, ὡς οὐδὲν τῶν δεόντων ἐπίσταται, ὃς καὶ τοῦ τί δεῖ ποιεῖν ἡγεμὼν τοῖς ἄλλοις καὶ σύμβουλός ἐστιν ἀσφαλὴς, καὶ ξυμπάσης ὡς εἰπεῖν τῆς οἰκουμένης τὰ τοιαῦτα δημαγωγὸς καὶ προφήτης; οὐκοῦν διʼ ὧν νῦν ἡμῖν εὖ μάλα σαφῶς ἀποδέδεικται, δέδεικται ὡς ἡμεῖς μὲν οὐχ ὅσον ἀπατᾶσθαι ῥᾴδιοι, ἀλλὰ καὶ τοὺς ἀπατῶντας παντὸς μᾶλλον ἐξελέγχειν δεινοί· σὺ δὲ οἷς λέγεις οὐ μόνον ἀξιόχρεως εἶ τὰ τοιαῦτα πιστεύεσθαι, ἀλλὰ καὶ ὡς εἰς <pb xml:id="v.2.p.662"/> ἀπατωμένους τελεῖς δίδως εἰκάζειν οἷς περὶ ἡμῶν τοιαύτην ἔσχηκας δόξαν.</p><p rend="align(indent)">καὶ τοῦτο μὲν δὴ τοιοῦτον καὶ οὕτως ἀποφανθέν. σὺ δὲ καὶ ὅταν ἀτέλειαν ἐξελαύνῃς τῆς πόλεως, διὰ τὸ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="40"><p> τὰς μὲν λειτουργίας ἐντεῦθεν φάσκειν ἐλαττοῦσθαι τῇ πόλει, δεῖν δὲ λειτουργιῶν, εἴπερ του, μᾶλλον δὲ ὡς οὐδενὸς τούτων πάντων λειτουργιῶν πόλεσι δεῖν· πρῶτον μὲν σαυτὸν, εὖ ἴσθι, λανθάνεις αὐτὰς δή που τὰς λειτουργίας περικόπτων τῇ πόλει καὶ ταύτῃ διαφανῶς πολεμῶν. εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς διʼ ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντʼ ἔξεστι πράττειν, ὁ τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει. ἀμήχανον δὲ τοῦτο μὴ πάντων πᾶσαν ὑπὲρ αὐτῆς σπουδὴν εἰσφερόντων· εἰσφέρουσι μέντοι προθύμως, ὡς καὶ ἀντʼ εὖ πείσεσθαι παρʼ αὐτῆς αὐτοὶ προσδοκῶντες. ἔπειτʼ εἰ καὶ λειτουργιῶν ἡμῖν δεῖ· δεῖ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="42"><p> γὰρ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλʼ ἄρα πολλῷ μᾶλλον τῶν ὑπὲρ ἡμῶν ἑκάστοτε φιλοτιμουμένων καὶ ὅπως τὰ καθʼ ἡμᾶς ἄριστα ἔχειν σπουδὴν ποιουμένων. καὶ ὡς ἀληθῆ λέγω δῆλον ἐξ ὧν τοὺς μὲν τιμῶν ἀξιοῦμεν καὶ εὐεργέτας ἡμετέρους καὶ σωτῆρας καὶ πάντα τὰ τοιαῦτα καλοῦμεν, τοῖς δὲ ὡς ὀφειλέταις οὐχ ὅπως ὧν πράττουσιν ἴσχομεν χάριν, ἀλλὰ καὶ ἤν ποτʼ ἐλλίπωσι τοῦ δέοντος, νεμεσῶντες ὑπάγομεν δίκην· καὶ ὅτι παρὰ μὲν τῶν αὐτὸ <pb xml:id="v.2.p.663"/> τοῦτο μόνον ὄνησίς ἐστι τῇ πόλει, οἱ δὲ μετὰ τούτου καὶ δόξης οὐ μικρᾶς αἴτιοι γίγνονται. εἶθʼ οἳ τοῖς ἅπασι προὔχουσι καὶ τῆς βελτίονός εἰσι μοίρας, τούτους ἡμεῖς ἐλάττους διὰ σὲ νομιοῦμεν; καὶ πῶς οὐκ ἄτοπον εὐεργέτας μὲν ὅπως κτησόμεθα πάντα ποιεῖν, ἡμεῖς δὲ καὶ οὓς μὲν ἔχομεν νῦν θεῶν διδόντων, τούτοις φανέντες ἀγνώμονες ἀποστερήσομεν τῶν τιμῶν, οὓς δὲ μέλλομεν </p></div></div></body></text></TEI>