<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="32"><p> ἡμῶν φάσκειν νομίζειν, εἰ τῶν ἐξαπατωμένων ῥαδίως κατὰ τὸν σὸν λόγον ἡμεῖς, ἢ μηδενὸς λόγου τοὺς σοὺς ποιεῖσθαι φληνάφους, εἴ γε τὴν ἁπάντων μαρτυρίαν καὶ ψῆφον τοσοῦτον ἔχουσαν ἴσμεν τὸ συγκεχωρηκὸς ὡς μὴ μόνον ἑκασταχοῦ τῶν πραγμάτων ταύτην χρῆναι διώκειν καὶ προτιμοτέραν τῆς ἐν μέρει πολλῷ τῷ ὄντι νομίζειν, ἀλλὰ καὶ τὴν ἐντεῦθεν φήμην θεὸν προσειρῆσθαι. καὶ <pb xml:id="v.2.p.660"/> τούτου μάρτυς αὐτὸς, οὐχ ἕνα καὶ δύο, ἀλλʼ Ἀθηναίους πάντας καὶ διʼ αὐτῶν πάντας ἀνθρώπους συμψήφους καὶ συναγωνιστὰς λαβεῖν ἐθέλων τοῦ νόμου, ὡς τὴν ἐν μέρει μαρτυρίαν οὐδὲν οὖσαν μὴ παρούσης ἐκείνης. εἶεν.</p><p rend="align(indent)">εἰ δʼ ἡμετέραν ἀπάτην νομίζεις ἅ γʼ ἐπὶ τῶν ψηφισμάτων τε καὶ ξυμμάχων καὶ ὅλως ὑπὲρ ὧν πρόκειται σκέψις, ἔστιν ὅτε παρὰ τὸ εἰκὸς ἡμῖν ἀπαντᾷ, ὡς τοὺς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="34"><p> μὲν ἀντʼ ἀγαθῶν φαύλους ποιεῖσθαι, τοῖς δʼ ἑτέρως ἢ προὐθέμεθα χρῆσθαι, τὰ οὐκ ὄντα δοξάζεις. διὰ τί; ὅτι οὐ παρὰ τὴν ἡμετέραν διαγνώμην καὶ ψῆφον, οὐδʼ ὅτι περ ἃ προσῆκε, περὶ τούτων εἰδότες, εἶθʼ ἑκόντες ταῦτʼ ἀφέντες ἃ μὴ προσῆκεν εἱλόμεθα, ἀλλὰ παρὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν καὶ τοὺς καιροὺς καὶ ὅ τι τοιοῦτον εἴποι τις ἂν, ταῦθʼ οὕτω ξυνέβη. ὡς ἡμεῖς μὲν ὅπως βέλτιστα ταῦτʼ ἔσται πάντα καὶ ποιεῖν καὶ λέγειν ᾠήθημεν δεῖν· εἰ δὲ μηδὲν ὧν βουλόμεθα γέγονε, τὴν τῶν ξυμπεσόντων ἀνάγκην, μὴ ἡμᾶς αἰτιῶ. ὥσπερ γὰρ ὁ τοῖς πράγμασι κεχρημένος ἀβούλως τὴν μὲν ἐντεῦθεν ἀηδίαν μόνος εἰκότως φέρεται, ἂν δέ τι χρηστὸν ἀποβῇ, ἑτέρωθεν δεῖ τὴν αἰτίαν ζητεῖν, οὕτως ὁ μετὰ βουλῆς ὅτι πλείστης ἐπὶ τὰ ἔργα χωρῶν κατορθοῖ μὲν, ὡς τὸ εἰκὸς, ἀεὶ δήποτε καὶ ὧν ἐθέλει τυγχάνει, ἂν δέ τί που <pb xml:id="v.2.p.661"/> </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="36"><p> καὶ σφαλῇ τύχῃ τινὶ, καὶ οὕτως ἐπαίνων ἄξιος ἂν εἴη, τοῦ δικαίου νικῶντος· τὸ γοῦν εἰς αὐτὸν ἧκον ἅπαντʼ ἔχει καλῶς, καὶ προνοίας ἕνεκα καὶ σπουδῆς καὶ τοῦ μηδὲν τῶν γιγνομένων ἐλλείπειν. ὥστε ἕως ἂν ᾖ τὸ τὰ βέλτισθʼ αἱρεῖσθαι, οὐδʼ ἂν εἷς ἑκὼν ἀπατώμενος εἴη, ὥς γε ἐγὼ νομίζω, κἂν μυριάκις ἀποτύχῃ τοῦ τέλους. καὶ σὺ τοίνυν σκοπῶν ἂν μὲν ἡμᾶς εὕρῃς σκέψεως ἀκριβοῦς καὶ βουλῆς ἐν οἷς ἔξεστιν ἀμελοῦντας καὶ μὴ λογισμῷ καὶ κρίσει τὸ πᾶν ἐνδιδόντας, ἀλλʼ ἁπλῶς οὕτω χρωμένους τοῖς πράγμασι, τότʼ ἤδη καὶ ῥᾳδίους ἡμᾶς εἶναι φάθι καὶ ἥττους ἀπάτης. εἰ δὲ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ τοῦτʼ Ἀθηναίων ἐπίσημον, βουλαὶ καὶ δίκαι καὶ τὸ μετὰ πλείστων τε καὶ καλλίστων τῶν ψηφισμάτων ἑκασταχόσε χωρεῖν· οἵ γε καὶ τοὺς στρατηγοὺς αὐτοὺς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="38"><p> οὐ μόνον ἐντεῦθεν αἱροῦνται, ἀλλὰ καὶ πεπαυμένους εἰς εὐθύνας ἄγουσι· πῶς οὐ παραπλήσιον ποιεῖς εἰς εὐκολίαν τουτουσὶ διαβάλλων, ὥσπερ ἂν εἰ καὶ τὸν Πύθιον κακίζειν ἠξίους, ὡς οὐδὲν τῶν δεόντων ἐπίσταται, ὃς καὶ τοῦ τί δεῖ ποιεῖν ἡγεμὼν τοῖς ἄλλοις καὶ σύμβουλός ἐστιν ἀσφαλὴς, καὶ ξυμπάσης ὡς εἰπεῖν τῆς οἰκουμένης τὰ τοιαῦτα δημαγωγὸς καὶ προφήτης; οὐκοῦν διʼ ὧν νῦν ἡμῖν εὖ μάλα σαφῶς ἀποδέδεικται, δέδεικται ὡς ἡμεῖς μὲν οὐχ ὅσον ἀπατᾶσθαι ῥᾴδιοι, ἀλλὰ καὶ τοὺς ἀπατῶντας παντὸς μᾶλλον ἐξελέγχειν δεινοί· σὺ δὲ οἷς λέγεις οὐ μόνον ἀξιόχρεως εἶ τὰ τοιαῦτα πιστεύεσθαι, ἀλλὰ καὶ ὡς εἰς <pb xml:id="v.2.p.662"/> ἀπατωμένους τελεῖς δίδως εἰκάζειν οἷς περὶ ἡμῶν τοιαύτην ἔσχηκας δόξαν.</p><p rend="align(indent)">καὶ τοῦτο μὲν δὴ τοιοῦτον καὶ οὕτως ἀποφανθέν. σὺ δὲ καὶ ὅταν ἀτέλειαν ἐξελαύνῃς τῆς πόλεως, διὰ τὸ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="40"><p> τὰς μὲν λειτουργίας ἐντεῦθεν φάσκειν ἐλαττοῦσθαι τῇ πόλει, δεῖν δὲ λειτουργιῶν, εἴπερ του, μᾶλλον δὲ ὡς οὐδενὸς τούτων πάντων λειτουργιῶν πόλεσι δεῖν· πρῶτον μὲν σαυτὸν, εὖ ἴσθι, λανθάνεις αὐτὰς δή που τὰς λειτουργίας περικόπτων τῇ πόλει καὶ ταύτῃ διαφανῶς πολεμῶν. εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς διʼ ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντʼ ἔξεστι πράττειν, ὁ τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει. ἀμήχανον δὲ τοῦτο μὴ πάντων πᾶσαν ὑπὲρ αὐτῆς σπουδὴν εἰσφερόντων· εἰσφέρουσι μέντοι προθύμως, ὡς καὶ ἀντʼ εὖ πείσεσθαι παρʼ αὐτῆς αὐτοὶ προσδοκῶντες. ἔπειτʼ εἰ καὶ λειτουργιῶν ἡμῖν δεῖ· δεῖ </p></div></div></body></text></TEI>