<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="20"><p> ἐπηρεάζειν βούλεσθαι, οὐδὲ τοὺς ἀναξίους προϊσχόμενος ἐν καιρῷ, οὕτως ἡμᾶς οἷς λέγεις παράγων, οἷς πράττεις ἃ λέγεις ἐλέγχεις. καὶ τοὺς ἀναξίους προτείνων, σὺ δʼ οὐδὲ τῶν ἀξίων ἀπέχει, μᾶλλον δὲ καὶ πάντων ἡμῶν. καὶ τοσούτῳ μᾶλλον ἡμῶν, ὅσῳ τοὺς μὲν αὐτὸ τοῦτο μόνον ἀτελείας ἀποστερεῖς, ἡμᾶς δὲ ἀδικεῖς μὲν οὐχ ἧττον καὶ τοῦτο τὸ μέρος, εἴπερ τἀκείνων ἡμέτερα χρὴ λέγειν. </p><pb xml:id="v.2.p.656"/><p rend="align(indent)">ἀδικεῖς δὲ καὶ οἷς περὶ τοὺς εὐεργέτας ἀγνωμονοῦντας ἡμᾶς φιλονεικεῖς ἀποφαίνειν, καὶ οἷς ἀτέλειαν οὔθʼ ἡμεῖς ἡμῖν αὐτοῖς, εἴ τῳ ταύτης ἐν τῷ τοῦ καιροῦ καλοῦντι δεήσει, οἷοί τε πορίζειν ἐσόμεθα, οὔθʼ ἑτέρους οὑστινασοῦν οὔτε νῦν οὔτε εἰσαῦθις τουτοισὶ δεδωρῆσθαι. καὶ τὸ πάντων δεινότατον, τῆς εἰς ἡμᾶς φιλοτιμίας ἀπείρξομεν πάντας, ἐὰν ἃ τοῖς εὖ πεποιηκόσι καλῶς καὶ δικαίως ἀποδεδώκαμεν πάλαι, ταῦτʼ αὐτοὺς ἤδη παρὰ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="22"><p> πάντας ἀφελώμεθα νόμους, διὰ τοὺς νόμους τοὺς σούς. ὅπερ οὐκ ἄτοπον μόνον, ἀλλὰ καὶ παντάπασιν ἀσεβές· ἐπειδήπερ εὐνοίᾳ θεῶν εὖ πράττουσιν ἄνθρωποι, καὶ μάλισθʼ ἡμεῖς, τὰ μὲν οἴκοθεν εἰσφέροντες καὶ αὐτοὶ, τὰ δὲ καὶ τοὺς ἄλλους ξυναγωνιστὰς τῆς ἀγαθῆς ἔχοντες τύχης· ὥσπερ αὖ μὴ βουλομένων ἐκείνων τά τʼ ἔνδον τά τε θύραζε δυστυχεῖ. εἰ τοίνυν τὸ μὲν οὐκ οὔσαις σκήψεσι χρῆσθαι καὶ ἃ μὴ προσῆκε συμπλάττειν, ἐφʼ ᾧ κοινὴν βλάβην εἰργάσθαι, ἀνδρός ἐστι φθόρου καὶ μηδὲν ὑγιοῦς, τὸ δὲ τοὺς εὖ ποιεῖν αἱρουμένους καθάπαξ ἐπέχειν τοῖς <pb xml:id="v.2.p.657"/> θεοῖς πολεμοῦντος, σὺ δὲ περιφανῶς πᾶσι τούτοις ἐνέχει, οὐχ ὅσον νόμους εἰσφέρειν, ἀλλʼ οὐδὲ νόμων ὅλως </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="24"><p>ἀκροᾶσθαι δίκαιος εἶ, τῷ τοὺς μὲν κωλυτὰς κακουργημάτων τυγχάνειν ὄντας, σὺ δʼ εἴπερ τις τὰ τοιαῦτα τεχνίτης. ἅμα δὲ οὐδὲ νόμον τὸν σὸν δὴ τοῦτον ἔγωγʼ ἂν φαίην, ἀλλʼ ἀνομίαν αὐτὸ καὶ τῆς πολιτείας ἀνατραπὴν καὶ οὐδὲν ὑγιὲς, οὐ μόνον τῷ μηδὲν αὐτὸν ἔχειν ὧν τοὺς ἀγαθοὺς νόμους ἴσχειν εἰκὸς, οὓς καὶ κοινοὺς τῶν πραγμάτων σωτῆρας μετὰ τοὺς θεοὺς ἅπαντες ἴσμεν, ἀλλὰ καὶ τῷ τοσούτων καὶ τηλικούτων, ὡς ἔφην, τῇ πόλει δεινῶν, ἐὰν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πρόησθʼ, αὐτὸν αἴτιον ἂν γεγενῆσθαι.</p><p rend="align(indent)">ὅτι δὲ καὶ Λεπτίνης αὐτὸς οὐχ οἷς λέγει τοσοῦτον θαρρεῖ δείκνυσι δή πως διʼ ὧν τοῦ τʼ εἰσέπειτα πρόνοιαν ἴσχει καὶ τοῖς ὑπὲρ ἀτελείας αὖθις θήσουσι νόμον θανάτου τιμᾶται, οὐδενὸς τῶν νομοθετῶν, ὡς ἅπαντες ἴσασιν, οὐδέν τι τοιοῦτον προσθέντος τοῖς νόμοις. ναὶ, </p></div></div></body></text></TEI>