εἴπερ τι τῶν πάντων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὸ κοινῇ λυσιτελοῦν ἔχον τῇ πόλει καὶ φέρον ἐπὶ πλεῖστον εἰς δόξαν· καὶ τὸν τοῦ Λεπτίνου νόμον, ὡς οὐ καλῶς ἔχονθʼ ἡμῖν, ἐκποδὼν πεποιῆσθαι. εἰ γὰρ ὁ μὲν διʼ ὧν γράφει καὶ νομοθετεῖ οὕτω παντάπασιν ἀτέλειαν ἀναιρεῖ, ὡς μὴ ὅτι τοὺς ἔχοντας αὐτὴν ἀφελέσθαι, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς τὸ μηκέθʼ οἵους τʼ εἶναι ταύτης ὁντινοῦν ἀξιῶσαι· ἡμῖν δὲ διʼ αὐτῆς ταύτης τὰ κράτιστα παρὰ πάντων μετὰ τοὺς θεοὺς ἀπαντᾷ, οὐ μόνον ἃ καθʼ ἡμῶν ἐστιν ἀτεχνῶς, τούτοις μηδʼ ὁπωστιοῦν ἡμᾶς χρῆσθαι προσῆκεν, ἀλλὰ καὶ τὸν ταῦτʼ εἰργασμένον κολάζειν τε καὶ μισεῖν καὶ τῆς πόλεως ὥσπερ τινὰ κῆρα παντάπασιν ἐξελαύνειν. δεῖ γάρ που δυοῖν θάτερον, μᾶλλον δὲ πᾶσα ἀνάγκη· εἰ μὲν ἡμῶν αὐτῶν ὡς ἀληθῶς ποιούμεθα λόγον, μηδένα τούτου τὸ παράπαν λόγον ποιεῖσθαι, μᾶλλον δʼ ὅπως αὐτίκα πεπαύσεται πάντα ποιεῖσθαι λόγον· εἰ δʼ ὅπως κύριος ἔσται· τοῦτο δʼ ἀπείη. ποιησόμεθα λόγον, δόξομεν εὖ οἶδα πᾶσιν, ἡμῶν μὲν αὐτῶν οὐδʼ ὁντινοῦν λόγον ποιεῖσθαι, τοῦ δʼ ὅπως τὰ ἡμέτερα αὐτῶν ἕξει κακῶς πολύν τινα λόγον ποιεῖσθαι. καὶ τίς ἂν ταῦτα φήσειε; καίτοι εἰ τὸ πρὸς τὴν πόλιν ἐρραστωνεῦσθαι καὶ μὴ τὴν γιγνομένην ταυτησὶ πρόνοιαν ἴσχειν οὐκ ἀγαθοῦ τινος καὶ δημοτικοῦ φάσκομεν εἶναι πολίτου· ὅταν τις πρὸς αὐτῷ τούτῳ καὶ ἃ ταύτῃ καθάπαξ λυμαίνεται, ταῦτα γράφειν καὶ νομοθετεῖν ἐκ περιουσίας αἱρεῖται, ποῦ τουτονὶ θήσομεν; ὡς μὲν οὖν πανοῦργος ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δύσνους καὶ τὰ τοιαῦτα Λεπτίνης, καὶ ὡς τῆς ἀγαθῆς καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης ἀντίπαλος τύχης, ἐν ὑστέρῳ καὶ δὴ σαφῶς ἐπιδείξω· ὅτι δʼ οὐδὲν τῶν δεόντων καὶ ὧν τοῖς πράγμασι μάλιστα δεῖ, ἀλλʼ ἃ μὴ χρὴ, συμβουλεύει, καὶ παρὰ τοὺς κειμένους τῇ πόλει νόμους καινοτομεῖ, καινούς τινας αὐτὸς εἰς τὴν πολιτείαν εἰσάγων, νῦν ἐμοῦ λέγοντος εἴσεσθε. πρῶτον μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκεῖνο μαθεῖν ἡμᾶς δεῖ, ὅτι τοσούτων καὶ τηλικούτων ἄνωθεν, οὐκ Ἀθήνησι μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς Ἕλλησι συμβούλων καὶ νομοθετῶν γεγονότων, τούτων μὲν οὐδεὶς οὐδέν τι τοιοῦτον πώποτʼ οὔτʼ ἔγραψεν οὔτʼ εἰσηγήσατο· μάλιστα ἂν εἴ γε συμφέρειν ᾔδεσαν καὶ τοῦτʼ εἰρηκότες, ὥσπερ καὶ τἄλλα, διʼ ὧν ἡμῖν ἡ πόλις, σὺν θεοῖς εἰπεῖν, ἄριστα ἔχει μόνος δὲ οὗτος, ὥσπερ ἐκ θεῶν ἥκων καὶ τὸ συμφέρον ἐκεῖθεν ὑπὲρ τοὺς ἄλλους πάντας εἰδὼς, ἐπὶ ταῦτα προῆλθε, καὶ νομοθετεῖν οἴεται δεῖν ἃ μηδὲ τὴν ἀρχὴν ἐντεθυμῆσθαι προσῆκεν. ἔπειθʼ ὅτι πάντων ὡς εἰπεῖν τῶν νόμους τιθέντων οὐ τὸ συμφέρον μόνον σκοπούντων, ἀλλὰ καὶ ὅπως μετὰ δόξης τοῦτʼ ἔσται μάλιστα παρασκευαζόντων, ὡς τὸ μὲν μετὰ δόξης εὖ πράττειν εὖ πράττειν ὡς ἀληθῶς ὂν, ἄνευ δὲ ταύτης ἐξ ἡμισείας οὖσαν τὴν τύχην· οὕτω πολλοῦ τινος ἐδέησε Λεπτίνης ἀμφοτέρων τουτωνὶ ποιήσασθαι λόγον, ὡς καὶ ἀμφοτέρων τούτων διʼ οὗ γράφει νόμου τὴν πόλιν ἀποστερεῖν, ἀτέλειαν