καὶ τὴν ὑπάρχουσαν δόξαν αὐτῷ διαφθείρειν τῷ τοῖς υἱέσιν ἐπηρεάζειν, ὥσπερ ἤτοι μηδʼ ὁτιοῦν ἐκείνου τὴν πόλιν χρηστὸν ἢ τὰ πάντων αἴσχιστα εἰργασμένου. καὶ μὴν εἰ μὲν, ὅθʼ οὑτοσὶ περιῆν, πᾶσαν ἡντιναοῦν ὑπὸ μεγαλοψυχίας ἀπηξίωσε χάριν καὶ μηδὲν ὧν εἰς ἡμᾶς ἔδρασεν ἐζήτησε πλέον, ἀλλʼ ἀποχρῆν ᾠήθη μόνον τὸ πολλοῦ τινος ἄξιος γεγονέναι τῇ πόλει, ἔδει δή που τὴν ἀρετὴν ἐκείνου δυσωπηθέντας ἡμᾶς καὶ τὰς ὑπερφυεῖς αὐτοῦ πράξεις ὥσπερ ἔμψυχόν τινα νομίσαντας στήλην φιλοτιμότατα νῦν τῷ ʼκείνου χρῆσθαι παιδὶ, καὶ πρὸς αὐτὸν τοῦτον ἀπομνημονεῦσαι τὴν χάριν, καὶ οὐχ ὅσον ἀτελείας, ἀλλὰ καὶ πολλῶν ἑτέρων αὐτὸν ἀξιῶσαι. νῦν δὲ καὶ αὐτῷ καὶ παιδὶ τῷ αὐτοῦ πάλαι ταυτησὶ μεταδόντες, νῦν ἕτερόν τι βουλεύσεσθε; καὶ πῶς οὐκ ἄτοπον τὴν μὲν ὠφέλειαν τὴν παρʼ ἐκείνου βεβαίαν καθάπαξ καθεστάναι τῇ πόλει, ἃ δὲ τούτου χάριν ἐκείνῳ διανενόησθε, ταῦτʼ εἰς παλινῳδίαν τετράφθαι; Κτησίππῳ μὲν οὖν τῷ Χαβρίου· ὅταν δὲ τοῦτον λέγω, πάντας λέγω καθʼ ὧν ὁ νόμος ἔσθʼ οὑτοσί· οὐδὲν ἔσται πλέον ἀτελείας ἐκπεπτωκότι· ὑμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτῃ περὶ τοὺς εὐεργέτας ὑμῶν διακείμενοι, πλείστων δή τινων ἀνδρῶν καλῶν κἀγαθῶν καὶ δυναμένων εὖ ποιῆσαι τὴν πόλιν ἐν παντὶ τῷ παρασχόντι στερήσεσθε; οὐδεὶς γὰρ οἶμαι τῶν πάντων ἔθʼ ὑπὲρ ὑμῶν διαγωνιεῖται οὐδὲ παρακινδυνεῦσαι βουλήσεται, ὁρῶν τὴν ἀρετὴν παρʼ ὑμῖν ἄμισθον οὖσαν. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, κατὰ τὴν τραγῳδίαν, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον. οὐ μὴν ἀλλʼ εἰ μὲν εὖ πάσχειν μόνον ἐνῆν, εὖ ποιεῖν δὲ οὐ προσῆν, οὐδὲν ἂν ἦν πρᾶγμα. εἰ δʼ οὐκ ἔσθʼ ὅπως ἄν τις εὖ πάθοι παρά του μὴ πρότερον αὐτὸς ἢ τοῦτον εὖ ποιήσας ἢ προσδοκώμενός γε ποιήσειν· οὐδὲ πόλις ἂν εὖ πράξαι ποτὲ μὴ τοὺς εὖ πεποιηκότας τιμῶσα. οὐκοῦν καὶ ὑμεῖς, εἰ μὲν εὖ πάσχειν αἱρεῖσθε, εὖ ποιεῖν καὶ αὐτοὶ τοὺς ἄλλους αἱρεῖσθε, εἰ δὲ διʼ ὧν τὰς δωρεὰς ἀφαιρεῖσθε τοῦτʼ ἀνέλοιτε, μηδʼ ὑμεῖς εὖ πάσχειν αἱρεῖσθε, μηδʼ ὅπερ ἐν τοῖς πρὸς τοὺς ἄλλους τοῦ μηδενὸς ἀξιοῦτε, τοῦτʼ ἐν τοῖς πρὸς ὑμᾶς αὐτοὺς τοῦ παντὸς ἀξιοῦτε. εἰ γὰρ καὶ μάλιστα πάντων εὖ πάσχειν ἡμεῖς δίκαιοι, οὐ μόνον ὅτι μάλιστα πάντων ἐθάδες ἐσμὲν τούτου τοῦ μέρους τὸν ἅπαντα χρόνον, ἀλλʼ ὅτι καὶ πρῶτοι πάντων φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα παρὰ τῶν θεῶν ἀπολελαυκότες ἡμεῖς, τῇ τε τῶν καρπῶν