<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="172"><p> Ἰφικράτης. μόνος γὰρ οὗτος τῶν εἰς κοινὸν πολιτευσαμένων πλείστας τε καὶ καλλίστας ὑπὲρ ἡμῶν ἑκάστοτε κτησάμενος νίκας, οὐδαμοῦ δὲ ἡττηθεὶς, οὐδὲ τῆς προσούσης εὐψυχίας οὐδὲ καθʼ ὁντιναδήποτε τρόπον ἔλαττον σχὼν, οὐ μόνον παρʼ οὐδενὸς ἐπεσπάσατο φθόνον, ἀλλὰ καὶ ὡς τὰ μέγιστα τὴν πόλιν εὖ πεποιηκὼς παρὰ πάντων βοᾶται, τοῦτο μὲν πρὸς πολλοῖς ἄλλοις καὶ Λακεδαιμονίους οὕτω καταναυμαχήσας ἐν Νάξῳ, ὡς ἑβδομήκοντα δή που τριήρεις καὶ τρισχιλίους αἰχμαλωτοὺς λαβεῖν, τοῦτο δʼ ἑπτακαίδεκα παραστησάμενος πόλεις, δέκα δὲ καὶ ἑκατὸν ἀπὸ τῶν πολεμίων τάλαντʼ ἀποφήνας ἡμῖν, καὶ τὸ ξύμπαν εἰπεῖν θαυμαστὸς διὰ πάντων </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="174"><p> φανείς. εἶτα τὸν βέλτιστον μὲν οὕτω τοῖς ὅλοις, ἐπαινούμενον δὲ ὑφʼ ἁπάντων, τοσούτοις δὲ καὶ τηλικούτοις κοσμηθέντα τροπαίοις, ἀήττητον δὲ διαγεγονότα καθάπαξ, μεγίστας δὲ εἰς εὐπορίαν ἀφορμὰς παρασχόντα τῇ πόλει, τοῦτον τοίνυν τῶν μεγίστων ἀξιόχρεων ὄντα καὶ ὑπὲρ πάντας τοὺς ἄλλους τιμᾶσθαι δίκαιον, ἡμεῖς δὲ καὶ ἧς παρὰ πολὺ τῆς αὐτοῦ δόξης ἠξιώκαμεν ἀτελείας ἀποστερήσομεν; καὶ πῶς οὐ δόξει καὶ νῦν καὶ τόθʼ ὑφʼ ἡμῶν τὰ μέγιστα ἀδικεῖσθαι, τότε μὲν τῶν οὐ προσηκόντων τυχὼν, νῦν δʼ, ὦ θεοὶ, καὶ τούτων ἐκπεπτωκώς; ὃς εἰ <pb xml:id="v.2.p.703"/> μὴ τοιοῦτός τις ἐτύγχανεν ὢν μηδʼ ὧν ἔφην αὐτῷ περιῆν, οἷς οὕτως ὑπὲρ ἡμῶν ἐτελεύτησε δίκαιός ἐστι καὶ διὰ πάντων ὡς εἰπεῖν τῶν ἐκγόνων τιμῆς ἀξιοῦσθαι.</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="176"><p rend="align(indent)">καὶ γὰρ ἂν εἴη τῶν ἀτόπων τοὺς μὲν ἐν τῷ πολέμῳ τετελευτηκότας αὐτούς τε καθʼ ἕκαστον ἐνιαυτὸν λόγοις ἐπιταφίοις τιμᾶν τούς τε παῖδας αὐτῶν δημοσίᾳ μάλιστα τρέφειν, ἕως ἂν ηὐξηκότες εἰς ἥβην ἀναχωρήσωσιν οἴκαδε μετὰ τῶν πανοπλιῶν· τὸν δʼ ὑπὲρ ἡμῶν καὶ ζῶντα καὶ μέχρι θανάτου κεκινδυνευκότα πολλάκις καὶ τὴν τελευτὴν τῆς προαιρέσεως ἀξίαν ἐπιθέντα τῷ βίῳ, αὐτόν τε δή που καὶ τοὺς υἱεῖς οὐχ ὅσον τῶν ἴσων ἀξιοῦν ἐκείνοις ἐθέλειν, ἀλλὰ καὶ τῶν δοθέντων ἀποστερεῖν, καὶ τοὺς μὲν οὐκ ὀλιγάκις ἐν ταῖς μάχαις ὑπʼ αὐτοῦ πεπονθότας κακῶς οὕτω καὶ πάλαι καὶ νῦν ἄνδρα ἀγαθὸν τοῦτον ἡγεῖσθαι καὶ διαφερόντως τιμᾶν, ὡς καὶ συνήδεσθαι μὲν τούτῳ τῶν ἔργων καὶ τῆς ὑπερφυοῦς εὐψυχίας, σφίσι δʼ αὐτοῖς τὸ τοιούτου δή τινος εὐτυχηκέναι πολίτου συνεύχεσθαι, ἡμᾶς δʼ ὑπὲρ ὧν οὕτω λαμπρῶς παρετάξατο, καὶ οὓς μεγάλοις καὶ θαυμαστοῖς ἤγαλε τοῖς τροπαίοις, </p></div></div></body></text></TEI>