ἢ ʼκεῖνα, ὅσον ἐκεῖνα μὲν ἀπόδοσις ἂν μᾶλλον δικαίως καλοῖτο ἢ δῶρα, ταῦτα δὲ καθαρῶς ἐστι δῶρα μηδὲν προεισενεγκοῦσι δοθέντα. ὥστε τοῦτον τὸν τρόπον ἀδικήσομεν μὲν τοὺς ἄλλους, ἀφῃρηκότες τὰς δωρεὰς, οὗτος δʼ οὐδέν τι τοιοῦτον ἕξει προΐστασθαι· ἀλλὰ χάριν μὲν ἂν εἰδείη μὴ τοῦτο παθὼν, παθὼν δὲ οὐ δυσχερανεῖ δή που δικαίως, οὐδʼ ὡς ἠδικημένος βοήσεται. μᾶλλον δὲ εἰ μὲν οὐδεὶς τῶν δωρεῶν ἐκπεσεῖται, οὐδὲ σὺ τῶν εἰς τὰς ἐκκλησίας προόδων, εἰ δʼ ἀφαιρεθήσονται ταύτας, καὶ αὐτὸς, εὖ ἴσθι, παραπολαύσεις τοῦ νόμου. ἀπολωλεκὼς δὲ τὸ παρρησίᾳ κεχρῆσθαι καὶ ὃν ἐντεῦθεν τέθεικας νόμον συναπολλύμενον ἕξεις. ταύτῃ δὲ τούτων κεχωρηκότων, σὺ μὲν τὸ λοιπὸν ἄτιμος ἔσει, πάντες δʼ ὡς πρόσθεν τὰς δωρεὰς ἕξουσι πεπαυμένου τοῦ νόμου, καὶ μηδενὸς ἔτʼ εἰσαῦθις ἐμποδὼν ἐσομένου. ἑλοῦ τοίνυν δυοῖν θάτερον, ἢ τὸν νόμον χαίρειν ἐάσας τῆς προσούσης ἔχεσθαι δόξης, ἢ τοῦτον στῆσαι ζητῶν πρὸς τῷ μηδὲν πλέον εἰργάσθαι καὶ ταύτην ἀπολέσαι καθάπαξ. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἄρα τῶν εὑρομένων τὰς δωρεὰς οἱ μὲν φαῦλοί τινες ὄντες, οἱ δὲ μικρὰ ἄττα εὖ πεποιηκότες τὴν πόλιν, μειζόνων ἢ προσῆκεν ἠξίωνται. μάλιστα μὲν γὰρ εἰ καὶ διὰ πάντων τοῦτʼ ἦν, πρὸς ἡμῶν μᾶλλον ἂν ἦν. διὰ τί; ὅτι πεφύκαμεν ἐξ ἀρχῆς ὥσπερ τοῖς ἄλλοις πᾶσιν, οὕτω κἀν ταῖς εὐεργεσίαις πάντας ἀνθρώπους νικᾶν. κοινοὺς γοῦν εὐεργέτας πάντες ἡμᾶς ᾁδουσι. νῦν δὲ τοσαῦτα μέν ἐστι τούτων τὰ πλεῖστα καὶ οὕτω πολλοῦ τινος ἄξια ὡς εἰ καὶ μηδαμόθεν ἦσαν περιφανεῖς οἱ ταῦτʼ εἰργασμένοι, ἐξαρκεῖν ἂν αὐτοῖς ἐντεῦθεν διαφερόντως τιμᾶσθαι. τοιοῦτοι δέ τινες οὗτοι καὶ πρὸς τοσοῦτον ἥκοντες τοῦ θαυμάζεσθαι, ὡς μὴ μόνον τὰς δωρεὰς, ἃς παρʼ ἡμῶν ἔσχον, μᾶλλον σεμνύνειν ἢ ὑπʼ ἐκείνων οὗτοι σεμνύνεσθαι, ἀλλὰ καὶ εἰ μή πω κατʼ ἀνθρώπους νενόμισται τὸ τῶν δωρεῶν, διʼ αὐτοὺς ἂν νενομίσθαι· οὓς καθʼ ἕκαστον μὲν διιέναι, οὐ τοὺς ἐπὶ τῶν ἄνω χρόνων λέγω, ἀλλὰ καὶ πάντας τοὺς ἐφʼ ἡμῶν τουτουσὶ, μακρὸν ἂν εἴη καὶ πόρρω τοῦ καθʼ ἡμᾶς δυναμένου. ἑνὸς δὲ μόνου τοῦ χθὲς καὶ πρώην πολλῶν καὶ μεγάλων ἀγαθῶν αἰτίου καταστάντος τῇ πόλει μνησθεὶς, ὑμῖν αὐτοῖς καταλείπω τὴν ψῆφον, εἰ ἄρʼ ἄξιός ἐστιν ἁνὴρ οὐκ ἀτελείας μόνον, ἣν ἔδοτʼ αὐτῷ καὶ παισὶν, οὐδὲ πλείστων ὅσων ἄλλων δωρεῶν καὶ στεφάνων, ἀλλὰ καὶ τοῦ πολλοὺς ἂν ἑτέρους διʼ αὐτὸν εὖ πεπονθέναι. ἄξιος δὲ καὶ τούτου Χαβρίας, καθάπερ πρόσθεν Τιμόθεος Κέρκυραν ᾑρηκὼς καὶ τὴν μόραν κεκοφὼς