ὀλυμπιονίκας μεταδεδωκότας ποτʼ ἴσμεν τοῖς παισὶ τοῦ κοτίνου, οὐ μᾶλλόν γε ἢ τοῦ προσρήματος σφῶν, οὔθʼ οἷόν τʼ αὐτοῖς μετὰ τοῦ γένους καὶ τὴν ἀρετὴν ἐκδέχεσθαι, ἀλλὰ καὶ πολλάκις ἐκ διαμέτρου ταῦτα ξυμβαίνει. πῶς οὖν ὡς ὁμολογουμένων ἀγαθῶν τούτων ἐμνήσθης, εἰ καὶ ὅλως ἔδει μεμνῆσθαι; εἰ γὰρ τῶν ὡς ἀληθῶς ἀγαθῶν οὐκ ἐχρῆν διʼ ἅπερ ἔφην μεμνῆσθαι, ἦ πού γε τὸ τῶν οὐκ ὄντων μνημονεύειν ὡς ὄντων εἰς γέλωτα φέρει. καὶ οὐ λέγω ὅτι περ ἐν αὐτοῖς τούτοις καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὓς τοσούτου δή τινος ἄγεις, ὡς διʼ αὐτοὺς τούτους καὶ τοῖς ἐξ ἐκείνων τὰς δωρεὰς ξυγχωρεῖν, λανθάνεις τῶν εἰκόνων ἀποστερῶν, ἃς ὡς τυραννοκτόνοι γέρας ἴσχουσι, καὶ τῆς θαυμαστῆς ταύτης τόλμης ἀξιόχρεων δῶρον καὶ μάλα σφίσι προσῆκον. ποτέρως δʼ ἂν ἦσθα καλλίων καὶ πιστεύεσθαι ἀξιώτερος, πότερον καθάπαξ τὰς δωρεὰς συνιστὰς καὶ πᾶσιν ἀνθρώποις κατὰ τοῦτο ξυμβαίνων, ἢ ταύτας ἐκ μέρους μὲν συνιστὰς, ἐκ μέρους δὲ διαβάλλων, καὶ τοῖς μὲν εἰς ἅπαν ἀπαγορεύων, τοῖς δὲ συγχωρῶν, καὶ οὐ μόνον οὐδέτερον τούτων διὰ θάτερον βεβαιῶν, ἀλλὰ καὶ τῇ κοινῇ περὶ τούτων ἐναντιούμενος ψήφῳ; ἐγὼ μὲν ἐκείνως ἂν οἶμαι, καὶ πάντες ξυμφαῖεν ἄν. σὺ δʼ οἷς περὶ τὰς ξυμβουλὰς οὕτω χωλεύεις ἀνδρὸς ἔργον ἐργάζει οὐχ οἷς λέγει θαρροῦντος, ἀλλʼ ἀπιστοῦντος ὡς εἰπεῖν ἑαυτῷ. δεῖ δὲ καὶ νομοθέτην καὶ ξύμβουλον καὶ πάντα τοιοῦτον καθαρῶς ἀποφαίνεσθαι, καὶ μὴ διπλᾶ κρούειν, ὡς λόγος. καίτοι ὅταν ὁ τοῖς ἄλλοις πιστεύεσθαι ἀξιῶν μὴ τὴν αὐτὴν αὐτὸς οὗτος περὶ ὧν λέγει δόξαν ᾖ κεκτημένος, σχολῇ γʼ ἂν ὁτῳοῦν τῶν ἁπάντων ἀξιόπιστος δόξαι. ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Λεπτίνου θαυμάζειν ἔπεισιν, ὅπως πανοῦργος ὢν καὶ δεινὸς πράγμασι χρῆσθαι τοῦτʼ ἠγνόηκεν ὅτι περ οἷς τοὺς ἄλλους ἀφαιρεῖται τὰς δωρεὰς, κατʼ αὐτὸς αὑτοῦ κινεῖ τὸν ἀνάγυρον, ἑαυτὸν ἀποστερῶν τῶν μεγίστων, παρρησίας καὶ δόξης καὶ λόγων καὶ τοῦ περὶ ὧν ἂν ἑκάστοθʼ αἱρῆται παρελθεῖν εἰς μέσους ἐξεῖναι. οὐ γὰρ ὁ τὴν ἐν πρυτανείῳ σίτησιν ἢ ἀτέλειαν ἢ πλέθρα γῆς ἤ τι τοιοῦτον λαμβάνων, μόνος οὗτος δῶρα λαμβάνει, ἀλλὰ καὶ ὃν ἂν ὁ δῆμος ἀξιώσῃ ταυτησὶ τῆς παρόδου, καὶ οὗτος αὐτὸ τοῦτο δῶρα λαμβάνει· καὶ τοσοῦτον μᾶλλον ταῦτα δεῖ δῶρα καλεῖν