μεῖζον καθάπαξ ἐστὶ, τὴν τῆς πόλεως μεγαλοψυχίαν καὶ τὸ πιστεύεσθαι. καὶ τότε μὲν Θρασύβουλος ὀλίγους δή τινας παραλαβὼν τὴν τυραννίδα καθεῖλεν, ἡμῶν δὲ πάντων εἷς ὁστισοῦν ἀνὴρ περιέσται; μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι. σκοπεῖτε δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῦτο, ἵνʼ εἰδῆτε σαφῶς, ὡς τἀναντία Λεπτίνης ὧν προὔθετο λέγει, καὶ τοῖς αὐτὸς αὑτοῦ πολεμῶν οὐκ αἰσχύνεται· ὅταν γὰρ πάντας μὲν τοὺς ἄλλους τὰς δωρεὰς ἀφαιρῆται, μόνους δὲ τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷ, μάλιστα μὲν δῆλός ἐστι μήτε χρηστὸν τοῦτο καθάπαξ μήτε φαῦλον νομίζων, ἀλλʼ ἐφʼ ἑνὸς τούτου τἀναντία φρονῶν. ἀμήχανον δὲ κατὰ ταυτὸν ἄμφω συμβῆναι, ἀλλὰ δυοῖν θάτερον. πλὴν τοῦ γε τὸν ἔλεγχον ἐμφανῆ γεγενῆσθαι δεδόσθω. οὐ μὴν ἀλλʼ εἰ μὲν καλόν τι καὶ δίκαιον, ὦ οὗτος, τὸ τῶν δωρεῶν οἴει καὶ τῇ πόλει συμφέρον, τί μὴ πᾶσιν ἁπλῶς μεταδίδως, ἀλλὰ τοῖς μὲν, τοῖς δʼ οὔ; εἰ δʼ ἀλυσιτελεῖς εἶναί σοι δοκοῦσι, καὶ κατέγνως αὐτῶν, καὶ οὐδὲν ὑγιὲς εἶναι νομίζεις, τί μὴ καὶ πάντας τούτων ἀποστερεῖς; νῦν δʼ ἔοικας οἷς τοὺς μὲν ἄλλους πάντας τῶν δοθέντων ἀποστερεῖς, τοὺς δʼ ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷς, τοὺς μὲν τιμῆς ἀξιοῦν, πάντας δʼ ἀτιμάζειν τοὺς ἄλλους, οὐδέτερον τούτων εἰκότως ποιῶν. ἀλλὰ λανθάνεις τοὺς μὲν οὐκ ἀξίως τιμῶν, ἐπειδὴ μὴ καὶ πάντας, πάντας δὲ ἀτιμάζων ἀδίκως, ἐπειδὴ μόνους ἐκείνους τιμᾶν ἀξιοῖς. δεῖ γὰρ ἀμφοτέροις μεταδιδόναι τῶν ἴσων. οἷς δὲ διαιρεῖς, καὶ ἄκων τούτους συνάπτεις, ὡς δέον εἶναι πάντας ἐξ ἴσης τῶν δωρεῶν ἀπολαύειν. ὅτι δὲ καὶ αὗται πολλοῦ τινος ἄξιαι δῆλον ἐκεῖθεν. διʼ ὧν γὰρ μόνοις τοῖς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας παρέχεις ἄμφω ταῦτα ψηφίζεσθαι μάλιστα δίδως, τοὺς μὲν δικαίους τούτων ἀπολαύειν ἡγεῖσθαι διὰ τὸ γένος, τὰς δʼ οὕτω πολλοῦ τινος ἀξίας νομίζειν ὡς μόνοις τουτοισὶ ἐξ ἁπάντων ὥσπερ τι γέρας ταύτας διδόναι. οὐκοῦν ὑπερφυὲς καὶ παντάπασιν ἐναντίον ἐνταῦθα μὲν ὡς βελτίστας χώραν αὐτὰς φάσκειν κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἄλλων γε πάντων ὡς οὐδενὸς ἀποδοκιμάζειν ἀξίας. χωρὶς δὲ τούτων οὐδὲ καθʼ ἕνα δή που τῶν τρόπων τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μνημονεύειν προσῆκεν. ἐάν τε γὰρ ὡς φαύλων τῶν δωρεῶν ἀπέχεσθαι φάσκῃς, ἐναντίον οὑτοιί σοι καθιστᾶσι τὸν λόγον, ἐάν τε πλείστου ἀξίας, πάντες αὐτῶν ἐπʼ ἴσης μεθέξουσι, καὶ οὐχ οἱ τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μόνοι. ἔτι τοίνυν Ἁρμόδιον μὲν καὶ Ἀριστογείτονα οὕτω θαυμαστούς τινας νομίζομεν ἡμῖν γεγενῆσθαι. καὶ τῶν ἄλλων ἀμείνους ὡς καὶ τιμᾶς ἐθελῆσαι τούτους εἰκόσι κατὰ ταὐτὰ τοῖς θεοῖς, καὶ πλὴν θυσιῶν μηδενὸς εἰς φιλοτιμίαν ἐλλείπειν. οὐ μὴν καὶ τοῖς ἐξ αὐτῶν τῶν ἴσων ἀξιοῦσθαι δώσομεν, οὐδʼ ἐγγύς. οὔτε γὰρ ὀλυμπιονίκας μεταδεδωκότας ποτʼ ἴσμεν τοῖς παισὶ τοῦ κοτίνου, οὐ μᾶλλόν γε ἢ τοῦ προσρήματος σφῶν, οὔθʼ οἷόν τʼ αὐτοῖς μετὰ τοῦ γένους καὶ τὴν ἀρετὴν ἐκδέχεσθαι, ἀλλὰ καὶ πολλάκις ἐκ διαμέτρου ταῦτα ξυμβαίνει. πῶς οὖν ὡς ὁμολογουμένων ἀγαθῶν τούτων ἐμνήσθης, εἰ καὶ ὅλως ἔδει μεμνῆσθαι; εἰ γὰρ τῶν ὡς ἀληθῶς ἀγαθῶν οὐκ ἐχρῆν διʼ ἅπερ ἔφην μεμνῆσθαι, ἦ πού γε τὸ τῶν οὐκ ὄντων μνημονεύειν ὡς ὄντων εἰς γέλωτα φέρει. καὶ οὐ λέγω ὅτι περ ἐν αὐτοῖς τούτοις καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὓς τοσούτου δή τινος ἄγεις, ὡς διʼ αὐτοὺς τούτους καὶ τοῖς ἐξ ἐκείνων τὰς δωρεὰς ξυγχωρεῖν, λανθάνεις τῶν εἰκόνων ἀποστερῶν, ἃς ὡς τυραννοκτόνοι γέρας ἴσχουσι, καὶ τῆς θαυμαστῆς ταύτης τόλμης ἀξιόχρεων δῶρον καὶ μάλα σφίσι προσῆκον. ποτέρως δʼ ἂν ἦσθα καλλίων καὶ πιστεύεσθαι ἀξιώτερος, πότερον καθάπαξ τὰς δωρεὰς συνιστὰς καὶ πᾶσιν ἀνθρώποις κατὰ τοῦτο ξυμβαίνων, ἢ ταύτας ἐκ μέρους μὲν συνιστὰς, ἐκ μέρους δὲ διαβάλλων, καὶ τοῖς μὲν εἰς ἅπαν ἀπαγορεύων, τοῖς δὲ συγχωρῶν, καὶ οὐ μόνον οὐδέτερον τούτων διὰ θάτερον βεβαιῶν, ἀλλὰ καὶ τῇ κοινῇ περὶ τούτων ἐναντιούμενος ψήφῳ; ἐγὼ μὲν ἐκείνως ἂν οἶμαι, καὶ πάντες ξυμφαῖεν ἄν. σὺ δʼ οἷς περὶ τὰς ξυμβουλὰς οὕτω χωλεύεις ἀνδρὸς ἔργον ἐργάζει οὐχ οἷς λέγει θαρροῦντος, ἀλλʼ ἀπιστοῦντος ὡς εἰπεῖν ἑαυτῷ. δεῖ δὲ καὶ νομοθέτην καὶ ξύμβουλον καὶ πάντα τοιοῦτον καθαρῶς ἀποφαίνεσθαι, καὶ μὴ διπλᾶ κρούειν, ὡς λόγος. καίτοι ὅταν ὁ τοῖς ἄλλοις πιστεύεσθαι ἀξιῶν μὴ τὴν αὐτὴν αὐτὸς