μεῖζον καθάπαξ ἐστὶ, τὴν τῆς πόλεως μεγαλοψυχίαν καὶ τὸ πιστεύεσθαι. καὶ τότε μὲν Θρασύβουλος ὀλίγους δή τινας παραλαβὼν τὴν τυραννίδα καθεῖλεν, ἡμῶν δὲ πάντων εἷς ὁστισοῦν ἀνὴρ περιέσται; μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι. σκοπεῖτε δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῦτο, ἵνʼ εἰδῆτε σαφῶς, ὡς τἀναντία Λεπτίνης ὧν προὔθετο λέγει, καὶ τοῖς αὐτὸς αὑτοῦ πολεμῶν οὐκ αἰσχύνεται· ὅταν γὰρ πάντας μὲν τοὺς ἄλλους τὰς δωρεὰς ἀφαιρῆται, μόνους δὲ τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷ, μάλιστα μὲν δῆλός ἐστι μήτε χρηστὸν τοῦτο καθάπαξ μήτε φαῦλον νομίζων, ἀλλʼ ἐφʼ ἑνὸς τούτου τἀναντία φρονῶν. ἀμήχανον δὲ κατὰ ταυτὸν ἄμφω συμβῆναι, ἀλλὰ δυοῖν θάτερον. πλὴν τοῦ γε τὸν ἔλεγχον ἐμφανῆ γεγενῆσθαι δεδόσθω. οὐ μὴν ἀλλʼ εἰ μὲν καλόν τι καὶ δίκαιον, ὦ οὗτος, τὸ τῶν δωρεῶν οἴει καὶ τῇ πόλει συμφέρον, τί μὴ πᾶσιν ἁπλῶς μεταδίδως, ἀλλὰ τοῖς μὲν, τοῖς δʼ οὔ; εἰ δʼ ἀλυσιτελεῖς εἶναί σοι δοκοῦσι, καὶ κατέγνως αὐτῶν, καὶ οὐδὲν ὑγιὲς εἶναι νομίζεις, τί μὴ καὶ πάντας τούτων ἀποστερεῖς; νῦν δʼ ἔοικας οἷς τοὺς μὲν ἄλλους πάντας τῶν δοθέντων ἀποστερεῖς, τοὺς δʼ ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷς, τοὺς μὲν τιμῆς ἀξιοῦν, πάντας δʼ ἀτιμάζειν τοὺς ἄλλους, οὐδέτερον τούτων εἰκότως ποιῶν. ἀλλὰ λανθάνεις τοὺς μὲν οὐκ ἀξίως τιμῶν, ἐπειδὴ μὴ καὶ πάντας, πάντας δὲ ἀτιμάζων ἀδίκως, ἐπειδὴ μόνους ἐκείνους τιμᾶν ἀξιοῖς. δεῖ γὰρ ἀμφοτέροις μεταδιδόναι τῶν ἴσων. οἷς δὲ διαιρεῖς, καὶ ἄκων τούτους συνάπτεις, ὡς δέον εἶναι πάντας ἐξ ἴσης τῶν δωρεῶν ἀπολαύειν. ὅτι δὲ καὶ αὗται πολλοῦ τινος ἄξιαι δῆλον ἐκεῖθεν. διʼ ὧν γὰρ μόνοις τοῖς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας παρέχεις ἄμφω ταῦτα ψηφίζεσθαι μάλιστα δίδως, τοὺς μὲν δικαίους τούτων ἀπολαύειν ἡγεῖσθαι διὰ τὸ γένος, τὰς δʼ οὕτω πολλοῦ τινος ἀξίας νομίζειν ὡς μόνοις τουτοισὶ ἐξ ἁπάντων ὥσπερ τι γέρας ταύτας διδόναι. οὐκοῦν ὑπερφυὲς καὶ παντάπασιν ἐναντίον ἐνταῦθα μὲν ὡς βελτίστας χώραν αὐτὰς φάσκειν κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἄλλων γε πάντων ὡς οὐδενὸς ἀποδοκιμάζειν ἀξίας. χωρὶς δὲ τούτων οὐδὲ καθʼ ἕνα δή που τῶν τρόπων τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μνημονεύειν προσῆκεν. ἐάν τε γὰρ ὡς φαύλων τῶν δωρεῶν ἀπέχεσθαι φάσκῃς, ἐναντίον οὑτοιί σοι καθιστᾶσι τὸν λόγον, ἐάν τε πλείστου ἀξίας, πάντες αὐτῶν ἐπʼ ἴσης μεθέξουσι, καὶ οὐχ οἱ τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μόνοι. ἔτι τοίνυν Ἁρμόδιον μὲν καὶ Ἀριστογείτονα οὕτω θαυμαστούς τινας νομίζομεν ἡμῖν γεγενῆσθαι. καὶ τῶν ἄλλων ἀμείνους ὡς καὶ τιμᾶς ἐθελῆσαι τούτους εἰκόσι κατὰ ταὐτὰ τοῖς θεοῖς, καὶ πλὴν θυσιῶν μηδενὸς εἰς φιλοτιμίαν ἐλλείπειν. οὐ μὴν καὶ τοῖς ἐξ αὐτῶν τῶν ἴσων ἀξιοῦσθαι δώσομεν, οὐδʼ ἐγγύς. οὔτε γὰρ