<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="142"><p> εἰδότες, ὁμοῦ δὲ καὶ τῶν ἀμηχάνων νομίζοντες εἶναι τοὺς τῶν δεόντων πᾶσιν ἁπλῶς καθεστηκότας συμβούλους ἡμᾶς ἔπειτα καθʼ ἡμῶν αὐτῶν συμβούλῳ τῷ Λεπτίνῃ κεχρῆσθαι, ὡς ταῦτʼ ἔχειν ψηφίζεσθαι.</p><p rend="align(indent)">ἀλλʼ ἐκεῖσε πάλιν ἐπάνειμι. εἰ, ὅτʼ αὐτοὺς ἀντευποιεῖν ᾤεσθε δεῖν, οὗτοι τοῦ μὴ μεταβαλεῖν ὅρκους ἀπῄτουν, πάντως ἂν εἴξατε τῇ προκλήσει· ἀχθόμενοι μὲν σφίσι τοῦ μὴ πιστεύεσθαι, ἀπειπεῖν δὲ οὐκ ἔχοντες ὅλως τοῦ μὴ τὸ δέος βεβαιῶσαι καθάπαξ. οὐκοῦν ἄτοπον ἃ τότε τοῖς ὅρκοις ἐπιστώσασθε ἂν, ταῦτα νῦν ἄνευ ὅρκων μὴ ἐθελῆσαι φυλάξαι, καὶ ταῦτα τοῦθʼ ὡς ἀληθῶς κάλλιον ὂν καὶ πρὸς δόξαν μᾶλλον ὑμῖν, εἴπερ τότε μὲν ὑπὸ τῆς τῶν ὅρκων ἀνάγκης ἐδοκεῖτε φυλάττειν, νῦν δὲ καὶ χωρὶς τῆς ἐκεῖθεν ἀνάγκης τοῦτο ποιοῦντες <pb xml:id="v.2.p.694"/> γνώμης ἀρίστης καὶ μάλισθʼ ὑμῖν προσηκούσης φέροισθʼ ἂν δόξαν. ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θαυμάζειν ἔπεισιν, εἰ διαβαλλόντων μέν τινων ἡμᾶς οὐκ ἂν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="144"><p> ἠνεσχόμεθα δή που, ἀλλὰ καὶ προσελάχομεν ἂν τούτοις ὕβρεως δίκην, αὐτοὶ δὲ ἡμᾶς αὐτοὺς τὰ πάντων αἴσχιστα διαβαλεῖν ἐθελήσομεν. ὅταν γὰρ τοῖς μὲν ἐν οἷς ἐπηγγείλαντο τὸν δῆμον ἠπατηκόσιν, ἐὰν, ὡς ὁ νόμος κελεύει, κριθέντες ἁλῶσι, θανάτου τιμῶμεν, ἡμεῖς δὲ καὶ ἃ δεδώκαμεν ἀφελώμεθα, πῶς οὐχ ἡμῖν αὐτοῖς ἐπιβουλεύειν δόξομεν, ἐφʼ ἃ τοὺς ἄλλους ἀξιοῦμεν θανάτου, ταῦθʼ ἑκόντες ἡμᾶς εἰργασμένοι; ὃ μάλιστα πάντων ἡμᾶς φυλάξασθαι δεῖ, οὐ μόνον ὅτι τοῦ πράττειν ἃ δεῖ μάλιστα πάντων ἡμῖν δεῖ, ὅσῳ καὶ θεοφιλεῖς μάλιστα πάντων ἡμεῖς, ἀλλʼ ὅτι καὶ τοῦτο, μάλιστα πάντων δεῖν, συγγνώμης ἀπήλλακται. καὶ δικαίως. ὁ μὲν γὰρ ὁτιοῦν ἀδικῶν κατʼ αὐτὸ τοῦτο μόνον ἴσχει τὴν μέμψιν, ὁ δʼ ἃ παρʼ ἄλλοις ὡς κάλλιστα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="146"><p>τιμωρεῖται, τούτοις ἑκὼν ἐνεχόμενος κατʼ αὐτὸς αὑτοῦ φέρει τὴν ψῆφον τοῦ παρὰ πάντων ἂν εἰκότως μισεῖσθαι, καὶ οἷς τοιαῦτα πράττειν αἱρεῖται καὶ οἷς ταῦτʼ ἐν ἄλλοις κακίζει, ἅπερ αὐτὸς πράττειν αἱρεῖται. πρὸς ὃν ἔγωγʼ ἂν φαίην ὅτι εἰ μὲν τῶν ἐπαινουμένων, ὦ τᾶν, ταῦτʼ ὄντα τυγχάνει, πῶς ἐν τοῖς ἄλλοις ἀξιοῖς τιμωρίας; εἰ δὲ τῆς φαυλοτάτης πέφυκε μοίρας, πῶς ἃ παρʼ ἄλλοις ὄντα κολάζεις, τούτοις αὐτὸς ὡς βελτίστοις δεῖν οἴει κεχρῆσθαι;</p><pb xml:id="v.2.p.695"/><p rend="align(indent)">καὶ μὴν εἰ τὸ πρὸς οὑστινασοῦν ἰδίᾳ γιγνόμενον βλάβος μέμψεως ἄξιον, ἦ που τὸ δημοσίᾳ καὶ κοινῇ τὴν βλάβην ἐπάγον οὐδὲ παραίτησιν ἴσχει. ὑμεῖς τοίνυν φαῦλον μὲν ὁντινοῦν τῶν πολιτῶν καὶ δόξαν οὐκ ἀγαθὴν κεκτημένον οὕτω μισεῖτε ὡς καὶ τῆς πόλεως τάχιστʼ αὐτὸν ἐξελαύνειν, ἐφʼ ᾧ μὴ καὶ τοὺς ἄλλους ὑπὸ τούτου βεβλάφθαι καὶ πρὸς πολλοὺς ἥκειν τὸ νόσημα. ἐὰν δὲ τὸν Λεπτίνου βεβαιώσωμεν νόμον, οὐ μόνον δόξομεν ἐναγεῖς τὰ τοιαῦτα, ἀλλὰ καὶ κοινὸν ἡμῖν αὐτοῖς ἐπεγεροῦμεν </p></div></div></body></text></TEI>