<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="134"><p> ἐπεὶ καὶ φύσει καὶ χρόνῳ συγκεκληρωμένον ὥσπερ ἄνωθεν ἔχομεν πάντες εὖ ποιεῖν μᾶλλον ἢ εὖ πάσχειν αἱρεῖσθαι, καὶ πρὸς τοὺς νῦν ἀτελείᾳ χρωμένους κατὰ ταὐτὰ διακεῖσθαι καὶ πρὶν ὑπʼ αὐτῶν ἡμᾶς εὖ πεπονθέναι, ταύτης αὐτοὺς ἀξιῶσαι. ὅτε δʼ ὑπʼ αὐτῶν πρόσθεν ἡμεῖς εὖ πεπονθότες ἔπειτα ταύτης αὐτοὺς ἠξιώκαμεν, ἐθελήσομεν πάλιν αὖ ταύτην αὐτοὺς ἀφελέσθαι, ὥσπερ ἐπὶ ῥητοῖς δεδωκότες, ἢ ἡμῶν αὐτῶν ὅτι παρέσχομεν καταγνόντες; καὶ τίνα περὶ ἡμῶν αὐτῶν τοῖς Ἕλλησι δώσομεν δόξαν, οἱ μεγαλοψυχίας ἑκασταχοῦ γῆς ἴσχοντες ὄνομα, καὶ οὕτω φανερώτατα πάντων ἀνθρώπων διʼ ἀρετὴν ὑπὸ θεῶν σπουδασθέντες ὡς καὶ λιμοῦ ποτε κατειληφότος τὴν οἰκουμένην πᾶσαν σχεδὸν καὶ Ἕλλησι καὶ βαρβάροις τὸν Πύθιον ἀνελεῖν οὐκ ἂν τὸν λιμὸν ἄλλως πεπαῦσθαι εἰ μὴ Ἀθηναίων ὑπὲρ πάντων </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="136"><p> εἰς οὐρανὸν χεῖρας ᾐρκότων; πρὸς γὰρ τῷ τῆς ἐσχάτης <pb xml:id="v.2.p.692"/> ἀγνωμοσύνης εἶναι τὴν τῶν διδομένων ἀφαίρεσιν, καὶ ἣν ἀτέλειαν νῦν ἴσχουσιν οὗτοι, οἴκοθεν καὶ παρʼ ἑαυτῶν ἴσχουσι ταύτην, οὐ χάριν ἡμετέραν λαβόντες, ἀλλʼ ὧν εἰς ἡμᾶς ἔδρασαν ἀγαθῶν ὥσπερ τινὰ ταύτην ἀντειληφότες μισθόν. οὐκοῦν ἐὰν ἀφέλωμεν ταύτην αὐτοὺς, πρῶτον μὲν οὐχ ἃ χαριζόμενοι σφίσι παρέσχομεν, ταῦτα τούτους ἀφαιρησόμεθα δή που, ἀλλʼ ὧν κατὰ τὸν τοῦ δικαίου λόγον εἰσὶ κύριοι, τούτων στερήσονται· ἔπειτα καὶ οἷς ἡμᾶς εὖ πεποιήκασιν οὗτοι, ταῦτʼ εἰκότως ἀνταπαιτήσουσι, καὶ πολλῷ δικαιότερον ἢ ἡμεῖς, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="138"><p> εἴπερ ἡμεῖς μὲν μηδὲν ἐγκαλεῖν ἔχοντες τούτοις μηδὲ μεμφόμενοι, ἀλλʼ ἑκόντες ὄντες ἐνταῦθʼ ἥξομεν, οἱ δὲ καὶ ἄκοντες καὶ τὸ παράλογον τοῦτο ἐπικαλοῦντες ἡμῖν. ὥστε λάθοιμεν ἂν διʼ ἡμῶν αὐτῶν ἐπὶ τουτουσὶ τὸ ξίφος ὠθοῦντες, μᾶλλον δʼ αὐτοῖς ἐπηρεάζειν ἐθέλοντες τοσοῦτον ἡμᾶς καταβλάψομεν, ὅσον οἱ μὲν ἅ γʼ ἔσχον ἐν δίκῃ, τούτων οὐκ ἐν δίκῃ στερήσονται, ἡμεῖς δὲ οὐχ ὅσον ἀπατεῶνες δόξομεν εἶναι, ἀλλὰ καὶ ὧν πρόσθεν παρʼ αὐτῶν ἀπελαύσαμεν, τούτων διὰ τὴν εἰς αὐτοὺς ἀγνωμοσύνην ὑφέξομεν δίκην δικαίως, τὴν εἴσπραξιν.</p><p rend="align(indent)">ὅσῳ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς καλλίστοις ἐπιχειρεῖν ἐν τῷ βελτίονι κεῖται ἢ τὸ μηδὲν χρηστὸν πράττειν αἱρεῖσθαι, τοσούτῳ δεῖ μᾶλλον ἡμᾶς τὴν πρὸς αὐτοὺς πίστιν διὰ τέλους φυλάττειν ἢ κεκινηκέναι ταύτην βεβουλῆσθαι, ἀλλὰ μὴν εἴ γε οὕτω προεισενεγκόντες ἡμῖν οὕτως ἀτιμασθήσονται, καὶ οὐδὲν αὐτοῖς τὸ <pb xml:id="v.2.p.693"/> παράπαν ἀρκέσει τὸ γοῦν χαρίτων ὑπῆρχθαι, τί ποτʼ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="140"><p> ἂν ἔμελλον πείσεσθαι μηδὲν ὅλως προεισενεγκόντες; οὓς ἐχρῆν, εἰ μὴ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ἡμετέραν πρὸς ἅπαντας μεγαλοψυχίαν καὶ τὸ πεφυκὸς χαρίζεσθαι, μὴ ταῦτα μόνον εἰς τέλος, ἀλλὰ καὶ πλείω πρὸς τούτοις ἔχειν; τούτων δʼ ὁμοῦ συνιόντων, Ἡράκλεις, εἰς μηδὲν ἐξ αὐτῶν τούτοις ὄνησις ἔσται, ὧν θάτερον ἤρκεσεν ἄν; ἄνευ δὲ τούτων εἰ, ὅτε παρʼ ὑμῶν ἠξιοῦντο τῆς ἀτελείας, ἔφασαν δεδιέναι μὴ μετʼ ὀλίγον αὐτοὺς ταύτην ἀφέλησθε, οὐ μόνον μανίας ἂν εἵλετʼ αὐτοὺς, οὕτως ἔχοντας γνώμης, ἀλλὰ καὶ ὡς τῆς προαιρέσεως ὑμῶν καταψευδομένοις ἐπετιμᾶτε. εἶθʼ ἃ τουτοισὶ δεδιόσιν ἐνεκαλεῖτʼ ἂν, ταῦθʼ ὑμεῖς ἑκόντες ἕλοισθʼ ἂν πεπονθέναι; καίτοι οἱ μὲν τοιαυτὶ προϊσχόμενοι τότε οὐ παντελῶς ἀσύγγνωστʼ ἂν λέγειν ἐδόκουν, ἡμῖν δʼ οὕτω διατεθεῖσιν οὐδʼ ἡτισοῦν παρʼ οὐδενὸς παραίτησις ἔσται, ἀλλὰ καὶ ἀπιστήσουσιν ἅπαντες, εὖ οἶδα, ὁμοῦ μὲν τὴν ἡμετέραν μεγαλοψυχίαν, καὶ πρὸς τοὺς πονηροτάτους </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="142"><p> εἰδότες, ὁμοῦ δὲ καὶ τῶν ἀμηχάνων νομίζοντες εἶναι τοὺς τῶν δεόντων πᾶσιν ἁπλῶς καθεστηκότας συμβούλους ἡμᾶς ἔπειτα καθʼ ἡμῶν αὐτῶν συμβούλῳ τῷ Λεπτίνῃ κεχρῆσθαι, ὡς ταῦτʼ ἔχειν ψηφίζεσθαι.</p><p rend="align(indent)">ἀλλʼ ἐκεῖσε πάλιν ἐπάνειμι. εἰ, ὅτʼ αὐτοὺς ἀντευποιεῖν ᾤεσθε δεῖν, οὗτοι τοῦ μὴ μεταβαλεῖν ὅρκους ἀπῄτουν, πάντως ἂν εἴξατε τῇ προκλήσει· ἀχθόμενοι μὲν σφίσι τοῦ μὴ πιστεύεσθαι, ἀπειπεῖν δὲ οὐκ ἔχοντες ὅλως τοῦ μὴ τὸ δέος βεβαιῶσαι καθάπαξ. οὐκοῦν ἄτοπον ἃ τότε τοῖς ὅρκοις ἐπιστώσασθε ἂν, ταῦτα νῦν ἄνευ ὅρκων μὴ ἐθελῆσαι φυλάξαι, καὶ ταῦτα τοῦθʼ ὡς ἀληθῶς κάλλιον ὂν καὶ πρὸς δόξαν μᾶλλον ὑμῖν, εἴπερ τότε μὲν ὑπὸ τῆς τῶν ὅρκων ἀνάγκης ἐδοκεῖτε φυλάττειν, νῦν δὲ καὶ χωρὶς τῆς ἐκεῖθεν ἀνάγκης τοῦτο ποιοῦντες <pb xml:id="v.2.p.694"/> γνώμης ἀρίστης καὶ μάλισθʼ ὑμῖν προσηκούσης φέροισθʼ ἂν δόξαν. ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θαυμάζειν ἔπεισιν, εἰ διαβαλλόντων μέν τινων ἡμᾶς οὐκ ἂν </p></div></div></body></text></TEI>