<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="118"><p> ἠξίουν καὶ διαλύσασθαι κατὰ τὸ εἰκὸς, αὐτοὶ δʼ οὗτοι τοῦτʼ ἂν πρῶτον γνώρισμα τῆς ὁμονοίας ἐβόων γενέσθαι, ἐὰν ὁ δῆμος ἅπας ἐκτίσῃ.</p><p rend="align(indent)">ὅτε τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μηδʼ ἡστινοσοῦν προϋπηργμένης ἀνάγκης, ἀλλʼ ὑπὸ τοῦ φιλανθρωποτάτου μόνου τῆς γνώμης τὰ τοιαῦτα πράττειν τῶν καλλίστων ἐδόκει, καὶ διαγεγόναμεν τὸν ἅπαντα χρόνον τὴν καλλίστην ταύτην καὶ λυσιτελεστάτην καὶ μόνην προσήκουσαν ἀνθρώποις φιλοτιμούμενοι, νῦν ἀμφοτέρων ὄντων, τοῦ τε τὰ δίκαια πράττειν ἀνάγκην εἶναι τοῦ τε κεχρῆσθαι τῇ γνώμῃ, καὶ μὴ τὴν ἐξ ἀρχῆς θαυμαστὴν ταύτην ἔνστασιν ἐγκαταλιπεῖν, ἔπειτʼ οὐκ ἐθελήσομεν; καὶ πῶς οὐκ ἄτοπον τοῖς μὲν ἡμετέροις αὐτῶν κινδύνοις ἐξαιρεῖσθαι τοὺς ἄλλους ἐθέλειν κινδύνων, ἄμφω δὲ ἐξὸν ἔχειν, καὶ ἡμᾶς αὐτοὺς εὖ πάσχειν ὑπʼ ἄλλων, καὶ τοὺς ἄλλους ὑφʼ ἡμῶν ἀξιοῦσθαι τῶν ἴσων, εἶτʼ ἀμφοῖν ἐστερῆσθαι δεδέχθαι, καὶ τοὺς μὲν τὰ δεινότατα πάντων εἰργασμένους τὴν πόλιν καὶ μηδʼ ἡντινοῦν ὑπερβολὴν <pb xml:id="v.2.p.687"/> </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="120"><p> ἐλλελοιπότας κακίας, ὡς μηδʼ ἀδακρυτὶ μνημονεύειν ἐξεῖναι, τοσαύτης δή τινος διὰ τὴν ὁμόνοιαν σπουδῆς ἀξιῶσαι, ὡς καὶ μεγίστην ὑπὲρ αὐτῶν ὑποστῆναι χρημάτων δαπάνην· τοὺς δʼ ἡμετέρους εὐεργέτας καὶ φίλους, καὶ οἷς ἀνάγκη διʼ αὐτὸ τοῦτο τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτους, δικαίους ὄντας καὶ μείζονος ἧς νῦν παρʼ ἡμῖν ἀπολαύουσι τυγχάνειν προνοίας, ἡμᾶς δὲ καὶ ἃ σφίσι δεδώκαμεν, ὡς μηδενὸς ὄντας ἀξίους, ἀφελεῖν ἐθελῆσαι; καὶ τίς οὐκ οἶδεν ὡς οὕτω γʼ ἂν τὸ καθʼ ἡμᾶς εἰς αἴνιγμα πέσοι, νῦν μὲν οὕτως, νῦν δʼ ἐκείνως ἔχοντας, μᾶλλον δὲ οὐδετέρως, ἐπεὶ καὶ οὕτω κἀκείνως;</p><p rend="align(indent)">καὶ μὴν ἅπας μὲν νόμος, διʼ ὧν τοῦ κοινῇ λυσιτελοῦντος διὰ πάντων φροντίζει, εὖ πράττειν τοὺς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="122"><p>χρωμένους παρασκευάζει, τά τε ἄλλα καὶ τὸ ταὐτὰ διὰ τέλους φρονεῖν· ὅπερ εὐπραγίας ὡς ἀληθῶς ἴδιον. οὗτος δὲ μηδένα τούτου ποιούμενος λόγον, ἀλλὰ καὶ παρὰ τὸ κοινῇ συμφέρον καινοτομῶν ἃ μὴ δεῖ, ἐν τοῖς μεγίστοις καταβλάπτει τὴν πόλιν, οὐ μόνον ἀσύμφωνον αὐτὴν πρὸς ἑαυτὴν καθιστὰς, ἀλλὰ καὶ τῶν πάνυ τοι προσηκόντων ἀποστερῶν καὶ ὧν πᾶς τις ἂν αὐτῇ τυγχάνειν εἰς ἅπαν συνεύξαιτο. τί δʼ ἂν εἴη κατʼ εὐχὴν πόλεσι μᾶλλον ἢ τὸ φίλους καὶ εὐεργέτας ὁσημέραι κεκτῆσθαι; ὧν οὗτος, εἰ κύριος ἔσται, ταύτην καθάπαξ ἀπάγων, εἰ μὴ τοῦτʼ ἔσται, τούτων αὐτὴν καθάπαξ ἐμπλήσει. εἰ τοίνυν τὸ μὲν τουτονὶ λελυκέναι συνίστησιν ἡμῖν τοὺς γνωρίμους εἰς ἅπαν καὶ προσέτι πλείους ποιεῖ, τὸ δʼ αὖ σώζειν ἐθέλειν ἡμῶν τούτους ἀφίστησι, τοσούτῳ κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὐτῆς ὡς <pb xml:id="v.2.p.688"/> ἀληθῶς τῆς πόλεως μᾶλλον λύειν τοῦτον ἢ σώζειν, ὅσῳ τὸ τυγχάνειν εὐεργετῶν τε καὶ φίλων ἢ τούτων </p></div></div></body></text></TEI>