<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="112"><p> ἠτυχηκότα καὶ τῆς Σφιγγὸς καθαιρέτην Οἰδίποδα τὸν Λαΐου, ἐξεληλαμένον μὲν Θηβῶν τε καὶ πάσης τῆς Βοιωτίας ὑπὸ τοῦ συγγενοῦς Κρέοντος, καταφυγόντα δὲ ὡς ἡμᾶς, καὶ μεγίστης ἀξιωθέντα προνοίας· ἀλλὰ καὶ Θηβαίους αὐτοὺς, ὕστερον κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένους. καὶ μὴν καὶ Ταναγραίοις καὶ Θετταλοῖς τοῖς μὲν στάσει χρησαμένοις καὶ πρὸς τὸ μηδὲν ἤδη χωροῦσι, Ταναγραίοις δὲ ὑπὸ Θηβαίων ἐξῳκισμένοις γεγόναμεν ἐν καιρῷ, τοῦ μὴ διεφθάρθαι καθάπαξ αἴτιοι μετὰ τοὺς θεοὺς αὐτοῖς καταστάντες. ταυτὸ δὲ τοῦτο Μεσσήνιοι καὶ Πλαταιεῖς ἔχουσι λέγειν, οἱ μὲν ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων κατασκαφέντες, ὑφʼ ἡμῶν δὲ σωθέντες, οἱ Πλαταιεῖς, τοῖς δʼ ὑπὸ Λακεδαιμονίων κατασκαφεῖσι τὰ μέγιστα ξυνηράμεθʼ ἡμεῖς, καὶ νῦν εἰσι Μεσσήνιοι διὰ τὴν πόλιν. καὶ σιωπῶ Δρύοπας <pb xml:id="v.2.p.685"/> καὶ Πελασγοὺς καὶ πάντας τοὺς ἄλλους, οὓς ἐδέξατο μὲν κινδυνεύοντας, οὕτω δʼ ἀντʼ ἀγαθοῦ του δαίμονος σφίσι κατέστη ὡς ἐπιλελῆσθαι διʼ ὧν εὖ πεπόνθασι καὶ τῶν συμφορῶν.</p><p rend="align(indent)">καὶ οὐχὶ πάλαι μὲν οὕτω πρὸς πάντας θαυμαστῶς καὶ μεγαλοψύχως ἔσχεν ἡ πόλις, νῦν δὲ ὡς ἑτέρως καὶ παρὰ πολὺ τῶν προγόνων καὶ τῆς ὑποθέσεως ἀναξίως, ἀλλὰ χθὲς καὶ πρώην ἐπὶ τῶν Μηδικῶν, τοῦ μὲν βαρβάρου μεγάλων καὶ ὧν οὐκ ἄν τις ἤλπισεν ἡμᾶς ἀξιοῦντος, ἐφʼ ᾧ συμμάχους αὐτῷ προσλαβεῖν δεδυνῆσθαι, τῶν δʼ αὖ Λακεδαιμονίων ἑτέρωθεν ἐν τούτῳ δέους διὰ ταῦτα μάλιστα καταστάντων, ὡς καὶ παῖδας ἡμῖν καὶ γυναῖκας καὶ πρεσβύτας, ἕως ἂν ὁ πόλεμος ᾖ, διὰ πάντων εὖ ποιεῖν ὑπεσχῆσθαι, ποίους τινὰς παρέσχομεν ἡμᾶς αὐτοὺς καὶ πῶς τουτοισὶ διετέθημεν δή </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="116"><p> που; τοῖς μὲν γὰρ ὡς ἀνάξια τῆς ἡμετέρας προαιρέσεως καὶ φιλανθρωπίας διʼ ὧν ἐπηγγέλλοντο βεβουλευμένοις μεμψάμενοι, τοῦ δʼ ὡς ἀδυνάτοις ἐπιχειροῦντος οὐδʼ ἀκοῦσαι ὅλως οὐδʼ ὁπωστιοῦν ἀνασχόμενοι, τὸν μὲν αἰσχρῶς ἀναχωρῆσαι τῆς Ἑλλάδος παρεσκευάκαμεν, τοὺς δὲ μετὰ τῆς Ἑλλάδος ἐξειλόμεθα τῶν κινδύνων. πάλιν τοίνυν κοινῇ πάντες ξυνεισενεγκεῖν Λακεδαιμονίοις τὰ χρήματʼ ᾠήθημεν δεῖν, ἅπερ ἐδανείσαντο μὲν παρʼ <pb xml:id="v.2.p.686"/> αὐτῶν οἱ τριάκοντα κατὰ τῶν ἐν Πειραιεῖ· ὡς δὲ τὰ πράγματα κατέστη καὶ Λακεδαιμόνιοι ταῦτʼ ἀπῄτουν, οἱ μὲν ἄλλοι πάντες ἀποδοῦναι τοὺς δανεισαμένους </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="118"><p> ἠξίουν καὶ διαλύσασθαι κατὰ τὸ εἰκὸς, αὐτοὶ δʼ οὗτοι τοῦτʼ ἂν πρῶτον γνώρισμα τῆς ὁμονοίας ἐβόων γενέσθαι, ἐὰν ὁ δῆμος ἅπας ἐκτίσῃ.</p><p rend="align(indent)">ὅτε τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μηδʼ ἡστινοσοῦν προϋπηργμένης ἀνάγκης, ἀλλʼ ὑπὸ τοῦ φιλανθρωποτάτου μόνου τῆς γνώμης τὰ τοιαῦτα πράττειν τῶν καλλίστων ἐδόκει, καὶ διαγεγόναμεν τὸν ἅπαντα χρόνον τὴν καλλίστην ταύτην καὶ λυσιτελεστάτην καὶ μόνην προσήκουσαν ἀνθρώποις φιλοτιμούμενοι, νῦν ἀμφοτέρων ὄντων, τοῦ τε τὰ δίκαια πράττειν ἀνάγκην εἶναι τοῦ τε κεχρῆσθαι τῇ γνώμῃ, καὶ μὴ τὴν ἐξ ἀρχῆς θαυμαστὴν ταύτην ἔνστασιν ἐγκαταλιπεῖν, ἔπειτʼ οὐκ ἐθελήσομεν; καὶ πῶς οὐκ ἄτοπον τοῖς μὲν ἡμετέροις αὐτῶν κινδύνοις ἐξαιρεῖσθαι τοὺς ἄλλους ἐθέλειν κινδύνων, ἄμφω δὲ ἐξὸν ἔχειν, καὶ ἡμᾶς αὐτοὺς εὖ πάσχειν ὑπʼ ἄλλων, καὶ τοὺς ἄλλους ὑφʼ ἡμῶν ἀξιοῦσθαι τῶν ἴσων, εἶτʼ ἀμφοῖν ἐστερῆσθαι δεδέχθαι, καὶ τοὺς μὲν τὰ δεινότατα πάντων εἰργασμένους τὴν πόλιν καὶ μηδʼ ἡντινοῦν ὑπερβολὴν <pb xml:id="v.2.p.687"/> </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="120"><p> ἐλλελοιπότας κακίας, ὡς μηδʼ ἀδακρυτὶ μνημονεύειν ἐξεῖναι, τοσαύτης δή τινος διὰ τὴν ὁμόνοιαν σπουδῆς ἀξιῶσαι, ὡς καὶ μεγίστην ὑπὲρ αὐτῶν ὑποστῆναι χρημάτων δαπάνην· τοὺς δʼ ἡμετέρους εὐεργέτας καὶ φίλους, καὶ οἷς ἀνάγκη διʼ αὐτὸ τοῦτο τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτους, δικαίους ὄντας καὶ μείζονος ἧς νῦν παρʼ ἡμῖν ἀπολαύουσι τυγχάνειν προνοίας, ἡμᾶς δὲ καὶ ἃ σφίσι δεδώκαμεν, ὡς μηδενὸς ὄντας ἀξίους, ἀφελεῖν ἐθελῆσαι; καὶ τίς οὐκ οἶδεν ὡς οὕτω γʼ ἂν τὸ καθʼ ἡμᾶς εἰς αἴνιγμα πέσοι, νῦν μὲν οὕτως, νῦν δʼ ἐκείνως ἔχοντας, μᾶλλον δὲ οὐδετέρως, ἐπεὶ καὶ οὕτω κἀκείνως;</p><p rend="align(indent)">καὶ μὴν ἅπας μὲν νόμος, διʼ ὧν τοῦ κοινῇ λυσιτελοῦντος διὰ πάντων φροντίζει, εὖ πράττειν τοὺς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="122"><p>χρωμένους παρασκευάζει, τά τε ἄλλα καὶ τὸ ταὐτὰ διὰ τέλους φρονεῖν· ὅπερ εὐπραγίας ὡς ἀληθῶς ἴδιον. οὗτος δὲ μηδένα τούτου ποιούμενος λόγον, ἀλλὰ καὶ παρὰ τὸ κοινῇ συμφέρον καινοτομῶν ἃ μὴ δεῖ, ἐν τοῖς μεγίστοις καταβλάπτει τὴν πόλιν, οὐ μόνον ἀσύμφωνον αὐτὴν πρὸς ἑαυτὴν καθιστὰς, ἀλλὰ καὶ τῶν πάνυ τοι προσηκόντων ἀποστερῶν καὶ ὧν πᾶς τις ἂν αὐτῇ τυγχάνειν εἰς ἅπαν συνεύξαιτο. τί δʼ ἂν εἴη κατʼ εὐχὴν πόλεσι μᾶλλον ἢ τὸ φίλους καὶ εὐεργέτας ὁσημέραι κεκτῆσθαι; ὧν οὗτος, εἰ κύριος ἔσται, ταύτην καθάπαξ ἀπάγων, εἰ μὴ τοῦτʼ ἔσται, τούτων αὐτὴν καθάπαξ ἐμπλήσει. εἰ τοίνυν τὸ μὲν τουτονὶ λελυκέναι συνίστησιν ἡμῖν τοὺς γνωρίμους εἰς ἅπαν καὶ προσέτι πλείους ποιεῖ, τὸ δʼ αὖ σώζειν ἐθέλειν ἡμῶν τούτους ἀφίστησι, τοσούτῳ κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὐτῆς ὡς <pb xml:id="v.2.p.688"/> ἀληθῶς τῆς πόλεως μᾶλλον λύειν τοῦτον ἢ σώζειν, ὅσῳ τὸ τυγχάνειν εὐεργετῶν τε καὶ φίλων ἢ τούτων </p></div></div></body></text></TEI>