ἀφαιρεῖν αὖθις οἴεται δεῖν, λογίζεσθαι πᾶσιν ἐξ ἀνάγκης ξυμβαίνει ὡς ἢ μὴ γνώμης εὐθύτητι παρέσχεν ἐκεῖνα, ἀλλʼ ὅπως μειζόνως τούτους οἷς ἀποστερήσει λυπήσῃ ἢ εἰ μὴ, τοῦτο λειπόμενόν ἐστιν ἐξ ἀνάγκης, ὡς οὐ μετὰ λογισμοῦ τότε παρέσχεν, ἐπεὶ πάλιν ἐκτὸς αἰτίας ἀφείλετο. τὸ γὰρ μηδʼ ἡστινοσοῦν ἐπειγούσης ἀνάγκης· ἀνάγκᾳ δὲ οὐδὲ θεοὶ, φασὶ, μάχονται· ἑτοίμως ἐφʼ ἕτερʼ ἄττα μεταχωρεῖν τεκμήριόν ἐστι θαυμαστὸν τοῦ τε καθάπαξ ἀβεβαίου τῆς γνώμης τοῦ τε μηδὲν ἐξ ἀρχῆς βεβουλεῦσθαι, ὥσπερ αὖ κραταιᾶς εὖ μάλα καὶ μετὰ λογισμοῦ καὶ ψήφου τοῖς πράγμασιν ἐγχειρούσης τὸ μηδὲν εἰκῆ μεταβάλλειν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἐμμένειν. εἶεν. Λεπτίνη, σὲ δʼ ἄν τις ἔρηται τοῦ χάριν θυσίαις καὶ τελεταῖς τοὺς θεοὺς καὶ προσόδοις τιμῶμεν, εἰ μὲν ὧν παρʼ αὐτῶν εὖ πεπόνθαμεν μόνων ἐρεῖς, οὐκ ὀρθῶς ἐρεῖς, εἰ δὲ τοῦθʼ ἅπασι δῆλον ὡς ἐφʼ ἑκάτερον ταῦτα βλέπει καὶ οὐ μόνον τῶν παρελθόντων, ἀλλὰ καὶ τῶν μελλόντων διʼ αὐτῶν ποιούμεθα πρόνοιαν· τὰ μὲν ὅπως εὖ μάλα παρέσται δεόμενοι καὶ μετὰ παντὸς ἀεὶ τοῦ βελτίονος, τῶν δὲ χάριν εἰδότες, καὶ πρὸς τὰ ἴσα καὶ μείζω παρακαλοῦντες· τί καινὸν, εἰ καὶ πρὸς τοὺς εὐεργέτας ταυτὸν τοῦτο ποιεῖν οἰόμεθα δεῖν, ἐπεὶ καὶ πρώτους εὐεργέτας ἅπαντες ἴσμεν θεοὺς, καὶ ὡς ἐξ ἀρχῆς συστησαμένους τόδε τὸ πᾶν, καὶ ὡς τῇ διηνεκεῖ διὰ πάντων προνοίᾳ συνέχοντας τοῦτʼ ἀεὶ καὶ κοσμοῦντας καὶ χαίροντας τῷ προσρήματι τούτῳ μᾶλλον ἢ πολυτελείαις ἐναγισμάτων; ὥστε τοῦτον τὸν τρόπον ταυτόν ἐστιν εἰς εὐεργέτας καὶ εἰς θεοὺς ἁμαρτεῖν. καὶ μὴν ἄνθρωποι μὲν ἁπάντων εἰσὶν ἐνδεεῖς, θεοῖς δὲ μηδενὸς δεῖ τῶν ἁπάντων, ἅτʼ οὖσι χορηγοῖς τῶν ἁπάντων· ἀλλʼ ἢν τὰ παρʼ ἡμῶν ποτʼ ἐλλείπῃ καὶ μὴ τὴν νομιζομένην ταύτην εἰσφέρωμεν εἰσφορὰν, ἐναγεῖς εὐθὺς ἡμεῖς καὶ μιαροὶ καὶ προδόται τοῦ θείου καὶ κακῶν κάκιστοι, καὶ δεῖ δοῦναι δίκην, κατὰ τὸν Σωφρονίσκου Σωκράτη. εἰ τοίνυν τοῖς μηδενὸς δεομένοις θεοῖς τοσούτων ἐσμὲν ὀφειλέται, καὶ πάντων ἀναγκαιότατος οὗτος ἔρανος, πόσον τι χρὴ τοῦτʼ εἶναι τοῖς πάντων δεομένοις ἀνθρώποις; παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω, μάλιστα πάντων ἡμῖν διαφέρον, ὡς εἰ καὶ τῶν δικαίων ἥκιστʼ ἐτύγχανεν ὂν τὸ τοὺς εὐεργέτας δή που τιμᾶν, καὶ ἃ παρεσχόμεθʼ αὐτοῖς, ταῦτʼ εἰς ἅπαν ἔχειν ἐᾶν, ἡμεῖς δὲ καὶ οὕτως οὐκ ἂν τῆς συνήθους ἐξέστημεν μεγαλοψυχίας καὶ τοῦ παντὶ τρόπῳ κοινῇ πάντας ἐκ τῶν δυνατῶν εὖ ποιεῖν προθυμεῖσθαι· εἰκότως. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡμῖν λόγος χρημάτων οὐδʼ εἱστισοῦν, καθάπερ πᾶσι τοῖς ἄλλοις, ἀλλὰ θαυμαστῆς τινος δόξης καὶ τοῦ φιλανθρώπους ἐκ περιουσίας διὰ πάντων ἅπασιν εἶναι. τεκμήριον δʼ ἐναργὲς τὸ πάλαι μὲν ἡμᾶς πάνυ τοι πλείστων