<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="102"><p> μὴ τὰ προσήκοντʼ αὐτοῖς πράττειν αἱρεῖσθαι· οὐκοῦν τὸ μὲν μισεῖται, ἀδικίας δὲ κολαστὰς ἴσμεν τοὺς νόμους. εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μὴ παρασχόντες ἠγνωμονοῦμεν ἂν, ταῦτα μετὰ τὸ παρασχεῖν ἀφελόμενοι τοιοῦτον καθʼ ἡμῶν βουλησόμεθα λόγον πᾶσι γενέσθαι, ὡς Ἀθηναῖοι τοὔλαττον ὡς κακὸν φυλαξάμενοι ἑκόντες ὄντες τῷ μείζονι περιέπεσον; μηδαμῶς. ἔτι τοίνυν ὁ <pb xml:id="v.2.p.682"/> μὲν παρʼ ὧν εὖ ἐπεπόνθει, τούτους οὐκ ἐθέλων τοῖς ἴσοις ἀμείψασθαι ἀγνωμοσύνης ἅμα καὶ ἀδικίας ἔγκλημα φέρεται, ὁ δʼ ἃ δέδωκεν ἀφαιρούμενος πρὸς τῷ τούτοις ἐνέχεσθαι καὶ τὴν τοῦ μὴ τὰ δέοντα πράττειν εἰδέναι δόξαν ἑαυτῷ δή που προσάπτει, καὶ προσέτι σκαιότητος καὶ περιεργίας. διʼ ὧν γὰρ ἃ δέδωκεν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="104"><p>ἀφαιρεῖν αὖθις οἴεται δεῖν, λογίζεσθαι πᾶσιν ἐξ ἀνάγκης ξυμβαίνει ὡς ἢ μὴ γνώμης εὐθύτητι παρέσχεν ἐκεῖνα, ἀλλʼ ὅπως μειζόνως τούτους οἷς ἀποστερήσει λυπήσῃ ἢ εἰ μὴ, τοῦτο λειπόμενόν ἐστιν ἐξ ἀνάγκης, ὡς οὐ μετὰ λογισμοῦ τότε παρέσχεν, ἐπεὶ πάλιν ἐκτὸς αἰτίας ἀφείλετο. τὸ γὰρ μηδʼ ἡστινοσοῦν ἐπειγούσης ἀνάγκης· ἀνάγκᾳ δὲ οὐδὲ θεοὶ, φασὶ, μάχονται· ἑτοίμως ἐφʼ ἕτερʼ ἄττα μεταχωρεῖν τεκμήριόν ἐστι θαυμαστὸν τοῦ τε καθάπαξ ἀβεβαίου τῆς γνώμης τοῦ τε μηδὲν ἐξ ἀρχῆς βεβουλεῦσθαι, ὥσπερ αὖ κραταιᾶς εὖ μάλα καὶ μετὰ λογισμοῦ καὶ ψήφου τοῖς πράγμασιν ἐγχειρούσης τὸ μηδὲν εἰκῆ μεταβάλλειν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἐμμένειν. εἶεν.</p><p rend="align(indent)">Λεπτίνη, σὲ δʼ ἄν τις ἔρηται τοῦ χάριν θυσίαις καὶ τελεταῖς τοὺς θεοὺς καὶ προσόδοις τιμῶμεν, εἰ μὲν ὧν παρʼ αὐτῶν εὖ πεπόνθαμεν μόνων ἐρεῖς, οὐκ ὀρθῶς ἐρεῖς, εἰ δὲ τοῦθʼ ἅπασι δῆλον ὡς ἐφʼ ἑκάτερον ταῦτα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="106"><p> βλέπει καὶ οὐ μόνον τῶν παρελθόντων, ἀλλὰ καὶ τῶν μελλόντων διʼ αὐτῶν ποιούμεθα πρόνοιαν· τὰ μὲν ὅπως εὖ μάλα παρέσται δεόμενοι καὶ μετὰ παντὸς ἀεὶ τοῦ βελτίονος, τῶν δὲ χάριν εἰδότες, καὶ πρὸς τὰ ἴσα καὶ μείζω παρακαλοῦντες· τί καινὸν, εἰ καὶ πρὸς τοὺς εὐεργέτας ταυτὸν τοῦτο ποιεῖν οἰόμεθα δεῖν, ἐπεὶ καὶ πρώτους εὐεργέτας ἅπαντες ἴσμεν θεοὺς, καὶ ὡς ἐξ ἀρχῆς <pb xml:id="v.2.p.683"/>συστησαμένους τόδε τὸ πᾶν, καὶ ὡς τῇ διηνεκεῖ διὰ πάντων προνοίᾳ συνέχοντας τοῦτʼ ἀεὶ καὶ κοσμοῦντας καὶ χαίροντας τῷ προσρήματι τούτῳ μᾶλλον ἢ πολυτελείαις ἐναγισμάτων; ὥστε τοῦτον τὸν τρόπον ταυτόν ἐστιν εἰς εὐεργέτας καὶ εἰς θεοὺς ἁμαρτεῖν. καὶ μὴν ἄνθρωποι μὲν ἁπάντων εἰσὶν ἐνδεεῖς, θεοῖς δὲ μηδενὸς δεῖ τῶν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="108"><p> ἁπάντων, ἅτʼ οὖσι χορηγοῖς τῶν ἁπάντων· ἀλλʼ ἢν τὰ παρʼ ἡμῶν ποτʼ ἐλλείπῃ καὶ μὴ τὴν νομιζομένην ταύτην εἰσφέρωμεν εἰσφορὰν, ἐναγεῖς εὐθὺς ἡμεῖς καὶ μιαροὶ καὶ προδόται τοῦ θείου καὶ κακῶν κάκιστοι, καὶ δεῖ δοῦναι δίκην, κατὰ τὸν Σωφρονίσκου Σωκράτη. εἰ τοίνυν τοῖς μηδενὸς δεομένοις θεοῖς τοσούτων ἐσμὲν ὀφειλέται, καὶ πάντων ἀναγκαιότατος οὗτος ἔρανος, πόσον τι χρὴ τοῦτʼ εἶναι τοῖς πάντων δεομένοις ἀνθρώποις;</p><p rend="align(indent)">παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω, μάλιστα πάντων ἡμῖν διαφέρον, ὡς εἰ καὶ τῶν δικαίων ἥκιστʼ ἐτύγχανεν ὂν τὸ τοὺς εὐεργέτας δή που τιμᾶν, καὶ ἃ παρεσχόμεθʼ αὐτοῖς, ταῦτʼ εἰς ἅπαν ἔχειν ἐᾶν, ἡμεῖς δὲ καὶ οὕτως οὐκ ἂν τῆς συνήθους ἐξέστημεν μεγαλοψυχίας καὶ τοῦ παντὶ τρόπῳ κοινῇ πάντας ἐκ τῶν δυνατῶν εὖ ποιεῖν προθυμεῖσθαι· εἰκότως. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡμῖν λόγος χρημάτων οὐδʼ εἱστισοῦν, καθάπερ πᾶσι τοῖς ἄλλοις, ἀλλὰ θαυμαστῆς τινος δόξης καὶ τοῦ φιλανθρώπους ἐκ περιουσίας διὰ πάντων ἅπασιν εἶναι. τεκμήριον δʼ ἐναργὲς τὸ πάλαι μὲν ἡμᾶς πάνυ τοι πλείστων <pb xml:id="v.2.p.684"/> </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg054.perseus-grc2" n="110"><p>εὐπορηκέναι χρημάτων, πάντα δὲ ταῦθʼ ὑπὸ φιλοτιμίας προέσθαι καὶ τοῦ θαυμάζεσθαι βούλεσθαι, μίαν ὡς ἀληθῶς ἡγουμένους περιουσίαν τὴν ἐν τοῖς τοιούτοις δαπάνην, τά τε ἄλλα καὶ ὅτι χρήματα μὲν ὑπόκειται τύχῃ, φιλοτιμίας δὲ ἀθάνατός ἐστιν ἡ κτῆσις καὶ τὸ κλέος αὐτῆς οὔποτʼ ὀλεῖται· ἧς οὔτʼ οὖν τινές πω τῶν πάντων οὐδʼ ἐπὶ σμικρὸν ἀμφισβητεῖν ἔσχον ἡμῖν οὔθʼ ἡμεῖς κίνδυνον πώποθʼ ὁντινοῦν ἐξέστημεν ὑπὲρ ταύτης, ἀλλὰ καὶ σωμάτων καὶ χρημάτων κοινῶν τε καὶ ἰδίων καὶ πάσης ἡστινοσοῦν ἄλλης παρασκευῆς διʼ αὐτὴν ταύτην ἠφειδοῦμεν ἡδέως. ὅθεν σεσώκαμεν μὲν Ἡρακλείδας κινδυνεύοντας ὑπʼ Εὐρυσθέως παντάπασιν ἐκτετρῖφθαι, καὶ διʼ ἡμῶν εὑρομένους αὐτόν τε ἀμύνασθαι καὶ τῆς Λακεδαίμονος αὖθις μετὰ πολλοῦ τοῦ κρείττονος ἐπιβῆναι· σεσώκαμεν δὲ οὐ μόνον τὸν περὶ Θήβας </p></div></div></body></text></TEI>