μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δʼ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ. ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ ἐπαγγέλλεται τοῦτον ταῦτʼ ἐρεῖν καὶ τούτῳ πλείστῳ χρήσεσθαι τῷ λόγῳ. οὐκ ἀλόγως γε μὴν οὐδὲ τὸ τῶν ἀναξίων ἐμνήσθη, ἀλλὰ μετὰ πάνυ τοι πονηροτάτης τῆς γνώμης, ἵνα τῶν ἀναξίων ἀτελείας ἐκβεβλημένων ταύτης ἀξιόχρεως Κτήσιππος δόξῃ, καὶ αὐτὸς ἐφʼ ἑαυτοῦ καὶ διὰ τὸν πατέρα Χαβρίαν. ἀλλʼ εἰς κενὸν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τῆς ἐπινοίας τἀνδρὶ, καὶ οὐδὲν ἔσται πλέον ταῦτʼ αὐτῷ τεχνωμένῳ, ὑμῶν τὰ δίκαια ποιούντων καὶ ἃ μάλιστα τῇ πόλει προσῆκε καὶ προσέτι τοὺς τἀληθῆ διαστρέφειν ἐπιχειροῦντας μισούντων. ἐπεί τοι καὶ αὐτὸς τοσούτου δέω τούτοις πεπεῖσθαι καὶ προσέχειν τὸν νοῦν ὡς πάντα μᾶλλον ἢ ταῦτʼ ὀρθῶς ἔχειν νομίζειν. ἄνευ γὰρ τοῦ ταῦτʼ αὐτὸν, ὡς ἔφην, πεπραγματεῦσθαι καὶ τὴν αἰτίαν Κτήσιππον εἶναι, οὐδὲ τὸ τῶν ἀναξίων ὅλως ἔχω γιγνώσκειν ὡς εἰς καιρὸν εἰρημένον καὶ τῶν πραγμάτων ἀξίως, κἂν ὅτι μάλιστʼ αὐτὸς τούτοις ἐπιχειρῇ. εἰ μὲν γὰρ ἐξέτασις προὔκειτο γένους καὶ μόνους ἔδει τοὺς εὖ γεγονότας τιμᾶσθαι, καλῶς ἂν εἶχε τοὺς εὖ πεισομένους φυλοκρινεῖν· εἰ δʼ ἁπλῶς εὖ πάσχειν ἀνάγκη τοὺς εὖ πεποιηκότας, καὶ τῆς ἀρετῆς οὗτος μισθὸς, ἀτέλειαν δὲ οὐδὲν ἕτερον ἴσμεν ἀλλʼ ἢ κατωρθωμένων ἀντίδοσιν, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἀναξίων τε καὶ μὴ μνημονεύειν, ἔνθα πάντας ἀνάγκη κατʼ αὐτὸ δὴ τοῦθʼ ὁμοίως τιμᾶσθαι, κἂν φαῦλός τις ὢν τύχῃ καὶ τῆς κάτω φρατρίας κἂν εἰς Κόδρον ἀνήκων. τί γὰρ Ἀχιλλεὺς μᾶλλον Θερσίτου πρὸς τὸ τὴν παρὰ τῶν Ἑλλήνων φέρεσθαι χάριν, ἂν ἐξ ἴσης ἄμφω τοὺς Τρῶας ἕλωσιν; [ἐπειδὴ ὁ μὲν ἐκ θεῶν, ὁ δʼ οὐ τοιοῦτος.] χωρὶς δὲ τούτων εἰ τοῖς ἀξίοις μόνοις ἀτελείας μετέσται, οὐκ ἔσθʼ ὅ τι μᾶλλον καθʼ ἡμῶν αὐτῶν ἔσται. πρῶτον μὲν γὰρ οὐδένες, εὖ οἶδα, τῶν πάντων ἔτʼ ἀξιώσουσι λειτουργεῖν καὶ τὰς ἀναγκαίας εἰσφορὰς, ὡς νόμος, εἰσφέρειν, ἀλλὰ φυγῇ τὰ πράγματα φεύξονται, οἱ μὲν ἀτελεῖς διʼ αὐτὸ τοῦτο, οἱ δὲ μὴ τούτου τυχόντες διὰ τὸ μηδὲ τυχεῖν ἂν ὅλως ἐξεῖναι. κἀντεῦθεν τοῖς μὲν βασκανία τις πρὸς ἐκείνους ἔσται καὶ φθόνος καὶ δυσμεναίνειν ἀεὶ καὶ πάντα τρόπον μισεῖν· τῇ πόλει δὲ, ἵνα μηδὲν δυσχερὲς εἴπω, τὸ μένειν ἐπὶ ταὐτοῦ καὶ μὴ πρὸς ἐπίδοσιν ἄγειν διὰ τὴν τούτων ἀργίαν καὶ ἔριν. ἔπειτʼ εἰ καί τινες λειτουργοῦντες ἔσονται· οὗτοι δʼ ἂν εἶεν οἱ μηδὲν ἐξ ἀτελείας εἰργόμενοι· ὅτι μὲν μικρά τις ἔσται καὶ φαύλη καὶ τοῦ μηδενὸς ὡς εἰπεῖν ἀξία ἡ παρὰ τούτων αὕτη συντέλεια καὶ σπουδὴ οὐδεὶς ἀγνοεῖ. πλὴν ἔστω γʼ, εἰ βούλεσθε, καλή τε καὶ πρέπουσα καὶ τοῖς πράγμασιν ἀποχρῶσα· πότερον οὖν τῇ πόλει κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὔξησιν μᾶλλον λειτουργοῦντας ἅπαντας ἴσχειν ἢ τινάς; καὶ κοινῆς καὶ δαψιλοῦς ἀπολαύειν προνοίας ἢ μετρίων δή τινων τυγχάνειν τῶν σπουδαστῶν; καὶ βελτιόνων τε καὶ χειρόνων ἢ τοῦτο αὐτὸ μόνον χειρόνων; καὶ πότερον ἐπαινέτας τοὺς ἄλλους πάντας ἢ μεμφομένους κεκτῆσθαι; ἐγὼ μὲν γὰρ οἶμαι καὶ τοὺς βαρβάρους αὐτοὺς εἰκότως ἂν ἡμῖν νεμεσῆσαι, ὅτι διπλοῦ κέρδους ἁπλοῦν ἀνθειλόμεθα, καὶ δέον εὖ πράττειν κατʼ ἄμφω, οἱ δʼ ἀπὸ μέρους ᾠήθημεν δεῖν. τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν ἀτελεῖς εἶναι, τοὺς δὲ μὴ, ὡς οὐ μόνον οὐδενὸς ὧν ἄνω καὶ κάτω διέξεισι Δημοσθένης, ἀλλʼ ὧν ἐμοῦ λέγοντος ἠκούσατʼ ἀρτίως, αἰτιώτατον ἔσται τῇ πόλει πάντας ὑμᾶς ἀκριβῶς οἶμαι πεπεῖσθαι, ἀγχίνους τε ὄντας καὶ πρὸς τὴν τοῦ καλοῦ καὶ δικαίου καὶ συμφέροντος κρίσιν οἴκοθεν καὶ παρὰ τῆς φύσεως παρεσκευασμένους. τὸ δὲ μηδένα τῶν πάντων ἀτελῆ κατὰ τὸν νόμον μήτε νῦν εἶναι μήτʼ εἰσαῦθις ἂν ταῦτʼ ἔχειν ἐξεῖναι, τοῦτʼ οὖν οὕτω πολλοῦ τινος ἄξιον καὶ γέμον ἐλπίδων καὶ πάσῃ πόλει καὶ πολιτεία διαφερόντως προσῆκον, ὡς τοὺς μὲν ἄλλους νόμους τοὺς μὲν ὑπὲρ τῶν ἰδίᾳ διαφερόντων ἑκάστῳ, τοὺς δὲ δημοτελεῖς τινας εἶναι συμβαίνειν, μόνον δὲ τοῦτον ἡμῖν κοινότατον καὶ λυσιτελέστατον καὶ διαρκῆ καὶ βεβαίαν καὶ διὰ πάντων ἥκουσαν τὴν ὠφέλειαν ὡς μάλιστα παρεχόμενον· στρατεύεσθαι γοῦν καὶ τριηραρχεῖν καὶ πρεσβείας τὸ μὲν πέμπειν, τὸ δὲ δέχεσθαι, καὶ προσέτι συμμάχοις χρῆσθαι, σπένδεσθαι πολεμίοις, ἀμύνεσθαι πολεμίους, τῶν οἰκείων ἀντιποιεῖσθαι καὶ σώζειν, καὶ νὴ Δία γε ταὐτὰ φρονεῖν πρὸς ἀλλήλους καὶ πάντας ἓν εἶναι τὴν γνώμην, καὶ συλλήβδην εἰπεῖν ὧν δεῖ πόλει τοσῇδε καὶ τοσούτων ἐθνῶν καὶ νήσων ἐπιστατούσῃ, πάντα ταῦθʼ ἑτοίμως καὶ μετὰ πολλοῦ τοῦ περιόντος καὶ βουλεύεσθαι καὶ ποιεῖν, ἐξ ἄρʼ ἡμῖν τούτου τοῦ νόμου μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπὴν κάλλισθʼ ὑπάρξει· καὶ τοῦθʼ ὡς ἂν οἷός τε ὦ πειράσομαι δεῖξαι καὶ πᾶσι ποιῆσαι καταφανὲς, ἵνα ἀκριβῶς εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶτε ὅσον τῷ νόμῳ τοῦ βελτίστου περίεστι καὶ ὡς, εἴπερ τις ἀνθρώπων, Λεπτίνης δημοτικὸς καὶ περὶ τὴν πόλιν χρηστός. πᾶσα τοίνυν πολιτεία καὶ δυναστεία καὶ ὅλως οἱ τῶν ἀνθρώπων καθʼ ἕνα οὐκ εἴ τι πράξουσι μόνον σκοποῦσιν, ἀλλʼ εἰ συμφέρον τοῦτʼ αὐτοῖς ἔσται, καὶ διὰ πάντων ὡς εἰπεῖν πρὸς αὐτῶν. βούλονται μὲν γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλα βούλονται καὶ τοῦ δικαίου τυγχάνειν ἐν τούτοις καὶ μηδὲν ἐλλείπειν τούτου τοῦ μέρους, ὡς μόνην ταύτην οὖσαν πρᾶξιν ἀρίστην· ἂν δʼ ἄρʼ ἀμφότερα μὴ ἐξῇ, καὶ δίκαια πράττειν καὶ συμφέροντα αὑτοῖς, οἱ δʼ αἱροῦνται συμφέροντα μᾶλλον ἢ δίκαια πράττειν. μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πράττειν οἴονται δεῖν, ὅταν ἃ μέλλουσι πράττειν ἢ μὴ συμφέρονθʼ αὑτοῖς αἴσθωνται ταῦτʼ εἶναι ἢ κατὰ σφῶν αὐτῶν. τὸ μὲν γὰρ μανία σαφὴς, ἑκόντα τινὰ καθʼ αὑτοῦ πράττειν αἱρεῖσθαι· τὸ δʼ ὡς ἀληθῶς κουφότητος καὶ ἀνοίας καὶ τῆς περὶ τὸν Μαργίτην, ὡς εἰπεῖν, συμμορίας, εἰκῆ πονεῖν καὶ πράττειν διὰ κενῆς καὶ εἰς οὐδὲν δέον. Λεπτίνης τοίνυν οὐ μόνον δίκαιον, ἀλλὰ καὶ συμφέροντα καὶ προσέτʼ αἴτιον τῇ πόλει δόξης εἰσήνεγκε νόμον, τῶν μὲν ἐξ ἀρχῆς καὶ πάλαι κειμένων οὐδὲν ἐλάττω, εἰ μὴ καὶ μείζω, ὅσον οὑκεῖνοι παρεῖσαν οὗτος ἐξεῦρε καὶ διωρθώσατο· ἄξιον δὲ οὐ παρὰ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις μόνοις ἡμῖν, ἀλλὰ καὶ πᾶσιν ὡς εἰπεῖν ἀνθρώποις εὐδοκιμεῖν· δίκαιον μὲν ἀνθʼ ὧν κοινῇ πάντας λειτουργεῖν ἀναγκάζει, ὅπερ ἐστὶ δημοκρατουμένων ὡς ἀληθῶς καὶ τὴν ἰσότητα διὰ πάντων τιμώντων, ἀλλὰ μὴ διʼ ἀτελείας τὴν ἀναγκαίαν καὶ δημοτελῆ ταύτην εἰσφορὰν παραιτεῖσθαι, ὥσπερ δεδιότας μὴ δόξωμεν εὖ ποιεῖν τὴν ἡμῶν αὐτῶν. καίτοι πῶς οὐκ ἄτοπον καὶ τοῦ δικαίως ἔχοντος πόρρω τῶν μὲν παρʼ αὐτῆς ἀγαθῶν ἐξ ἴσης ἡμᾶς ἀπολαύειν ἔχειν, ἡμᾶς δʼ οὐκ ἐξ ἴσου τὰ πρὸς αὐτὴν διακεῖσθαι, ἀλλὰ τοὺς μὲν λειτουργεῖν, τοὺς δὲ μή; καὶ παραπλησίους ἀλλήλοις ὄντας τῇ πρὸς ταύτην εὐνοίᾳ, ἐνταῦθα μόνον τὴν ἰσότητα φεύγειν; καὶ πολέμου μὲν ἐπιόντος πάντας ὑπὲρ αὐτῆς κινδυνεύειν αἱρεῖσθαι καὶ τῆς αὐτῆς ἔχεσθαι προθυμίας, ἐν δὲ τοῖς ἐλάττοσι τῶν πραγμάτων καὶ κίνδυνον μὲν οὐδʼ ὁντινοῦν οὐδὲ πόνον, ὠφέλειαν δʼ ὅτι πλείστην τῇ πόλει καὶ ἡμῖν προξενοῦσιν, ἔπειτα πολίτας ὡς εἰπεῖν ἐξ ἡμισείας ὁρᾶσθαι; συμφέροντα δὲ μὴ μόνον τῷ συστάσεις ἀτεχνῶς πολιτειῶν τὰς λειτουργίας εἶναι καὶ θαυμαστὰς καὶ μεγίστας πρὸς ἐπίδοσιν ἀφορμὰς, ἀλλὰ καὶ ὅτι μηδενὸς μὲν ἀτελοῦς ὄντος, ὡς ἔφην, πάντες λειτουργήσουσιν, ἐὰν δὲ ἀτελείας μετέχωσι τινὲς, οὐδὲ εἷς. εἰ τοίνυν ᾧ μὲν χείρω τὰ τῆς πόλεως εἶναι συμβαίνει καὶ πρὸς φθορὰν αὐτῇ μᾶλλον ἢ δόξαν ἑτέροις, τοῦτο τοῦ μηδενὸς ἄξιον χρῆσθαι, ὃ δὲ μείζω ταύτην ἐπιφανῶς καὶ βελτίω ποιεῖ καὶ τοῖς ἅπασιν εὐθενοῦσαν, τοῦτʼ ἀνάγκη πᾶσα περὶ πάνυ τοι πολλοῦ πεποιῆσθαι, εἴ γʼ ἡμῶν αὐτῶν λόγος ἡμῖν· οὔτʼ ἀτελεῖς τινας εἶναι τὸ παράπαν προσῆκεν, ὡς οὐ μικρὰν ταύτην οὖσαν τοῖς πράγμασι βλάβην, ὅ τε νόμος οὕτω διὰ πάντων ἡμῖν συμφορώτατος ὢν, ὡς ἐξ Ἀπόλλωνος ἥκων, δίκαιος ἂν εἴη μετὰ παντὸς νοῦ συγκεχωρηκότος κύριος εἶναι καὶ τοῖς πᾶσι κρατεῖν. χωρὶς δὲ τούτων ἐκ μὲν ἀτελείας οὐδʼ ὁτιοῦν ἔνεστι κέρδος τῇ πόλει, πλὴν τοῦ χάριν ἔχειν ἐντεῦθεν ἀποδιδόναι· ἀλλʼ οἱ ταύτην εἰληφότες τρυφῶσιν, αἱ δὲ λειτουργίαι αὐτῇ τε ταύτῃ τὰ μέγιστα πάντων λυσιτελοῦσιν, ἐξ ὧν αὔξεται συγκροτοῦσαι, τοῖς τε δρῶσιν αὐτοῖς ἰδίαν παρέχουσι δόξαν τὴν ὑπὲρ τῆς ἐνεγκούσης σπουδήν. καὶ μὴν εὐεργέτας μὲν ἔστι καὶ ἄλλως ἀμείβεσθαι, πόλιν δὲ δίχα λειτουργιῶν σωζομένην οὐδʼ ἐν τοῖς μύθοις ἐγνώκειν. ἀλλὰ κἂν ἥρως οἰκήτορας ἴσχῃ, κἂν τὴν ἀγαθὴν τύχην συναιρομένην, οὐδὲν αὐτῇ πλέον ἔσται μὴ ταυτησὶ τῆς ξυμμαχίας ἐνούσης. εἰ γὰρ μήτε δημαγωγεῖν δεῖ μήτε στρατεύεσθαι μήτε τριηραρχεῖν μήτε μηδὲν τῶν πάντων ποιεῖν ἃ λειτουργιῶν μέν ἐστιν εἴδη, συστάσεις δʼ ὡς ἀληθῶς τῶν πόλεων, οὐδὲν ἀλλʼ ἢ σώματι δόξομεν ἐοικέναι χειρῶν τε καὶ ποδῶν καὶ προσέτʼ αἰσθήσεων ἀποροῦντι. ὃ γὰρ πάντα ταῦτʼ ἔστʼ ἐκείνῳ, τοῦτο τῇ πόλει τὸ διʼ ὧν ἔφην ὑπηρετεῖσθαι. οὐ μὴν ἀλλʼ εἰ καὶ μηδʼ εἱστισοῦν μὲν τὸ παράπαν ἐλείπεθʼ ἕτερος ἀποδόσεως τρόπος, ἀλλʼ εἰς ἀτέλειαν πάντʼ ἦγε, καὶ τοῦτʼ ἦν μόνον γέρας τοῖς εὖ πάσχειν ἀξίοις ὧν ἕνεχʼ ὑπὲρ ἡμῶν προτεθύμηνται, βεβλάφθαι δʼ ἂν οὐ μικρῶς ἐντεῦθεν ἡ πόλις ἐδόκει, οὐδʼ οὕτως ἄν μοι δοκοῦμεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τοιαῦτʼ ἀνασχέσθαι, οὐδὲ διὰ τὴν πρὸς τὸν δεῖνα ἢ τὸν δεῖνα χάριν αἴτιοι ζημίας καθεστάναι τῇ πόλει, ἀλλὰ τῶν ὑπὲρ αὐτῆς δικαίων καὶ τοῦ κοινῇ λυσιτελοῦντος πάντα θέμενοι λόγον τὸ κατʼ αὐτοὺς τούτους εἰκότως ἐᾶσαι, ἱκανὴν ἔχοντας χάριν τὸ πόλεως τοιαύτης εὐεργέτας φανῆναι· ἐπεὶ καὶ οὕτω τιμᾶσθαι μᾶλλον περίεστʼ αὐτοῖς, τῷ δοκεῖν μὴ τὴν ἀρετὴν ὥσπερ ὤνιον πεποιῆσθαι, μηδʼ ὁτουοῦν ἑτέρου, ἀλλὰ μεγαλοψυχίας ἕνεκα τῆς αὑτῶν καὶ τῆς πρὸς