<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg053.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg053.perseus-grc2" n="26"><p>δωροδοκεῖν καὶ ἀσελγαίνειν καὶ λάθρα τοῖς πολεμίοις κεχρῆσθαι καὶ φάρμακα καθʼ ὁτουοῦν συντιθέναι καὶ νὴ Δία γε λῃσταὶ καὶ τοιχωρύχοι καὶ τοῦ πονηροῦ κόμματος ὁστισοῦν τότε μᾶλλον μισοῦνται καὶ δίκην ὑπέχουσι μείζω, ὅταν οἷς δρῶσιν, ἐγκαλύπτεσθαι δέον καὶ τρέμειν, οἱ δʼ ἐπὶ τούτοις τοσοῦτον φρονῶσιν ὡς καὶ σεμνύνειν ταῦτʼ ἐθέλειν πρὸς πάντας, διττὰ δή που νοσοῦντες, κακίαν καὶ θράσος, καὶ μηδʼ ἑκάτερον συνιέντες, ἀλλὰ καὶ δίκην τίνοντες ταύτην τὸ δημοσίᾳ σφᾶς αὐτοὺς ἐξελέγχειν.</p><p rend="align(indent)">καὶ μὴν οἷς ἡμᾶς κἀκείνως φενακίζειν ἐπιχειρῶν οἴει λανθάνειν, τούτοις οὐδὲν ἧττον ἁλίσκει πονηρευόμενος καὶ κατʼ αὐτὸς σαυτοῦ μᾶλλον ἢ ἡμῶν αὐτῶν. οὐ γὰρ ὡς ἔννομόν τι καὶ τῆς ἐκεῖθεν ἐξημμένον ἀνάγκης ἔχων <pb xml:id="v.2.p.634"/> ἀτέλειαν δεῖξαι, οὐδὲ τοὺς ταύτης πέρι διαγορεύοντας νόμους εἰς μέσον θεῖναι κἀντεῦθεν, ὡς νομίζεις, ἐξελέγξαι Λεπτίνην, σὺ δὲ καὶ οὕτως σφόδρʼ ἑτέρως ποικίλλεις καὶ περιάγεις τὸν λόγον ὡς καὶ πείθειν ἔχειν ἐκ τοῦ παραχρῆμα δοκεῖν καὶ τοὺς μὴ πάνυ τοι προσεσχηκότας ἑτοίμως χειροῦσθαι. εἰ γὰρ οἱ μὲν νόμοι κελεύουσι, φῂς, διαρρήδην βεβαίας εἰς τέλος εἶναι τοῖς εἰληφόσι τὰς δωρεὰς καὶ μηδὲ καθʼ ὅντινα δήποτε τρόπον ταυτασὶ κεκινῆσθαι, ὁ δὲ ἃς δεδώρηταί τισιν ἀτελείας ἡ πόλις ἐν παντὶ τῷ παρασχόντι, ταύτας διʼ ὧν νομοθετεῖ νῦν ἀκύρους καθάπαξ ποιεῖ καὶ νῦν καὶ εἰσαῦθις, πῶς οὕτω παραβαίνων τοὺς νόμους καὶ κατὰ τοῦτο δίκαιος ὢν τὴν τῶν παρανομούντων καὶ αὐτὸς ὑποσχεῖν δίκην, ἔπειθʼ οἷος ἔσται περὶ ὧν συμβουλεύει παρʼ ἡμῶν πεπιστεῦσθαι; οὐ ταῦτα λέγεις ἄνω καὶ κάτω στρέφων καὶ συνεχῶς ἐρωτῶν εἰ μὴ δίκαιον τοὺς εὖ πεπονθότας διὰ τέλους εὖ πάσχοντας εἶναι καὶ μετέχειν εἰς ἅπαν τοῦ γέρως; ἔχε δὴ καὶ σκοπόν. ἐπέταξεν ὁ τοὺς νόμους τιθεὶς μὴ χρῆναι τὰς δωρεὰς ἀφαιρεῖσθαι· ἀτελείας δὲ οὐδʼ ὁντινοῦν τὸ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg053.perseus-grc2" n="27"><p>παράπαν ποιεῖται λόγον, ἀλλʼ ἁπλῶς οὑτωσὶ δωρεῶν, πλὴν εἰ λάθρα αὐτὸς λέγοντος ἤκουσας. τί οὖν ἃ μὴ ʼκεῖνος ἐμνήσθη, ταῦτʼ αὐτὸς κακῶς ὑφαρπάζεις, καὶ τὰ μὴ δοκοῦντα τοῖς νόμοις ὡς νόμοις δοκοῦντα λέγεις, ὁμοῦ μὲν τούτους ἐντεῦθεν συκοφαντῶν, ὁμοῦ δὲ καὶ ἡμᾶς ἐλέγχων μηδὲν ἕνεκα νόμων ἐπισταμένους;</p><p rend="align(indent)">εἰ δὲ τοῦτο λέγεις, ὡς ἐν τῷ δωρεὰς εἰρηκέναι συμπεριειλήφει καὶ ταύτην· δῶρον γὰρ δή που καὶ τοῦτο· ἐκεῖνο πάντως ἐροῦμεν, ὡς οὐχ ὃ τοὺς μὲν εἰληφότας ἰδίᾳ σεμνύνει, τῷ δὲ παρασχόντι κοινῇ λυμαίνεται δήμῳ, τοῦθʼ ὡς ἀληθῶς δωρεὰ, ἀλλʼ ὃ καὶ τούτοις κἀκείνοις πρὸς κέρδους ἐστίν· ὡς ἐκεῖνό γε δωρεὰ μὲν τοῖς λαβοῦσι, πρὸς δὲ τὴν πόλιν ζημία. ταύτην δῆτα καὶ πάντες οἱ νόμοι φασὶ δωρεὰν, καὶ ὅπως μηδεὶς ἐκπεσεῖται ταύτης <pb xml:id="v.2.p.635"/> ἐφρόντισαν, ἅτε κοινοὶ παιδευταὶ καὶ κηδεμόνες τῶν ἡμῖν προσηκόντων· ἀτέλεια δὲ εἰ μὲν τῇ πόλει ξυμφέρει, δωρεὰ προσειρήσθω καὶ τῶν ἐχόντων ἀναφαίρετος ἔστω· εἰ δὲ λυμαίνεται καὶ διαφθείρει καὶ πάντα ποιεῖ, τί παραλογισμοῖς τισι κεχρημένος ὥσπερ παρέγγραπτόν τινα καὶ ὑποβολιμαίαν φιλονεικεῖς ταύτην εἰσποιῆσαι τοῖς νόμοις; ὁρᾷς ὅπως διὰ σαυτοῦ τὸ ξίφος ἐπὶ τοὺς ἄλλους ὠθεῖς καὶ παίειν ἑτέρους δοκῶν αὐτὸς ὑφίστασαι τὰς πληγὰς, ὑπὸ τοῦ θρασυτάτου τῆς γνώμης καὶ τοῦ φιλονεικεῖν ἔχειν ἀσχέτως μὴ ὅ τι τοῖς σοῖς λόγοις παρὰ τῶν ἄλλων ἀπαντήσεται ξυνιείς; ὁποῖον δὴ κἀκεῖνο, καὶ ταῦτά φασι γυμνασίου. οὐ γὰρ ἀνέχεται Δημοσθένης, ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἑνί γέ τῳ καὶ δυοῖν δόξαι κακὸς, ἀλλʼ ἐκ περιουσίας τοῦτο ὢν ἐληλέγχθαι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οἷς κατὰ Λεπτίνου χρησάμενος ἔγνω πᾶσαν μὲν αἰτίαν ἐπενεγκὼν, ἐκ δʼ ἄρα πασῶν ταῖς ἀληθείαις ἀποκρουσθεὶς, ὁ δὲ καὶ παρανόμων ἀξιοῖ τοῦτον γεγράφθαι, ἐφʼ ᾧ καὶ αὐτὸς νῦν μᾶλλον ἢ πρόσθεν τἀληθοῦς καταψευδόμενος ἔσται. τί γάρ φησι; <q>χρὴ τοίνυν Λεπτίνην</q> </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg053.perseus-grc2" n="28"><p><q rend="merge">μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τὸν παλαιὸν τοῦτον ἔλυσε γραψάμενος· νῦν δὲ μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον ὅμως ἐνομοθέτει, καὶ ταῦτα ἑτέρου κελεύοντος νόμου καὶ κατʼ αὐτὸ τοῦτο ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος ᾖ τοῖς πρότερον κειμένοις νόμοις.</q> χρὴ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλιστα χρὴ τὰ τοιαῦθʼ οὕτως περαίνειν καὶ τοῦτον τὸν τρόπον αἱρεῖσθαι νομοθετεῖν, καὶ τὸν μὴ ταύτῃ γε παρεσκευασμένον, ἀλλʼ ὁμόσε χωροῦντα πρῶτος ἔγωγʼ αὐτὸς ἕλοιμʼ ἂν παρανόμων, ὅτι μὴ συνίδοι τὸ δέον. ἀλλʼ οὐ Λεπτίνης τοιοῦτος. πόθεν; πολλοῦ γε καὶ δεῖ· εἰ μὲν γὰρ ἀτέλειαν ὁ νόμος ἐκέλευεν εἶναι, ὁ δʼ οὐ προσεῖχεν, ἀλλὰ καὶ πρὶν ἢ λελυκέναι τὸν νόμον καὶ δεῖξαι μὴ καλῶς εἰρηκότα τἀναντία νομοθετεῖν αὐτὸς ᾤετο χρῆναι, <pb xml:id="v.2.p.636"/> μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπει ὅτι παρανομεῖ. νῦν δὲ οὔτε νόμος ἦν ὁ κελεύων οὔθʼ οὗτος δή που παρανομεῖ τοιαῦτα νομοθετῶν· οὐ μᾶλλόν γε ἢ Σόλων ὁ παλαιός· ἀλλʼ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ τἀναντία τοῖς φανεροῖς φρονῶν καὶ τὸ μὲν κοινῇ σῶζον τὴν πόλιν οὐ μὰ Δία σκοπῶν, ὃ δὲ πρὸς ὀλέθρου ταυτηὶ καθειστήκει, πᾶσαν εἰσφέρων ὑπὲρ τούτου σπουδὴν, καὶ τῷ τοῖς λόγοις ᾗ βούλεται δύνασθαι χρῆσθαι νῦν μὲν πρὸς τὸ δοκοῦν ἑαυτῷ μεμνημένος τῶν νόμων, νῦν δὲ τοὺς οὐκ ὄντας νόμους εἰς νόμους τιθείς· ὁποῖος αὐτὸς εἶ. ὥσθʼ ὅταν ταῦτʼ, ὦ Δημόσθενες, λέγῃς, σαυτοῦ κατηγορεῖς, οὐ Λεπτίνου, εἴ γε ὁ μὲν οὐ νόμου δή τινος περὶ ἀτελείας κειμένου, ἀλλʼ ἔθους χθὲς καὶ πρώην, ὦ Ζεῦ, εἰσκεκωμακότος τῇ πόλει τὸν ὑπὲρ τῆς πολιτείας τοῦτον εἰσήνεγκε νόμον, ὃν κάλλιστον καὶ δικαιότατον πάντες ἂν φαῖεν· σὺ δʼ αὐτὸν ἐλέγχειν ἐπιχειρῶν οὐ νόμῳ τοῦτο ποιεῖς, ἀλλὰ κενοῖς τισι λόγοις καὶ μύθοις παράγων, νόμων μὲν καὶ ἀληθείας καθάπαξ ἀποστατοῦσι, ψεύδους δὲ καὶ παρανομίας μεστοῖς, κἂν χρησμῶν οὐδὲν ἧττον τούτοις αὐτὸς ἰσχυρίζῃ.</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg053.perseus-grc2" n="29"><p rend="align(indent)">καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ταύτη μάλιστα καταψεύδει Λεπτίνου, ὡς ἐν τῷ δυσμεναίνειν ἰδία τισὶν οὐ τῷ τῆς πόλεως προνοεῖσθαι, τεθεικότος τὸν νόμον· ἐπεὶ ὅτι γε τοῦτʼ ἐστὶ καὶ οὐχ ὧν αὐτὸς ἕνεκα φάσκεις ἐπὶ ταῦτα προήχθη δῆλον ἐντεῦθεν· πρῶτον μὲν ὅτι πᾶς ὁτῳοῦν χαλεπαίνων κατʼ αὐτοῦ μόνου χρῆται τοῖς λόγοις, καὶ τοῦτʼ ἀντὶ πάντων ἐσπούδακεν, ὅπως βέλτιστον μὲν ἑαυτὸν διὰ πάντων, ἐκεῖνον δὲ παμμίαρον καὶ κάκιστον ἀνθρώπων ἀποφανεῖ, ἐλέγχων, ἐγκαλῶν, διαβάλλων, πᾶσιν οἷς ἔξεστι κατατρέχων, οὐ μέντοι μὰ Δία νομοθετῶν. οὐ γὰρ οἷόν τε ταῦθʼ ὁμοῦ συνελθεῖν, νόμον καὶ τὸ γεγράφθαι· τὸ μὲν γὰρ ἔλεγχός ἐστι καὶ διαβολὴ πονηρίας καὶ τοῦ κακόν τινα εἶναι, ὁ δὲ κοινή τις πρὸς μὲν <pb xml:id="v.2.p.637"/> τὰ βέλτιστα προτροπὴ, τῶν δὲ χειρίστων ἀπαγωγὴ, ὡς τὰ μὲν φεύγειν, τὰ δʼ αἱρεῖσθαι. πῶς οὖν ἤμελλε δή που Λεπτίνης ἀφεὶς οἷς ἐγκαλεῖν εἶχεν ἐπεξιέναι, τούτοις ὅπως ἔσονται βέλτιστοι παραινεῖν, καὶ οὓς κακῶς πεπονθότας ἥδιστʼ ἂν εἶδε, τούτων ὡς ἑταιροτάτων τε καὶ φιλτάτων ἀντιποιεῖσθαι; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. εἰ δʼ ὁ μὲν ὅπως μηδεὶς ἀτελὴς εἴη τῶν πάντων θέμενος νόμον αἰτιώτατος ἄλγους τοῖς ἀτελείας κεκτημένοις κατέστη, σὺ δʼ ἐντεῦθεν ῥᾷστα συλλογίζει τὸ μῖσος, ὥρα σοι καὶ περὶ πάντων ὡς εἰπεῖν τῶν νομοθετῶν ταῦτʼ ἐψηφίσθαι, καὶ δίκην ἀπεχθείας καὶ τούτοις λαχεῖν, ὅτι σωφροσύνης πέρι καὶ δικαιοσύνης καὶ τῶν ἄλλων διεξιόντες οὐ πᾶσιν ἁπλῶς εἰσι δή που κεχαρισμένοι, ἀλλὰ τοῖς εὖ ἥκουσι τρόπων· ὡς τούς γε πονηροτάτους καὶ τἀναντία τοῖς νενομισμένοις φρονοῦντας οὐδʼ ἔστιν εἰπεῖν ὅπως ἀηδῶς ἔχουσι τούτοις.</p><p rend="align(indent)">ἔπειτα εἴ σέ τις, ὦ Δημόσθενες, ἔροιτο, τίνες ποθʼ οὗτοι, οὓς δυσχεραίνων Λεπτίνης τὸν νόμον ἔγραψεν, οὐκ ἄν μοι δοκεῖς ἔχειν εἰπεῖν. ἀλλʼ ὅτι μὲν εἰσὶ τινὲς ἁπλῶς οὕτως εἰρήκεις, τίνες δὲ οὗτοι λέγειν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg053.perseus-grc2" n="30"><p>οὐκέτʼ ἀξιοῖς· οὐ τῷ μὴ βούλεσθαι Λεπτίνην ἐκ περιουσίας ἐλέγχειν, ἀλλὰ τῷ μηδέν τι περὶ αὐτῶν σαφὲς ἔχων εἰπεῖν, ἔπειτʼ ἐκ περιουσίας αὐτὸς ἐληλέγχθαι βούλεσθαι. οὐ γὰρ ἂν, εἰ εἶχες ὀνομαστὶ τούτων μεμνῆσθαι, σιγᾶν ἠνέσχου, οὐδʼ ἂν παρόντων ἐφείσω, ὁ καὶ μὴ παρόντων ὡς ἂν παρόντων εἰς τοὺς περὶ τούτων λόγους ἐμπίπτων· οὐ μόνον ὅτι πάντων μάλιστα τὰ τοιαῦτʼ αὐτὸς ἑτοιμότατος εἶ, ἀλλʼ ὅτι σοι καὶ τοῦτο πρὸς τὸν ἀγῶνα τὸν σὸν συνήρατʼ ἂν οὐ μικρῶς. νῦν δʼ οἷς ἀνωνύμως προήνεγκας οὐ μόνον ἀπειθοῦντας ἅπαντας ἔχεις, ἀλλὰ καὶ δόξαν παρέχεις μηδʼ ὅλως τούτους αὐτοὺς εἶναι, ἀλλʼ ὑπὸ σοῦ συντεθεῖσθαι. οὕτω διὰ μὲν τοῦ μεμνῆσθαι μόνον προστρίψασθαι δόξαν οὐ καλὴν ἐθέλων Λεπτίνῃ, διὰ δʼ αὖ τοῦ μὴ πρὸς ὄνομα φάσκειν αὐτὸς τὸν ἔλεγχον φεύγων, ἔλαθες, ὦ Δημόσθενες, καὶ σαυτὸν ὡς οὐκ ἀληθῆ λέγεις <pb xml:id="v.2.p.638"/>ἐλέγξας καὶ Λεπτίνην ὡς ἀληθῶς, ἀλλʼ οὐχ ἡττώμενος πάθους εἰσῆχε τὸν νόμον. καὶ τὴν μὲν ἐκ Μιλήτου φασὶ Διοτίμαν, ἐπεὶ δέκα ἔτη ἀναβαλέσθαι τῇ πόλει δυνηθεῖσα τῆς νόσου οὐχ οἵα θʼ ὑπῆρξε καὶ τὸ πᾶν ἐξειργάσθαι, οὐδὲ τοῦτʼ εἰργάσθαι νομίσαι, οὐδὲ γενέσθαι τοῖς πράγμασιν ἐν καιρῷ, ὥστε διχόθεν αὐτὴν βεβοῆσθαι, ἔκ τε ὧν ἠδυνήθη τοσοῦτον ἔκ τε ὧν ὅπως οὐ τὸ πᾶν ἠδυνήθη, ἡ δʼ ὥσπερ μηδὲν ἐπιδεδειγμένη οὕτω δυσχεραίνουσα ἦν· σὺ δὲ τοσοῦτον χρόνον νοσοῦσαν ἐξ ἀτελείας τὴν ἐνεγκαμένην ὁρῶν οὔτʼ αὐτὸς ᾤου δεῖν ταύτης ἀπαλλάξαι τῆς νόσου καὶ ταῖς τῶν λόγων ἐπῳδαῖς ὡς εἰκὸς ὑπὲρ ταύτης κεχρῆσθαι, ῥᾴδιον ὂν παντὸς μᾶλλον, τόν τε καλὸν κἀγαθὸν τουτονὶ Λεπτίνην κάλλιστα πάντων καὶ τῇ τῶν θεῶν τοῦτʼ εἰργασμένον προνοίᾳ ἥδιστα ἂν, εἴπερ ἦν, εἰς τοὺς Σικελικοὺς ὤσας κρατῆρας, πανταχόθεν ἐπιχειρῶν τοῦτον ἐλαύνειν καὶ πᾶσιν οἷς ἔξεστι </p></div></div></body></text></TEI>