τὴν πόλιν εὐνοίας ταῦτʼ ἐνδεδεῖχθαι, καθάπερ ἐπὶ τοῦ Μηδικοῦ πολέμου Θεμιστοκλεῖ τῷ Νεοκλέους ὑπῆρξε καὶ Παυσανίᾳ τῷ Κλεομβρότου, καὶ ἔτι πρὸ τούτων τῷ γʼ Εὐφορίωνος Κυναιγείρῳ καὶ Καλλιμάχῳ τῷ Πολεμάρχου· οὗτοι γὰρ πάντες οὔτε πρὶν ἧφθαι τῆς μάχης πρὸς ἀριστείων μέγεθος ἀφεορακότες ἐθάρρησαν τὸν ἀγῶνα οὔτʼ, ἐπεὶ μηκέτʼ εἶναι κινδυνεύουσαν διεσώσαντο τὴν Ἑλλάδα, ἔτυχον ὧνπερ εἰκὸς, ἀλλʼ ἀποχρῶσάν σφισιν αὐτοῖς ᾤοντο δόξαν τό τε μείζω στεφάνων εἰργάσθαι τό τε διʼ αὑτῶν τὴν Ἑλλάδα σεσῶσθαι. οὐ μὴν ἀλλʼ εἰ καὶ δοίημεν εἶναί τι παρʼ ἀτελείᾳ συμφέρον, ὡς ἔγωγʼ οὐκ οἶμαι, ἀλλὰ πρῶτον μὲν οὐχ ὅσον ἐκ λειτουργίας, οὐδʼ ὥστε καὶ παραβεβλῆσθαι, οὐδʼ ἐγγύς. ἔπειτα τὸ μὲν εἰς πᾶσαν ἥκει τὴν πόλιν, τὸ δʼ εἰς ὀλίγους δή τινας. καὶ τὸ μὲν ἥκιστʼ ἂν λυμήναιτο παροφθὲν, ἐκ δὲ τῶν μὴ λειτουργούντων τὰ μέγιστʼ ἂν αἱ πόλεις βλαφθεῖεν. καὶ νὴ Δία γε τὸ μὲν ταυταισὶ ξυνυπέστη· ἅμα γὰρ πόλις, ἅμα καὶ λειτουργεῖν· μᾶλλον δὲ ἢν ἀκριβῶς ἐξετάσῃς, εὑρήσεις καὶ τὸ τὰς πόλεις ἐξ ἀρχῆς γεγενῆσθαι λειτουργίαν ἄντικρυς οὖσαν καὶ οἷόν τινα κοινὴν τῶν ἀνθρώπων ἐπὶ συστάσει τῆς οἰκουμένης δήπουθεν εἰσφοράν· ἀτέλεια δέ τισιν ὕστερον κατὰ τὸ τῆς γνώμης ἐπινενόηται δόξαν, ὥσπερ τι φιλοτιμίας φάρμακον. ὅσον δὴ καὶ μέγιστον καὶ ἀναγκαιότατον τοῦτο καὶ τοῖς ἅπασιν ὑπεραῖρον, τοσοῦτον δεῖ καὶ ἡμᾶς παντὸς μᾶλλον προστίθεσθαι καὶ σεμνύνειν. καὶ μὴν εἰ τῶν πραγμάτων ἐκεῖνα πλείονος ἄξια καὶ τούτοις ἐπαίνων διαφερόντως προσῆκεν ὧν ἡγεμόνες θεοὶ, οὐκ ἂν φθάνοιμεν εὖ ἴσθι τὸ λειτουργεῖν ὅτου τις ἂν εἴποι μεῖζον τιθέντες. μὴ γὰρ οὖν οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ τὰ ἄλλα καὶ τοῦθʼ ἡμῖν ἐξευρῆσθαι μηδʼ ἐντεῦθεν τὴν ἀρχὴν ἐσχηκέναι, ἀλλʼ εἴπερ τι παρʼ ἀνθρώποις διοπετὲς, καὶ τοῦτʼ ἐκεῖθεν ἀφῖχθαι· εἴπερ οἱ τῶν ὅλων κύριοι θεοί τε καὶ δαίμονες οὐ μόνον οἷς τὸ πᾶν ἐξ ἀρχῆς ὑπεστήσαντο, μεγάλην καὶ θαυμαστήν τινα ταύτην εἰσήνεγκάν τε καὶ προὔφηναν λειτουργίαν τῷ βίῳ, ἀλλὰ καὶ νῦν οὐχ ἥκιστα τοῦτο δρῶσιν οἷς ἡμῶν τοσοῦτον αὐτοῖς ἑκάστοτε μέλει καὶ οὕτω κηδομένως ἔχουσιν ὡς μηδὲν τῶν εἰς ἡμετέραν σύστασιν καὶ σωτηρίαν ἡκόντων μηδὲ καθʼ ὅντινα δήποτε τρόπον ἐλλείπειν, ἀλλʼ ἀπὸ πολλοῦ τοῦ μείζονος ἢ ὥστε καὶ προσδοκᾶν ἐξεῖναι τὰ παρʼ ἑαυτῶν χορηγεῖν, διʼ ἀλλήλων ἄμφω δεικνύντες, διὰ μὲν τῆς ἀκαμάτου καὶ συνεχοῦς ταύτης προνοίας τὸ δημιουργοὶ γεγενῆσθαι, διὰ δʼ αὖ τοῦ γενέσθαι δημιουργοὶ τὸ καὶ πρὸς ἀνάγκην ἔχειν ἡμῶν ὅσαι ὧραι φροντίζειν, ἵνα μὴ δίχα τῆς τούτων προνοίας εἰς τὸ μηδὲν ἥκωμεν, καθάπερ τι σκάφος κυβερνητῶν ἀποροῦν. καίτοι ὅταν ἐξ ἀτελείας, ὦ Δημόσθενες, τὰ τῶν λειτουργιῶν κατὰ μικρὸν ὑπορρέῃ καὶ τούτων αὐτὸς ᾖς σπουδαστὴς, πῶς οὐκ ἀτεχνῶς τοῖς θεοῖς πολεμεῖς, ἁκεῖνοι καλῶς ἔθεσαν, ταῦτʼ αὐτὸς οἷς ποιεῖς διαφθείρων καὶ τήν γε χάριν αὐτῶν τὸ κατὰ σαυτὸν ἀνατρέπων; εἰ τοίνυν τοῖς τὸ νόμισμα διαφθείρουσι κατὰ τὸν σὸν λόγον θάνατος ἡ ζημία, τίνος ποτʼ ἄρʼ αὐτὸς δίκαιος ἂν ἡμῖν εἴης τιμᾶσθαι διʼ ὧν ἀτελείας ἀντέχει, τά τε τῶν θεῶν ἀτιμάζων τήν τε πόλιν ἅπασαν διαφθείρων; ναὶ, φησὶν, ὑπὲρ γὰρ ὑμῶν καὶ τῶν ὑμετέρων αὐτοῖς προσηκόντων διαναστῆναι, καὶ ὧν ἑκάστοτʼ ἀπολαύοντες διαγίγνεσθε· οὐδὲ γὰρ οὐδʼ ἂν εἷς ἔτʼ ἀξιώσαι τοῦ νόμου κρατοῦντος μεγαλοψυχία πρὸς τὴν πόλιν ἐν τῷ τῶν πραγμάτων ἀπαιτοῦντι. κεχρῆσθαι καὶ φιλοτιμήσασθαι τὰ εἰκότα, ἀλλὰ τῆς ἀτελείας ἀναιρουμένης συναναιρήσεται πάντως καὶ τὸ ὑπὲρ αὐτῆς ἐθέλειν ὁντινοῦν προθυμεῖσθαι· τὸ δʼ οὐ μόνον κέρδους ἡμᾶς, ἀλλὰ καὶ δόξης ἀποστερεῖ, ὧν χάριν πάντα καὶ ποιεῖν καὶ λέγειν οἴεσθε δεῖν· εἰ τοίνυν μέλει τούτων ἡμῖν, καὶ ἀτελείας ἐξ ἀνάγκης μελήσει. ὅτι μὲν οὖν, ὦ Δημόσθενες, οὐδένες τῶν πάντων, ὡς σὺ φῂς, ἵνʼ ἀτελεῖς ὦσι, φιλοτιμίας ἅπτεσθαί μοι δοκοῦσιν, ἀλλὰ δόξης ἕνεχʼ αὑτῶν καὶ τοῦ πρὸς τὴν πόλιν ζήλου καὶ φίλτρου, δῆλον ἔκ τε τῶν μετὰ τὸ πάνυ τοι πεφιλοτιμῆσθαι οὐδὲν οὐδʼ ὁτιοῦν τὸ παράπαν λαβεῖν βουληθέντων, ἀλλʼ αὐτὸ τοῦτο μόνον ἀποχρῆν ἡγουμένων, ὅτι περ οὕτως αὐτοῖς τὰ πρὸς τὴν πόλιν ὑπῆρξεν· ἔκ τε τῶν ἄλλου δή τινος, ὄντων μυρίων οἷς τοὺς ὑπὲρ αὑτῆς ἡ πόλις δωρεῖται, ἀλλʼ οὐκ ἀτελείας ἠξιωμένων. ὅτι δʼ εἰ καὶ τοῦτʼ ἦν, προτετιμῆσθαι ἔδει τὸ τῇ πόλει ξυμφέρον, καὶ τούτου μάρτυς αὐτὸς, παντὸς ὁτουοῦν τὸ συμφέρον ἀεὶ προτιθεὶς καὶ τούτῳ τὰ πρεσβεῖα διδούς· ἐπεὶ καὶ Κερκυραίους, ἐκσπόνδους ὄντας, συμμάχους εἱλόμεθʼ ἡμῖν αὐτοῖς, συμφέρειν κρίναντες, ἐπειδήπερ ἴσχυον. ἴσως τοίνυν κἀκεῖνο Δημοσθένης ἤ τις ἄλλος ἐρεῖ, ὡς εἰ μέν ἐστι λυσιτελὲς καὶ μάλιστα πολιτείᾳ προσῆκον ἑνὶ μηδενὶ τῶν πάντων ἀτελείας μετεῖναι, τί μὴ μετὰ τῶν ἄλλων καὶ τοῦτο τοῖς παλαιοῖς ὥρισται νόμοις, τὸ κοινῇ συμφέρον σκοποῦσιν; νῦν δʼ οἷς πολλὰ καὶ καλὰ διεξιόντες τοῦτʼ οὐκ ἠξίωσαν λόγου, φαίνονται τοῦθʼ ὡς ἀλυσιτελὲς παρεικότες· εἰ τοίνυν ἃ κελεύουσιν οὗτοι, ταῦτα δεῖ περὶ πλείστου ποιεῖσθαι, καὶ ὧν μνησθέντες οὐκ ἔγνωσαν οὐδʼ ἡμᾶς μεμνῆσθαι προσήκει, ἵνα μὴ νόμους τιμῶντες νόμους ἀτιμάζειν δόξωμεν. ἀλλʼ ὦ τᾶν, πρῶτον μὲν οὐ πάνθʼ ἁπλῶς ἃ δεῖ τοῖς νόμοις ἐντέτακται, οὐδὲ διὰ πάντων χωροῦσιν, ὡς μηδὲν ἔξω τῆς τούτων διαγνώμης ἑστάναι, ἀλλʼ ἔσθʼ ἃ καὶ τούτους ἐκφεύγει· ἐξεῖναι γοῦν αὐτῶν ἀφελεῖν καὶ προσθεῖναι, ἐάν τι μὴ καλῶς ἔχον ᾖ, ἐν αὐτοῖς τούτοις εἴρηται· τὸ δʼ ἔστι σφόδρα διατεινομένων μὴ διὰ πάντων ἀφῖχθαι. ἔπειτα, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅτι μηδʼ εἱστισοῦν τοῦτʼ ἔφη τῶν νόμων σκοπεῖσθαι δεῖ, ἀλλʼ εἰ καὶ κάλλιστα καὶ δικαιότατα ἔχει, καὶ ταύτῃ τὰς ψήφους τίθεσθαι. οὕτω δʼ ἀεὶ καὶ κάλλιστα ἔχει αὐτό τε ἑαυτοῦ καὶ τῶν ἄλλων, ἔκ τε ὧν αὐτὸς ἔφην ἔκ τε ὧν ὁ πολὺς καὶ παντοδαπὸς ἔδειξε χρόνος, ὥστε δέδοικα μὴ καὶ τῶν νόμων αὐτῶν τιμιώτερον δόξῃ αὐτῷ τε τούτῳ καὶ τῷ πρεσβύτερον εἶναι καὶ πρὶν ἢ νόμους γενέσθαι τοῦτʼ ἐν ἀνθρώποις ἐνεῖναι. ἔτι τοίνυν οὐ πᾶν ὃ τούτοις παρεῖται, τοῦτʼ ἤδη καὶ φαῦλον εὐθὺς, οὐδὲ παρὰ τοῦτο τῶν ἀπειρημένων κεχρῆσθαι, ἀλλʼ ὃ λυμαίνεσθαι τοῖς πράγμασι πέφυκεν ἀτεχνῶς καὶ προσεγκαλοῦντας ἅπαντας ἴσχει, ὥσπερ αὖ τοὐναντίον πολλοῦ τινος ἄξιον· ὅθεν ἡμῖν περίεστι κέρδος, ἐάν τε φάσκωσι τοῦθʼ οἱ νόμοι ἐάν τε καὶ μή. εἰ δὲ ταῦθʼ οὕτω καὶ τὸ συνοῖσον πανταχῆ δεῖ ζητεῖν, περίεργον ἂν εἴη, ὅταν περὶ ὁτουοῦν ἐξέτασις ᾖ, παρέντας ὅπως τοῦτʼ ἔχει ζητεῖν, ἔπειτα νόμων μεμνῆσθαι. ὡς ἔστι γε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νόμων ἐνίους ἀλυσιτελεῖς δή τινας εὑρηκέναι, νόμων δὲ ἄλλως σώζοντας τάξιν, καὶ πράγματα ἄττα νόμων μὲν ἐκτὸς ὄντα, νόμων δὲ οὐδὲν ἧττον πρὸς τὴν ἀγαθὴν ἡμῖν συμπράττοντα τύχην, καὶ δεῖ περὶ βελτίονος ταῦθʼ αἱρεῖσθαι τῶν μὴ συμφερόντων νομίμων. ἐπεὶ καὶ τὸ γεωργεῖν καὶ φυτηκομεῖν καὶ τέχναις κεχρῆσθαι οὐχ ὅτι μὴ τὴν ἀρχὴν ἐξεῦρον οἱ νόμοι, διὰ τοῦτο καὶ ἡμᾶς τούτων ἀπέχεσθαι δεῖ, ἀλλʼ ὅτι μόνα ταῦτα τὸν τῶν ἀνθρώπων συνίστησι βίον καὶ τῶν καθʼ ἡμᾶς πραγμάτων ἔχει τὰς ἀφορμὰς, καὶ τούτων χωρὶς περιεῖναι καὶ ζῆν ὅλως οὐχ οἷόν τε. διὰ τοῦτο καὶ προσέχειν τούτοις παντὸς μᾶλλον ᾠόμεθα χρῆναι καὶ μηδʼ ὁντινοῦν ἀφίστασθαι τρόπον, εἴ γε σώζεσθαι μέλον ἡμῖν καὶ μὴ φανερῶς θανατῶμεν. τί οὖν εἰ καὶ τὸ λειτουργεῖν οὐκ ἐγγέγραπται νόμοις, καθάπερ ἐκεῖνα, καὶ προσέτι τὸ τρέφεσθαι καὶ καθεύδειν καὶ ὅσα κοινότατα καὶ τῷ τῆς φύσεως ἐνέχεται νόμῳ; οὐ μὴν ἀλλʼ εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, ἀκριβῶς ἐξετάσει καὶ πάντας ὡς ἀληθῶς εὑρήσει τοὺς νόμους οὕτω περὶ τὸ λειτουργεῖν ἔχοντας, ὡς μὴ ὅτι τοὺς ἄλλους ἐξ ὧν ἑκάστοτε παραινοῦσι καὶ τῆς πολιτείας ὅπως ἄριστα ἔχει ποιοῦνται λόγον μετὰ πολλοῦ τοῦ περιόντος ἐνταῦθα παρακαλεῖν, ἀλλὰ καὶ τούτους αὐτοὺς τῷ ταῦτα ποιεῖν εἰς λειτουργοῦντας, ὡς ἄν τις φήσαι, τελεῖν. καὶ τί δεῖ νόμους λέγειν, ὅταν καὶ Δημοσθένης αὐτὸς, ὁ διʼ ὧν ἀτελείας φροντίζει τὸ λειτουργεῖν πολεμῶν, φαίνηται μάλιστα πάντων τουτὶ βεβαιῶν, νῦν μὲν δημηγορῶν καὶ γράφων καὶ συμβουλεύων, νῦν δὲ προσβεύων καὶ χορηγῶν καὶ διὰ πάντων τουτωνὶ λειτουργῶν, καὶ οὔτε πώποτʼ αὐτὸς ἀτέλειαν αἰτησάμενος οὔτε ταύτης πέρι λόγον ποιησάμενος ὁντινοῦν, πλὴν ἐν τῷ παρόντι διὰ τὸν ἑαυτοῦ καὶ Χαβρίου παῖδα Κτήσιππον τουτονί. ἄνευ δὲ τούτων εἰ κατʼ αὐτοῦ τοῦτʼ ἰσχυρὸν ἔχειν νομίζεις, ὅτι μὴ τοῖς νόμοις ἐγγέγραπται, λανθάνεις οὐδὲν ἧττον καὶ τά γε σὰ παιδικὰ ταύταις ὑποβάλλων ταῖς ψήφοις. καὶ τί τούτου μᾶλλον ἐντεῦθεν ἢ τῆς σῆς ἀτελείας κατηγορεῖς; οὐ γὰρ ἡ μὲν κατὰ νόμους, τὸ δʼ οὒ, ἀλλʼ ἐξ ἴσης καὶ ἄμφω τῶν νόμων ἀποστατεῖ· καὶ οὐδὲν παρὰ τοῦτʼ οἶμαι βελτίω ταῦτʼ εἶναι καὶ χείρω καὶ αὐτὰ καθʼ αὑτὰ καὶ πρὸς ἄλληλα· ἐπεὶ ἄλλως γε τοσοῦτον ἀτελείας μεῖζον τὸ λειτουργεῖν ὡς μηδὲ παραβάλλειν ἐξεῖναι. τὸ μὲν γὰρ καὶ δίκαιον καὶ συμφέρον ὅτι μάλιστα πόλει καὶ τῆς καλλίστης καὶ γιγνομένης αἰτιώτατον τύχης, καὶ προσέτʼ ἐξ ἀρχῆς καὶ παρὰ πάντα δή που τὸν χρόνον κεκρατηκός· ἀτέλεια δὲ μὴ μόνον χθὲς καὶ πρώην εὑρέθη, ἀλλὰ καὶ τοιοῦτόν ἐστʼ οὐδὲν τὸ παράπαν τά γε πρὸς πόλιν πλὴν αὐτὸ τοῦτο μόνον, ὡς ἔφην, εἰς ὄνησιν μὲν τοῖς χρωμένοις, τῇ πόλει δὲ πᾶν τοὐναντίον, ὥστʼ εἶναι πᾶσιν ἐντεῦθεν εἰκότως περὶ αὐτῶν ἀποφαίνεσθαι, τὴν μὲν οὕτως