ἀλλὰ τί φήσουσιν οἱ Τρῶες; ἆρʼ οὐ φεύγειν σε φοβούμενον, ὁρῶντα οὐδεμίαν σωτηρίαν ἐὰν μένῃς; ἄξιόν γε, οὐ γάρ; τὸ Πριάμου καὶ Νέστορος γῆρας συντεθὲν τοιαύτης αἰσχύνης. ἀλλὰ ταῦτα μὲν οὐ ποιήσεις, μενεῖς δὲ ἄχρι ἂν ἐπὶ τὰς σὰς σκηνάς τε καὶ ναῦς ὁ Ἕκτωρ ἀφίκηται, κτείνων πάντας ἑξῆς, τηνικαῦτα δὲ αὐτοῖς δείξεις ὅστις εἶ; εἰ μέν σοι τοσοῦτον περίεστι, πῶς οὐκ αἰσχρὸν ἐκεῖνον τὸν καιρὸν ἐᾶσαι γενέσθαι καὶ μὴ περὶ τῆς ἁπάντων σωτηρίας τῇ περιουσίᾳ χρήσασθαι, ἀλλʼ ὅταν μηδεὶς λίπηται; εἰ δʼ ἐργῶδες ἤδη γίγνεται, βοηθητέον ἡνίκʼ ἔξεστιν; ἐγὼ δʼ ἀπιστῶ οὐδʼ ἐκείνῳ, τῷ μὴ οὐ καὶ μόνον σὲ πρὸς ἅπαντας τοὺς βαρβάρους ἱκανὸν εἶναι καὶ ἔτι κρείττω. ἡγοῦμαι μέντοι τῷ παντὶ τὸ τοῦ καιροῦ διαφέρειν οὐ μόνον κατὰ τοῦτο ὅτι ἄμεινον ὄντων σοι τῶν θεατῶν καὶ μαρτύρων ἐπιδείξασθαι τὴν ὑπερβολὴν ταύτην, ἀλλʼ ἔτι καὶ κατʼ ἐκεῖνο, ὅτι τηνικαῦτα μὲν σαυτῷ δόξεις βοηθεῖν καὶ κατʼ ἀνάγκας ἀμύνεσθαι, νῦν δʼ ὑπὲρ τῶν κεκληκότων ἐξιέναι καὶ βοηθεῖν τούτοις· ὥστε οὐ μικρὸν κερδανεῖς παρὰ τὴν χάριν. ὅλως δὲ οὐκ ἔστι τοῦ πολέμου ταμίαν γενέσθαι καθʼ ὅσον βούλει μέρος. ἀλλὰ πολλὰ γένοιτʼ ἂν ὧν βούλει μεθʼ ὧν οὐκ ἂν δέξαιο. πεσεῖταί τις καὶ τῶν πάνυ σοι κεχαρισμένων. καὶ τοὺς μὲν ἄλλους ἐῶ, ἀλλʼ ἡμᾶς τουτουσὶ οὓς προσεῖπας φιλτάτους, καὶ οὓς ἀνέστης ἰδὼν, καὶ οἷς τὸν κρατῆρα ἔστησας καὶ προεῖπας ζωρότερον εἶναι, τί κωλύει καὶ ἡμᾶς αὔριον κεῖσθαι τηνικάδε ὁμοῦ τοῖς ἄλλοις ἀναμεμιγμένους, καὶ μεθʼ ὧν νῦν σπένδεις, ἀπὸ τούτων ῥυῆναι τὴν γῆν αἵματι καὶ κρατῆρας ἐν Ἕκτορος ἵστασθαι ἐπινικίους καὶ παιᾶνας ᾁδεσθαι σοῦ ζῶντος ὦ Ζεῦ; τί δʼ, ἂν ἅμα ταῖς σκηναῖς ἐχομέναις καὶ ταῖς ναυσὶν ἐμπιμπραμέναις καὶ τὴν περιπόθητον ταύτην ἀποσφάξωσιν, ἢ καὶ λαβόντες αἰχμάλωτον αὖθις ἄγωσι πρὸς ἑαυτούς; ἢ νῦν αὕτη κεφάλαιόν ἐστι πάντων τῶν πραγμάτων; ἡδέως δʼ ἄν σου πυθοίμην, εἰ τότε αὐτὴν παραλαβὼν Ἀγαμέμνων ἀπέκτεινεν, ἢ καὶ παρὰ σοὶ μένουσαν, τί χρῆν αὐτὸν ποιεῖν νῦν, ἢ πόσα τὰ ὑποφόνια καταθέντα εὐμενοῦς τυχεῖν, εἰ δὴ νῦν ζῶσαν ἀποκαθιστάντος καὶ προσέτι ὀμνύντος ἃ μάλιστʼ ἂν σὺ βουληθείης, εἶτʼ οὐ παύσει, ἀλλʼ εἰς τοσοῦτον ἥξεις ὀργῆς, ὥστʼ εἰ μὴ παρὰ πάντων λήψει τὴν δίκην κατὰ ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ σῶμα ἕκαστον, ἀβίωτον ἠγήσει τὸν βίον σαυτῷ. ὅρα μὴ αὐτὴν τὴν παῖδα μισήσῃς, ὅταν διʼ αὐτὴν διαφθαρῇ πασσυδὶ τὸ στρατόπεδον. βούλομαι δέ σοι καὶ τοῦ διδασκάλου Χείρωνος λόγον εἰπεῖν, ὅν ποτʼ ἐν τῷ Πηλίῳ διελέχθη πρός τινα τῶν ἀπʼ Αἰτωλίας. θυμοῦ γὰρ ἔφη μετρίου μὲν οὐδὲν ἂν κάλλιον ἀνθρώπῳ γενέσθαι, τοῦ δὲ ὑπερβάλλοντος οὐδὲν αἴσχιον· ὃς τοὺς μὲν ἐχθροὺς ἀντιλυπήσας ἀπήλλακται, τὸν δὲ ἔχοντα ἀεὶ καὶ συνεχῶς ἀπόλλυσι. σὺ δὲ μήτε ἐργάσῃ περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς. ἐνθυμοῦ δὲ ὅτι πᾶσι πράγμασιν ὥσπερ ὅρους ἡ φύσις ἐστήσατο καὶ οὐδέν ἐστιν ἀθάνατον τῶν ἐν ἀνθρώποις, οὐ πόλεμος, οὐκ εἰρήνη, οὐ χάρις, οὐκ ὀργὴ, οὐκ ἄλλο τῶν πάντων οὐδέν· ἢ τῆς μὲν φιλίας τῆς ὑπαρχούσης σοι πρὸς τὸν βασιλέα λύσις εὑρέθη, τῆς δὲ ὀργῆς οὐ φανεῖται πάλιν; καὶ μὴν πολὺ βέλτιον τὰς φιλίας ἀθανάτους ἀξιοῦν εἶναι ἢ ʼκείνων ἐρχομένων ὑπὸ τὴν τύχην τῆς ἔχθρας μὴ βούλεσθαι πορίζεσθαι λύσεις· δύο γὰρ τούτω θεὰ περιέρχεσθον ἅπαντα τὰ τῶν ἀνθρώπων, Νέμεσις καὶ Δίκη, οὐκ ἐῶσαι μεῖζον τῆς φύσεως φρονεῖν, ἀλλὰ ῥᾳδίως μικροὺς ἐκ μεγάλων ποιοῦσαι, ἐάν τις αὐτῶν μηδένα ποιῆται λόγον. καὶ τούτου σοι τὸ παράδειγμα ἐγγύθεν· ὃς σοῦ τότʼ ἐφρόνησε μεῖζον, τίνος οὐκ ἔλαττον φρονεῖ νῦν; ἡγεῖσθαι δὲ χρὴ λόγῳ μὲν ἀκούειν ταῦτα παρʼ ἡμῶν, τῇ δὲ ἀληθείᾳ καὶ τοῖς γιγνομένοις Ἕκτορα πρεσβεύειν καὶ διαλέγεσθαί σοι· ὃς τὰ μὲν ἄλλα ὅσα ὑβρίζει καὶ προπηλακίζει τί τις ἂν λέγοι; σὲ δὲ ἀπειλεῖ καθεύδοντα λήψεσθαι. πάντως δὲ οὐδὲ τὸν Δάρδανον τὸν ἑαυτοῦ πρόγονον οὐδὲν εἶναι χείρω τοῦ Αἰακοῦ τοῦ σοῦ, σέ τε σκήπτεσθαι τὴν μῆνιν, τὸ δʼ ἀληθὲς αὐτὸν ὀρρωδεῖν. ἃ πῶς ἀνεκτὰ ἀκούειν ἐμοί; τίς ὑπὲρ σοῦ τούτων λήψεται δίκην; οὐκ ἀναστήσει πρὸς θεῶν; οὐ δυσχερανεῖς ὅτι μὴ πάλαι, οὐχ ὅσον τοῦ χρόνου προεῖται ζημίαν θήσει; οὐκ εἰ δεῖ καὶ τῆς κόρης ἕνεκα ὀργισθῆναι, εἰς τοὺς Τρῶας ἀφήσεις τὸν θυμὸν τοὺς ἁπάντων τούτων αἰτίους; εἰ γὰρ ἐκεῖνοι μηδὲν παρεκίνησαν ἐξ ἀρχῆς, τί τῶν πάντων ἂν ἢ μεῖζον ἢ ἔλαττον ἐνταυθοῖ συνέβη δυσχερές; ἐνθυμοῦ δὲ ὅτι Πηλεὺς μέσος Αἰακοῦ καὶ σοῦ, Αἰακοῦ ἐκείνου, εἰς ὅν ποτʼ ἦλθε τὰ τῶν Ἑλλήνων πράγματα. σοὶ δὲ ὑπάρχει καὶ τοῦτο ὡς κάλλιστα· μιμούμενος γὰρ τὴν τοῦ προγόνου γνώμην ὑπεραίρεις τῷ σχήματι. ὁ μὲν γὰρ εὐξάμενος ὤνησε, σὺ δʼ ἔργῳ βοηθήσας ἐκπλήσεις τὰς ἁπάντων εὐχάς. κἀκεῖνα ἔτι πρὸς τούτοις λογίζου, ἔξιμεν δὴ αὐτίκα μάλα ἐκ τῆς σκηνῆς, ποίοις ποσὶν, ὦ πρὸς τοῦ Διὸς, εἰ μὴ σοὶ ταῦτα συνδόξειε; τίνας λόγους ἐροῦμεν ἀπελθόντες, ἢ ποίας ἀποκρίσεις ἀποκρινούμεθα; καραδοκοῦσι δὲ δή που πάντες, εἰ ἄσμενοι περιχυθέντες ἄλλος ἄλλοθεν πεύσονται. τί χρὴ πρὸς αὐτοὺς λέγειν; ἀπόκριναι· σπεῖσον μεθʼ ἡμῶν τῷ Διὶ τῷ σωτῆρι, μὴ τὴν τελευταίαν τοῦ νῦν εἶναι, ἀλλʼ αἰσχυνθεὶς τήν τε χρείαν τὴν κοινὴν καὶ τοὺς πρέσβεις ἡμᾶς καὶ τῆς πρεσβείας τὴν ὥραν, νύκτα ταύτην, ἢ καὶ ἄστρα ταυτὶ καὶ θεοὺς καὶ ἥρωας τοὺς κοινοὺς τῶν Ἑλλήνων, ἐκδὺς τὴν ὀργὴν ὥσπερ νόσον φάνηθι τοῖς βαρβάροις ἅμα τῷ ἡλίῳ.