οὐδὲ γὰρ ἄλλο γε οὐδὲν νῦν ἢ τὸ σχῆμα πᾶν ἀποτέθειται, ἱκέτης ἐκ βασιλέως καὶ δοῦλος ἐξ ἐλευθέρου γεγονὼς, καὶ εἰ δεῖ τἀληθέστερον εἰπεῖν, ἐλέῳ θαρρῶν, ἐὰν τὰ κράτιστα φέρηται παρὰ τῆς τύχης. καὶ μὴν εἰ δεῖ καὶ τούτων μνημονεύειν, ἐκεῖνο ἐνθυμήθητι· τῶν ἀτόπων ἐστὶ συλλεγομένης μὲν τότε τῆς στρατιᾶς οὕτω προθύμως ἔχειν σε πρὸς τὸ μετασχεῖν τῶν πραγμάτων, ὥστʼ ἐπειδὴ τάχιστα εἶδες τὰ ὅπλα ὁρμῆσαι πρὸς αὐτὰ καὶ μὴ κατασχεῖν σεαυτὸν, καὶ ταῦτα ὄντα παῖδα κἀν ταῖς κόραις κρυπτόμενον, νῦν δʼ ἐπειδὴ τηλικόσδʼ εἶ καὶ παῖδα ἔχεις ὡραῖον ὡς συνεῖναι καὶ στρατεύεσθαι, καὶ δόξαν τὴν πρώτην ἐν ἅπασιν εἴληφας, βούλεσθαι μὴ χρῆσθαι τοῖς ὅπλοις τοῖς σαυτοῦ, ἀλλὰ ζητεῖν προφάσεις διʼ ἃς προήσει πάντα, καὶ τότε μὲν τὴν παῖδα ἀπολιπεῖν ῥᾳδίως, ἧς τί σοι φίλτερον εἰκὸς εἶναι; καὶ ἣν ὁμότιμον ἐκτήσω γυναῖκα σαυτῷ, νῦν δʼ ἑτέρας παιδὸς ἕνεκα τἀναντία γνῶναι σαυτῷ περὶ τῶν ὅλων. σκόπει μὴ οὐδὲ τῆς Δηιδαμείας ᾖ ταῦτα ἄξια ἐπαινέσαι, μή τί γε ἀνδρὸς ὅτου καὶ μνησθῆναι καλόν. καὶ λέγεις δὴ τὰς μοίρας τὰς διττὰς ἀκηκοέναι παρὰ τῆς μητρὸς ἄριστα εἰδυίας περὶ αὐτῶν. ἐγὼ δὲ ἀμφιγνοῶ μὲν εἴτε σπουδάζων ταῦτα λέγεις εἴτʼ ἐρεσχελῶν ἡμᾶς καὶ φιλονεικίᾳ τινὶ θυμοῦ· οὐ γὰρ σοί γε οἱ λόγοι· πολλοῖς ἔργοις τοῦτο σοῖς τεκμαίρομαι. οὐ μὴν ἀλλʼ εἰ τὰ μάλιστα ἐσπούδακας, ἔστι σοι καὶ τούτων οὕτως ἐχόντων ὅμως τὰ δέοντα βουλεύσασθαι· μάλιστα μὲν γὰρ ἔγωγε φαίην ἂν τὴν μητέρα σου ποιεῖσθαι τούτοις συγκατατίθεσθαι τοῖς λόγοις, ἐπεὶ καὶ ὁ πατὴρ καὶ ὁ διδάσκαλος οὕτως ἐπαίδευόν σε πειρώμενοι, ἔπειτʼ ἐνταῦθα δὴ καὶ τὸ πάνδεινόν ἐστιν, εἰ παρʼ αὐτοὺς μὲν τοὺς λόγους καὶ τὴν ἀκοὴν οὕτως ἐρρωμένως ἔσχες ὥστε τὴν εὐδοξίαν καὶ τὸ καλὸν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ γήρως αἱρεῖσθαι, ἐπειδὴ δὲ ὡμολόγησας αὐτῇ περὶ τῆς ἀμείνονος μοίρας, πάλιν ἐξ ἀρχῆς ἕτερος γενήσει, καὶ τότε μὲν καὶ τῆς ψυχῆς τῆς σαυτοῦ πλείονος ἄξιον ἡγοῦ τὸ στρατόπεδον, νῦν δὲ οὐδὲ τῆς κόρης ἀντάξιον, μᾶλλον δὲ ἑνὸς τῶν περὶ τὴν κόρην συμβάντων. οὕτως μέντἂν ἀμφοτέρων δόξαις τὴν παῖδα τιμιωτέραν ἡγεῖσθαι, καὶ σαυτοῦ καὶ τῶν Ἀχαιῶν. πῶς γὰρ οὐ καὶ σαυτοῦ, εἰ τοῦ μὲν σώζεσθαι κρεῖττον τὸ εὐδοξεῖν, τοῦ δὲ εὐδοξεῖν ἡ κόρη; δόξαις δʼ ἂν οὕτως καὶ τὴν μητέρα ἐψεῦσθαι, καὶ σαυτὸν ἐξελέγχειν οὐκ ἐπιστάμενον λογίζεσθαι. τὸ μὲν γὰρ ἀπʼ ἀρχῆς εὐθὺς ἑλέσθαι πλεῖν οἴκαδε καὶ ζῆν ἡσυχῇ γνώμης κρίσις ἦν, τὸ δὲ τοὺς ἐπὶ τῆς στρατείας κινδύνους ἑλόμενον μεταβαλέσθαι περὶ τῶν αὐτῶν οὐ ταὐτὰ γιγνώσκειν ἐστίν· ὃ σοὶ τῶν πάντων ἥκιστα προσήκει, ὅσῳπερ ἀνθρώπων μάλιστα ἀρετὴν ἀσκεῖς καὶ τὸ μὴ ψεύδεσθαι. οὐ γὰρ δή που τοὺς μὲν ἄλλα λέγοντας, ἄλλα δὲ γιγνώσκοντας αἰτιάσει, τοὺς δὲ ὑπὲρ τῶν αὐτῶν ἄλλοτε ἄλλως βουλευομένους καὶ μὴ τοὺς αὐτοὺς ὄντας ἐπαινέσει. σκέψαι δὲ ὅτι κἀν τοῖς στρατοπέδοις μέχρι μὲν μὴ συνάγουσιν οἱ στρατηγοὶ πᾶς τις ὡς εἰπεῖν αὐτοκράτωρ ἐστὶν αὑτοῦ, ἐπειδὰν δὲ εἰς τάξιν καταστῇ, ταύτην δεῖ σώζειν, ἢ φαῦλον νομίζεσθαι· σὺ δʼ οὐ βουλεύεσθαι δόξεις περὶ ὧν αἵρεσίς ἐστί σοι, ἀλλʼ ἀναχωρεῖν ἀπὸ τούτων ἃ προὔκρινας αὐτὸς καὶ μονονοὺ λιπεῖν τὴν τάξιν· ὃ καὶ ὄναρ μοι δοκεῖς σύ γε ἰδὼν εἰκότως ἂν αἰσχυνθῆναι. δίκαια καὶ καλὰ ταῦτα ἐγίγνωσκες, ὡς οὐχ αἱρετὸς βίος ἀνθρώπῳ μακρὸς, εἰ μὴ προσέσται τὸ πράττειν τὰ δέοντα. ἐπεὶ δὲ τὴν παῖδα οἱ κήρυκες ἄγοντες ᾤχοντο, καὶ δὴ διὰ τοῦτο ἑτέρως ἔχει τὰ τῆς φύσεως. οὐ παύσει δύο τῶν χειρίστων ὀνειδῶν ἀμφισβητῶν, δειλίας καὶ ἀπιστίας· ὃ τῶν ἐχθρῶν οὐδεὶς πώποτε ὠνείδισε. καίτοι τίς ἂν ἦσθα πρὸς θεῶν, εἴ σοι ταῦτα Ἀγαμέμνων ἀνετίθει; ἐγὼ δʼ ἡγοῦμαι τὸ μὲν τέλος πάντων πραγμάτων τῷ θεῷ χρῆναι καταλιπεῖν, ὥσπερ καὶ ἡμᾶς ἅπαντας ὁρᾷς περὶ ἡμῶν αὐτῶν βεβουλευμένους. οὐ γὰρ ποικίλης δεῖται τοῦτό γε μούσης, ἀλλὰ πᾶσιν εὔδηλον ὅτι εἰρήνη πολέμου γέρας συμφορώτερον καὶ ὅτι οὐκ ἔστι μαχομένους καὶ κινδυνεύοντας ἀναιμωτὶ τὸν αἰῶνα διελθεῖν. ἀλλʼ οὐ τούτου χάριν τὰς πίστεις παραβαίνομεν· ἀλλʼ ὧν μὲν ὁ δαίμων κύριος, αὐτῷ καταλείπομεν, ὅσα δὲ εἰς λογισμοὺς ἥκει καὶ τὸ βουλεύσασθαι, μηδαμοῦ τῶν χειρόνων ἑαυτῷ τιμᾶν ἀνδρός. νὴ Διʼ ἀλλʼ οὐκ ἄξιά σου τὰ δῶρα οὐδʼ ἐκπλήξει σε ὑπισχνούμενος, οὐδʼ ἂν τὴν ψάμμον καὶ τὴν κόνιν παρέλθῃ τῷ πλήθει. ἄριστά γε, ὦ γενναῖε, καὶ γνωρίζω τούτους ἤδη τοὺς λόγους. ἐγὼ δὲ οὐ τῶν χρημάτων ἕνεκα συμβουλεύω σοι βοηθεῖν τοῖς Ἀχαιοῖς· πόθεν; μηδέποθʼ οὕτω σμικρῶς ἴδοιμι τὰ σά· ἀλλʼ ὑπὲρ αὐτοῦ τοῦ δικαίου καὶ τοῦ προσήκειν οὕτω ποιεῖν. ἀλλὰ τὰ μὲν χρήματα φιλίας τινὶ συμβόλῳ δέξασθαι εἴτε καὶ χαίρειν ἐᾷς, οὐχὶ διοίσομαι· καὶ περὶ τῆς κηδείας ταύτης ἐπὶ σχολῆς βουλεύσασθαι, μηδὲ γὰρ ἂν τοῦτό σε ἁρπάσαι. παῖς γὰρ ἂν εἴην, εἰ ταῦτα συμβουλεύοιμι, ἡγεῖσθαι μὲν ἐκεῖνον οὐκ ἀνελεύθερον εἶναι τῇ δόσει καὶ τοῖς ἐπαγγέλμασι, σαυτῷ δὲ ἕτερα εἶναι τὰ ποιοῦντα τὴν ἔξοδον. ποῖα ταῦτα; ἃ μικρῷ πρόσθεν αὐτὸς ἀπηρίθμεις, πολλῷ χρημάτων καλλίω πράγματα. πῶς γὰρ οὐκ ἄτοπον καὶ ὑπερφυὲς, εἰ πρότερον μὲν τῶν Ἀχαιῶν τούτων ἡγούμενος δώδεκα μὲν πόλεις κατὰ θάλατταν, ἕνδεκα δʼ εἷλες κατʼ ἤπειρον οὐδὲν τῶν ἰδίων ὑπολογιζόμενος, οὐ πόνον, οὐ κίνδυνον, οὐκ ἀσχολίαν, οὐχ ἣν φιλτάτην εἶναι φῂς σαυτῷ ψυχὴν εἰ προήσει, καὶ τοσούτων εὐποριῶν καὶ τοσαύτης εὐδαιμονίας ἀπέδειξας κυρίους· νῦν δʼ οὐδʼ εἰς αὐτὴν τὴν σωτηρίαν αὐτοῖς ἐπαρκέσαι τολμήσεις. πόθεν ὦ πρὸς θεῶν ἐκτήσω τὴν κόρην, ἵνα τἄλλʼ ἀφῶμεν; ἀφʼ ὧν εὐηργέτεις ἡμᾶς. οὕτω γοῦν καὶ τὴν Λυρνησὸν εἷλες ἐν τῷ πλήθει τῶν ἄλλων χωρίων. οὐκοῦν οὐ τὸ στράτευμα τῆς παιδὸς εἰκὸς εἶναι προσθήκην, ἀλλὰ τὴν παῖδα τοῦ στρατοπέδου καὶ τῶν ἄλλων πραγμάτων. ἁπάντων δὲ ἀτοπώτατον, εἰ ὁ μὲν Χρύσης τὴν θυγατέρα ἀπολαμβάνων οὐ προήχθη περαιτέρω εὔξασθαι ὡς πολεμίοις, ἀλλʼ ἐπέπαυτο τῆς ὀργῆς, ἄνθρωπος βάρβαρος καὶ φύσει πολέμιος καὶ συγκινδυνεύσας καὶ περὶ τῆς σωτηρίας αὐτῆς, σὺ δʼ αὐτήν τε ἀπολαμβάνων τὴν ἄνθρωπον καὶ πρὸς ἐκείνῃ τοσαύτας λαμβάνων, καὶ πρὸς ταῖς γυναιξὶ χρήματα, πόλεις, χώραν, συγγένειαν, ἃ θαυμάζειν δέον οὐκ ἐῶ, μέμψασθαι δʼ οὐκ ἔχεις, εἰσαεὶ μενεῖς ἐπὶ τοῦ παροξυσμοῦ; κἀκεῖνος μὲν συνεύξατο τῷ θεῷ παῦσαι τὴν νόσον ἡμῖν, σὺ δʼ οὐ βουλήσει παῦσαι τὰ τοῦ πολέμου δύσκολα; ἀλλʼ ὁ μὲν ἐξ ἀμφοῖν ἐνεδείξατο τὴν δύναμιν τοῖς Ἀχαιοῖς, ἔκ τε ὧν καταρασάμενος πολλοὺς διέφθειρε καὶ ὧν εὐξάμενος ἅπαντας ἔσωσε, σὺ δʼ ἀξιώσεις ἀπὸ θατέρου μόνου μιμήσασθαι τὸν ἱερέα, καὶ ταῦτα ἀπὸ τῶν ἀπολλυμένων; ἀλλὰ πολλῷ βέλτιον ἦν τῷ σώζειν πάντας ἐνδείκνυσθαι τὴν ῥώμην ἢ θάτερον πράξαντα τὸ λοιπὸν φυγεῖν, καὶ προδοῦναι μὲν τὸ στρατόπεδον ἐπὶ τῷ κομίσασθαι τὴν σαυτοῦ δεινὸν ἂν ἡγήσω, σῶσαι δὲ οὐ δέξει τὸ στρατόπεδον μετὰ τοῦ τὴν σεαυτοῦ κομίζεσθαι, ἀλλʼ ὁ μὲν Ἕκτωρ πυρὶ καὶ σιδήρῳ πάντα ἐπέρχεται, καὶ σμικρόν ἐστιν αὐτῷ σῶσαι Τροίαν, σὺ δʼ ἐν τῇ σκηνῇ μενεῖς ᾁδων πρὸς λύραν; πότερον τὰ ἑτέρων ᾁδων μενεῖς; ἀλλʼ ἄμεινον ἑτέροις τὰ σαυτοῦ παρασχεῖν ᾁδειν ἐπὶ χρηστῷ τινι. ἀλλὰ τὴν μῆνιν νὴ Δίʼ ἣν μηνίεις ταύτην ὑμνήσεις ὥσπερ θεόν; δέδοικα μὴ τῶν Ἀχαιῶν ᾁδης ἐπιταφίους, οὕτως ἀωρὶ τοῦ παντὸς χρόνου μελῳδῶν. εἶτα φῂς εἶναι φιλόψυχος καὶ καταψεύδει σαυτοῦ. καὶ τίς ὦ πρὸς θεῶν οὕτω παῖς ἐστιν ὥστε πεισθῆναι ὡς Ἀχιλλεὺς ἀγαπᾷ ζῶν καὶ διὰ ταῦτα ἔξω βελῶν ἐστιν, ὅτι οὐχ οἷόν τε ἀποθανόντα ἀναστῆναι; εἰ δʼ Ἐπειοῦ τοῦ Φωκέως ἠκούομεν, ποίους ἄν τινας ἄλλους ἢ τούτους ἠκούομεν τοὺς λόγους; καίτοι τί λέγω; ἐκεῖνος πυκτεύων ἥδιον ἂν τεθναίη, πρὶν ἐκστῆναί τινι. ταῦτα μὲν οὖν εἰς Θερσίτην τρέποιτο καὶ ὅστις ἐκείνῳ παραπλήσιος· σὺ δὲ ὦ τᾶν μὴ σκῶπτε, μηδʼ ἀντιποιοῦ κακίας, ἧς οὐδέν σοι προσήκει· οὔτε γὰρ ἡμᾶς πείσεις οὔθʼ, ὡς ἐγᾦμαι, σαυτόν. ἀλλὰ καθελκύσας τὰς ναῦς ἀποπλέων οἰχήσει; εἶτʼ οὐκ αἰσχύνει τὰς Νηρηίδας τὰς πρὸς μητρὸς συγγενεῖς οὕτως ἀνομοίως πλέων τὴν θάλατταν νῦν καὶ πρὸ τοῦ· τότε μὲν δόξης ἀφορμὰς δύναμιν συλλέγων τῷ στρατοπέδῳ, νυνὶ δʼ ἅπασι λελυμασμένος. πρὸς ποτέρων δέ σοι ταῦτα ἄξια τῶν συγγενῶν, πότερον τῶν θαλαττίων ἢ τῶν κατʼ ἤπειρον, οἵ ποτʼ ἐλθόντες δεῦρο οὐ πρότερον ἀπῆραν πρὶν συνεξεῖλον τῷ πολεμάρχῳ. τί δὲ καὶ θήσει πρὸς θεῶν ὄνομα τῇ θυσίᾳ, ἣν αὔριον θύσειν φῄς; πότερον χαριστήρια, ἢ τί καλεῖς αὐτήν; εἶτʼ οὐκ αἰσχύνει τοὺς θεοὺς αὐτοὺς μάρτυρας τοσαύτης κακίας ποιούμενος, θύων καὶ σπένδων καὶ παιανίζων ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς, φάσκων ἀπέχειν ἅπαντα παρʼ αὐτῶν, ὁρῶν εἰς τὸ πεδίον, μεστὸν νεκρῶν τῶν ὑπὸ σοὶ ταττομένων, ἡμέραν οὐκ οἶδα πόστην ἄνω. τί δʼ ἔσται σοι τοῦ πλοῦ τὸ σχῆμα; ἢ τίς λόγος τῶν ἰδόντων ἢ τῶν ἀκουσάντων; Ἀχιλλεὺς ἐπαναπλεῖ; ποῖα λάφυρα κομίζων, ἢ ποίας ἀπαρχὰς ἄγων, ἢ τί τῶν οἴκοι στεφανώσων, ἢ τῶν ἰδίων ἢ τῶν δημοσίων; καλὸν δὲ τῇ Σκύρῳ νῦν προσχεῖν. καὶ τί φήσεις πρὸς τὸν παῖδα τὸν σαυτοῦ; τί τῇ γυναικὶ δόξεις εἶναι βελτίων εἰπών; καὶ τί λέγω Σκῦρον ἢ γυναῖκα;