τούτοις ἔτι κινδυνεύειν ἐπὶ στρατείας περὶ ψυχῆς, ὃ πᾶσιν ἁπάντων κτημάτων τιμιώτατον εἶναι συμβέβηκε καὶ πρῶτον ὁ τῶν Ἑλλήνων ἄριστος ὁρίζεται, εἰ τούτοις ἕκαστος ἐχρήσατο τοῖς λογισμοῖς, οὐδʼ ἂν συνελέγη δή που τὸ στράτευμα τὴν ἀρχήν. νῦν δὲ οἶμαι δύο ταῦτα ἦν τὰ κινοῦντα, τό τε τοῖς ὅρκοις πάλαι προκατειλῆφθαι θεῶν τινος, οἶμαι, προνοίᾳ καὶ τὸ κοινῇ πάντας ὑβρίσθαι δοκεῖν ὑπὸ τῶν ἀλλοφύλων καὶ μὴ δεῖν ἐπιτρέπειν. προσθείη δʼ ἄν τις τάχα καὶ τρίτον τὸ τοῖς ἄρχουσι πείθεσθαι χρῆναι. μὴ δὴ τοῦτο σκοπῶμεν νῦν, τίνος χάριν τὴν στρατείαν ἠράμεθα ἐξ ἀρχῆς, ἀλλʼ ὅτι οὐ τῶν αὐτῶν ἐστι τότε μὲν τὰ ἄλλα πάντα δεύτερα ποιήσασθαι, νῦν δὲ πρὶν ὧν ἕνεχʼ ἥκομεν πρᾶξαι διαστῆναι. οὐ γὰρ τῇ προφάσει τῆς στρατείας ἀκόλουθον, ἀλλʼ ἐναντίον αὐτῇ τῇ στρατείᾳ φαίνεται· ἔπειτʼ οὐδὲ ὅμοιόν ἐστιν· ὅπως δὲ, ἀκούσει πρᾴως. οὐ γὰρ ἵνα ἐλέγξω λέγω, ἀλλʼ ὅπως παραμυθήσωμαι· εἰ γὰρ μὴ ἐκομίζου τὴν ἄνθρωπον, εἰκότως ἂν εἰς ταῦτʼ ἀνεχώρεις, νῦν δὲ οὐ μόνον αὐτὴν, ἀλλὰ καὶ ἑπτὰ πρὸς αὐτῇ δίδωσιν· ἄλλα γὰρ ἐῶ τοσαῦτα τὸ πλῆθος. καίτοι εἴ γε οἱ Τρῶες ἐβούλοντο τὴν Ἑλένην καὶ ὅσα μετʼ αὐτῆς ἄγοντες ᾤχοντο ἀποδιδόναι, οὐκ ἂν ἡμῖν ἦν λόγος πρὸς αὐτούς· εἰ δὲ δὴ καὶ παρʼ ἑαυτῶν οἴκοθεν προσετίθεσαν, οὐδὲ φωνὴν οὐδεὶς προήκατο ἂν ὡς οὐ χρὴ δέχεσθαι. τί τούτου μέγα σημεῖον; αὐτοὶ ταῦτα προὐκαλούμεθʼ αὐτοὺς κατʼ ἀρχὰς εὐθὺς, ἀλλʼ οὔτε ἐκείνων οὐδεὶς ταῦτα ἐβούλετο ποιεῖν, σοί τε ἣν ἀφῃρέθης, ἐπάνεισι μετὰ πολλῶν. εἰ δʼ αὖ καὶ δίκην δεῖ προσυποσχεῖν τῆς ὕβρεως, δέδωκε καὶ μάλα πολλὴν ἐκεῖνός γε. χωρὶς γὰρ ὧν ἀπολώλεκε τοσούτων τὸ πλῆθος στρατιωτῶν τήν γε ἀπὸ τοῦ φόβου καὶ τοῦ ταπεινὸς εἶναι πηλίκην τινʼ οἴει σοι δίδωσι δίκην; οὐδὲ γὰρ ἄλλο γε οὐδὲν νῦν ἢ τὸ σχῆμα πᾶν ἀποτέθειται, ἱκέτης ἐκ βασιλέως καὶ δοῦλος ἐξ ἐλευθέρου γεγονὼς, καὶ εἰ δεῖ τἀληθέστερον εἰπεῖν, ἐλέῳ θαρρῶν, ἐὰν τὰ κράτιστα φέρηται παρὰ τῆς τύχης. καὶ μὴν εἰ δεῖ καὶ τούτων μνημονεύειν, ἐκεῖνο ἐνθυμήθητι· τῶν ἀτόπων ἐστὶ συλλεγομένης μὲν τότε τῆς στρατιᾶς οὕτω προθύμως ἔχειν σε πρὸς τὸ μετασχεῖν τῶν πραγμάτων, ὥστʼ ἐπειδὴ τάχιστα εἶδες τὰ ὅπλα ὁρμῆσαι πρὸς αὐτὰ καὶ μὴ κατασχεῖν σεαυτὸν, καὶ ταῦτα ὄντα παῖδα κἀν ταῖς κόραις κρυπτόμενον, νῦν δʼ ἐπειδὴ τηλικόσδʼ εἶ καὶ παῖδα ἔχεις ὡραῖον ὡς συνεῖναι καὶ στρατεύεσθαι, καὶ δόξαν τὴν πρώτην ἐν ἅπασιν εἴληφας, βούλεσθαι μὴ χρῆσθαι τοῖς ὅπλοις τοῖς σαυτοῦ, ἀλλὰ ζητεῖν προφάσεις διʼ ἃς προήσει πάντα, καὶ τότε μὲν τὴν παῖδα ἀπολιπεῖν ῥᾳδίως, ἧς τί σοι φίλτερον εἰκὸς εἶναι; καὶ ἣν ὁμότιμον ἐκτήσω γυναῖκα σαυτῷ, νῦν δʼ ἑτέρας παιδὸς ἕνεκα τἀναντία γνῶναι σαυτῷ περὶ τῶν ὅλων. σκόπει μὴ οὐδὲ τῆς Δηιδαμείας ᾖ ταῦτα ἄξια ἐπαινέσαι, μή τί γε ἀνδρὸς ὅτου καὶ μνησθῆναι καλόν. καὶ λέγεις δὴ τὰς μοίρας τὰς διττὰς ἀκηκοέναι παρὰ τῆς μητρὸς ἄριστα εἰδυίας περὶ αὐτῶν. ἐγὼ δὲ ἀμφιγνοῶ μὲν εἴτε σπουδάζων ταῦτα λέγεις εἴτʼ ἐρεσχελῶν ἡμᾶς καὶ φιλονεικίᾳ τινὶ θυμοῦ· οὐ γὰρ σοί γε οἱ λόγοι· πολλοῖς ἔργοις τοῦτο σοῖς τεκμαίρομαι. οὐ μὴν ἀλλʼ εἰ τὰ μάλιστα ἐσπούδακας, ἔστι σοι καὶ τούτων οὕτως ἐχόντων ὅμως τὰ δέοντα βουλεύσασθαι· μάλιστα μὲν γὰρ ἔγωγε φαίην ἂν τὴν μητέρα σου ποιεῖσθαι τούτοις συγκατατίθεσθαι τοῖς λόγοις, ἐπεὶ καὶ ὁ πατὴρ καὶ ὁ διδάσκαλος οὕτως ἐπαίδευόν σε πειρώμενοι, ἔπειτʼ ἐνταῦθα δὴ καὶ τὸ πάνδεινόν ἐστιν, εἰ παρʼ αὐτοὺς μὲν τοὺς λόγους καὶ τὴν ἀκοὴν οὕτως ἐρρωμένως ἔσχες ὥστε τὴν εὐδοξίαν καὶ τὸ καλὸν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ γήρως αἱρεῖσθαι, ἐπειδὴ δὲ ὡμολόγησας αὐτῇ περὶ τῆς ἀμείνονος μοίρας, πάλιν ἐξ ἀρχῆς ἕτερος γενήσει, καὶ τότε μὲν καὶ τῆς ψυχῆς τῆς σαυτοῦ πλείονος ἄξιον ἡγοῦ τὸ στρατόπεδον, νῦν δὲ οὐδὲ τῆς κόρης ἀντάξιον, μᾶλλον δὲ ἑνὸς τῶν περὶ τὴν κόρην συμβάντων. οὕτως μέντἂν ἀμφοτέρων δόξαις τὴν παῖδα τιμιωτέραν ἡγεῖσθαι, καὶ σαυτοῦ καὶ τῶν Ἀχαιῶν. πῶς γὰρ οὐ καὶ σαυτοῦ, εἰ τοῦ μὲν σώζεσθαι κρεῖττον τὸ εὐδοξεῖν, τοῦ δὲ εὐδοξεῖν ἡ κόρη; δόξαις δʼ ἂν οὕτως καὶ τὴν μητέρα ἐψεῦσθαι, καὶ σαυτὸν ἐξελέγχειν οὐκ ἐπιστάμενον λογίζεσθαι. τὸ μὲν γὰρ ἀπʼ ἀρχῆς εὐθὺς ἑλέσθαι πλεῖν οἴκαδε καὶ ζῆν ἡσυχῇ γνώμης κρίσις ἦν, τὸ δὲ τοὺς ἐπὶ τῆς στρατείας κινδύνους ἑλόμενον μεταβαλέσθαι περὶ τῶν αὐτῶν οὐ ταὐτὰ γιγνώσκειν ἐστίν· ὃ σοὶ τῶν πάντων ἥκιστα προσήκει, ὅσῳπερ ἀνθρώπων μάλιστα ἀρετὴν ἀσκεῖς καὶ τὸ μὴ ψεύδεσθαι. οὐ γὰρ δή που τοὺς μὲν ἄλλα λέγοντας, ἄλλα δὲ γιγνώσκοντας αἰτιάσει, τοὺς δὲ ὑπὲρ τῶν αὐτῶν ἄλλοτε ἄλλως βουλευομένους καὶ μὴ τοὺς αὐτοὺς ὄντας ἐπαινέσει. σκέψαι δὲ ὅτι κἀν τοῖς στρατοπέδοις μέχρι μὲν μὴ συνάγουσιν οἱ στρατηγοὶ πᾶς τις ὡς εἰπεῖν αὐτοκράτωρ ἐστὶν αὑτοῦ, ἐπειδὰν δὲ εἰς τάξιν καταστῇ, ταύτην δεῖ σώζειν, ἢ φαῦλον νομίζεσθαι· σὺ δʼ οὐ βουλεύεσθαι δόξεις περὶ ὧν αἵρεσίς ἐστί σοι, ἀλλʼ ἀναχωρεῖν ἀπὸ τούτων ἃ προὔκρινας αὐτὸς καὶ μονονοὺ λιπεῖν τὴν τάξιν· ὃ καὶ ὄναρ μοι δοκεῖς σύ γε ἰδὼν εἰκότως ἂν αἰσχυνθῆναι. δίκαια καὶ καλὰ ταῦτα ἐγίγνωσκες, ὡς οὐχ αἱρετὸς βίος ἀνθρώπῳ μακρὸς, εἰ μὴ προσέσται τὸ πράττειν τὰ δέοντα. ἐπεὶ δὲ τὴν παῖδα οἱ κήρυκες ἄγοντες ᾤχοντο, καὶ δὴ διὰ τοῦτο ἑτέρως ἔχει τὰ τῆς φύσεως. οὐ παύσει δύο τῶν χειρίστων ὀνειδῶν ἀμφισβητῶν, δειλίας καὶ ἀπιστίας· ὃ τῶν ἐχθρῶν οὐδεὶς πώποτε ὠνείδισε. καίτοι τίς ἂν ἦσθα πρὸς θεῶν, εἴ σοι ταῦτα