<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg052.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg052.perseus-grc2" n="428"><p>ἀπέφαινε τὸν αἴτιον, ἐκεῖνος δʼ ἀμφοτέροις ὠργίζετο· σὺ δʼ οὐκ ἀπέστης πρὶν ἐπράχθη τὸ δέον.</p><p rend="align(indent)">οὐκοῦν ἄτοπον ὑπὲρ ὧν ἵνα σωθῶσι τότε ἤρω τὴν ἔχθραν, τούτους νῦν διὰ τῆς ἔχθρας διαφθεῖραι, καὶ τὰς μὲν παρὰ τῆς τύχης συμφορὰς ἀξιοῦν ἐπανορθοῦσθαι, αὐτὸν δʼ ἐξεπίτηδες πράττειν ἐξ ὧν ἀπολούμεθα καὶ περὶ ὧν τότε ηὔχου τοῖς θεοῖς, περὶ τούτων νῦν οὐ βούλεσθαι διαλεχθῆναι σεαυτῷ· καὶ ὑπὲρ μὲν τοῦ ἱερέως τοῦ βαρβάρου τὸν θεὸν ἀξιοῦν αἰδεῖσθαι, ὑπὲρ δὲ τῶν ὁμοφύλων τοσούτων τὸ πλῆθος μήτε θεοὺς τοὺς κοινοὺς μήτε ὁσίαν μήτε σπονδὰς ἐθέλειν αἰσχυνθῆναι· καὶ τότε μὲν προέσθαι τὴν σαυτοῦ γνωρίμην, ἵνα σωθῇ τὰ τῶν Ἀχαιῶν, νῦν δὲ <pb xml:id="v.2.p.590"/> ἀντὶ ταύτης αὖ πανστρατιᾷ τοὺς Ἀχαιοὺς ἐκτρῖψαι. καὶ μὴν εἰ δυοῖν αἵρεσις ἦν, καί μοι πρὸς Διὸς ἔστω παρρησία, δίκαιον γὰρ, ἄλλως τε καὶ παρʼ ἀνδρὶ τιμῶντι τἀληθὲς, πότερον δεῖ τὴν παῖδα σώαν εἶναι ταύτην, ἢ τὸ στρατόπεδον καὶ τὰ τῶν Ἀχαιῶν πράγματα; οὐκ ἂν οὔτε τὸν Δία τὸν σαυτοῦ πρόγονον τοῦτʼ ᾔτησας οὔτʼ ἄλλον θεῶν οὐδένα ταύτην ἀντὶ πάντων λειφθῆναι· τί οὖν; εἰ ταύτην τε ἔξεστι κομίσασθαι καὶ σῶσαι τοὺς Ἀχαιοὺς, αἱρήσει ταύτης τε ἀφεστάναι καὶ τούτους ἀπολωλεκὼς εἶναι; καὶ πῶς οὐκ ἄτοπον συμφορὰν μὲν ἐπίστασθαι συμφορᾶς ἀνταλλάξασθαι, ἄμφω δὲ ἐξὸν ἔχειν ἄνευ ζημίας, εἶτα ἀμφοῖν δέξασθαι στέρεσθαι; οὐ γὰρ μόνων τῶν Ἀτρειδῶν ἦν τὰς ἑαυτῶν γυναῖκας φιλεῖν. τίς δʼ ἂν εἴποι ταῦτα; ἀλλά τοι καὶ κατʼ αὐτὸ τοῦτο ἡ τοῦ πολέμου φύσις ἀξία θαυμάσαι. εἰ γὰρ ἑκάστῳ τοῦτο παρέστη τὸ κατʼ ἀρχὰς εὐθὺς ὅτι νῦν Μενέλαος συλλέγει στρατιὰν τῆς γυναικὸς τῆς ἑαυτοῦ χάριν, πῶς οὖν ἐμέ γʼ εἰκὸς καταλιπόντα τὴν ἐμαυτοῦ <pb xml:id="v.2.p.592"/> γυναῖκα καὶ πρὸς τῇ γυναικὶ παῖδας καὶ γονεῖς ἐν γήρᾳ καὶ χρήματα καὶ οἰκέτας πλεῖν ἔξω τῆς Ἑλλάδος, καὶ πρὸς </p></div></div></body></text></TEI>