<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg052.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg052.perseus-grc2" n="427"><p> τοῦτο ποιεῖς ἢ πυρὶ, πρᾷον τοῦθʼ ἡγεῖ τι. καὶ λόγον μὲν οὐκ ἂν ἐξ ἴσου δοίης ἐκείνοις τε καὶ ἡμῖν, ἐξ ἴσου δὲ ἀμφοτέροις ἐκποδὼν ἕστηκας, μᾶλλον δὲ βοηθεῖς μὲν οὐδετέροις, τῇ δὲ γνώμῃ πρὸς ἐκείνους ῥέπεις· τοσούτῳ πλέον ἡμῶν ἔχουσι. καὶ παρʼ αὐτὴν μὲν τὴν ὀργὴν οὕτω πολιτικῶς ἔσχες ὥστʼ οὐδʼ αὐτὸν τὸν Ἀγαμέμνονα ᾤου δεῖν τεθνάναι· μέγα τούτου τεκμήριον· οὔκουν ἀπέσφαξάς γε αὐτὸν, ἐξόν σοι. νῦν δʼ οὐδὲ τῶν ἄλλων οὐδένα δεῖν οἴει λιπεῖν, καίτοι πολλῷ βέλτιον μετὰ τῶν ἄλλων κἀκεῖνον ἦν παρʼ ἀξίαν σῶσαι ἢ διʼ ἐκεῖνον ἅπαντας ἄρδην ἀφανισθέντας περιιδεῖν, καὶ δίκην γʼ ἂν οὕτω παρʼ αὐτοῦ τὴν γιγνομένην λαβεῖν. εἰπὲ γάρ μοι τί μάλιστʼ ἂν εὔξαιο; οὐκ ἀδοξεῖν ἐκεῖνον καὶ κακῶς ἀκούειν καὶ μῖσος ἔχειν ἐν τῷ στρατοπέδῳ; τοῦτο τοίνυν ἐξ ἀμφοῖν αὐτῷ περιέσται, ἔκ τε τῶν μέχρι τοῦδε ἀπολωλότων καὶ τῶν ἀπὸ τούτου σωθησομένων· ὁ μὲν γὰρ ἐκείνοις αἴτιος τούτου δόξει <pb xml:id="v.2.p.589"/> γεγενῆσθαι, τῆς συμμαχίας ἀποστήσας σε διʼ ὧν ὕβρισε, σὺ δὲ τούτους νυνὶ σεσωκέναι μόνος ἀνθρώπων τῇ βοηθεία ὥστε τὸ μὲν ἐκείνου μέρος οὐδεὶς τῶν Ἀχαιῶν σώζεται, τὸ δὲ σὸν οὐδεὶς διέφθαρται. σκόπει δῆτα καὶ τὴν αἰτίαν τῆς διαφορᾶς αὐτῆς, ὡς οὐκ ἐξ ἄλλου σοι πράγματος κατέστη πρὸς αὐτὸν, ἀλλʼ ὑπὲρ τῶν Ἀχαιῶν, ὅπως σωθεῖεν. τήν τε γὰρ ἐκκλησίαν διὰ τοῦτο ἐποίησας, ὁρῶν τὸ πλῆθος τῶν ἀπολλυμένων ὑπὸ τῆς νόσου, τῷ τε Κάλχαντι παρῄνεις εἰπεῖν θαρρούντως εἴ τι σύνοιδε. καὶ παρελθόντος ἐκείνου καὶ φάσκοντος δεδιέναι μή τινα τῶν αὑτοῦ κρειττόνων παροξύνας κακόν τι λάβοι, ἀπώμνυς ἦ μὴν μὴ περιόψεσθαι τοῦτον. ἐκ δὲ τούτων ὁ μὲν </p></div></div></body></text></TEI>