<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg052.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg052.perseus-grc2" n="426"><p> ὕστερον ἐθέλοντα παύσασθαι μετρίως δόξειν βεβουλεῦσθαι. χωρὶς δὲ τούτων οὐ σὸν, ὦ φίλε Ἀχιλλεῦ, μᾶλλον ὅπως τις δικαίως μισηθήσεται ζητεῖν ἢ ὅπως τὸ κοινὸν σωθήσεται. εἰ γὰρ δεῖ χαλεπαίνειν διὰ τέλους, τοῖς βαρβάροις ἂν ἔγωγε φαίην δεῖν καὶ τοῖς φύσει πολεμίοις. πολὺ γὰρ <pb xml:id="v.2.p.587"/> μείζω πρὸς τούτους ἡμῖν τὰ ἐγκλήματα καὶ ὑπὲρ μειζόνων. ὥστε πῶς δίκαιον τὸν μὲν ἐπὶ καιροῦ λυπήσαντα μισεῖν, τοὺς δʼ ἐξ ὅτου γεγόνασι πολεμίους μὴ ὅσον ἀθώους περιορᾶν, ἀλλὰ καὶ τοσοῦτον κρατοῦντας τῶν σῶν ἑταίρων καὶ μεθʼ ὧν ὤφθης πρῶτον αὐτοῖς; ἐπεὶ νῦν εἴ σοι δέδοκται παντάπασι διαφθεῖραι τὸ στρατόπεδον, τί οὐκ ἄντικρυς γίγνει μετὰ τῶν βαρβάρων καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεος ἐᾷς προσελαύνειν, αὐτὸς δὲ ἀπὸ τοῦ Σιγείου προσβαλὼν ἐν μέσῳ σαυτοῦ τε κἀκείνων ποιεῖς; ὅτι νὴ Δία οὐκ ἀνεκτὰ ταῦτα οὐδʼ ὅσια; τῶν αὐτῶν τοίνυν τούτων ἔχεται λογισμῶν καὶ ἡ νυνὶ βοήθεια. ἀπόλλυνται μὲν γὰρ οὐδὲν ἧττον καὶ τὴν ἡσυχίαν ἄγοντος σοῦ, πρόσεστι δὲ τῷ σχήματι ῥᾳθυμία, τῷ δοκεῖν θεωρεῖν τὰ γιγνόμενα. ὥστε διπλοῦν ἀνθʼ ἁπλοῦ τοὔνειδος γίγνεται· καὶ γὰρ μισεῖν τοὺς ὁμοφύλους δοκεῖς καὶ φοβεῖσθαι τὴν μάχην. μὴ σύ γε, ἀλλʼ ἐξ ἀρχῆς δυοῖν ἑλοῦ θάτερον· εἰ μὲν τὰ τῆς ὀργῆς νικᾷ, χρῆσαι παντὶ τῷ θυμῷ, εἰ δʼ ἐπίστασαι λογίζεσθαι, μὴ σχίζου τῇ γνώμῃ, μηδὲ ἀπέχου μὲν ὡς φιλίων, πρόῃ δὲ ὡς πολεμίους, ἀλλʼ ἴσθι τοσούτῳ χείρω <pb xml:id="v.2.p.588"/> νυνὶ ποιῶν ἢ εἰ μετὰ τῶν βαρβάρων ἡμῖν ἐπῄεις, ὅσῳ φανερᾶς ἔχθρας προδοσία χαλεπώτερον.</p><p rend="align(indent)">σὺ δὲ εἰ μὲν πρέσβεις ἔλθοιεν παρὰ Πριάμου νυνὶ περὶ συμμαχίας, οὐκ ἂν αὐτοὺς δέξαιο τῇ σκηνῇ, ἃ δʼ ἂν εὔξαιντο ἐκεῖνοι, ταῦτα σὺ πράττεις, καὶ τῷ θυμῷ τὰ πράγματα ἀπολλὺς κάθησαι· ἔπειτα δʼ εἰ μὴ σιδήρῳ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg052.perseus-grc2" n="427"><p> τοῦτο ποιεῖς ἢ πυρὶ, πρᾷον τοῦθʼ ἡγεῖ τι. καὶ λόγον μὲν οὐκ ἂν ἐξ ἴσου δοίης ἐκείνοις τε καὶ ἡμῖν, ἐξ ἴσου δὲ ἀμφοτέροις ἐκποδὼν ἕστηκας, μᾶλλον δὲ βοηθεῖς μὲν οὐδετέροις, τῇ δὲ γνώμῃ πρὸς ἐκείνους ῥέπεις· τοσούτῳ πλέον ἡμῶν ἔχουσι. καὶ παρʼ αὐτὴν μὲν τὴν ὀργὴν οὕτω πολιτικῶς ἔσχες ὥστʼ οὐδʼ αὐτὸν τὸν Ἀγαμέμνονα ᾤου δεῖν τεθνάναι· μέγα τούτου τεκμήριον· οὔκουν ἀπέσφαξάς γε αὐτὸν, ἐξόν σοι. νῦν δʼ οὐδὲ τῶν ἄλλων οὐδένα δεῖν οἴει λιπεῖν, καίτοι πολλῷ βέλτιον μετὰ τῶν ἄλλων κἀκεῖνον ἦν παρʼ ἀξίαν σῶσαι ἢ διʼ ἐκεῖνον ἅπαντας ἄρδην ἀφανισθέντας περιιδεῖν, καὶ δίκην γʼ ἂν οὕτω παρʼ αὐτοῦ τὴν γιγνομένην λαβεῖν. εἰπὲ γάρ μοι τί μάλιστʼ ἂν εὔξαιο; οὐκ ἀδοξεῖν ἐκεῖνον καὶ κακῶς ἀκούειν καὶ μῖσος ἔχειν ἐν τῷ στρατοπέδῳ; τοῦτο τοίνυν ἐξ ἀμφοῖν αὐτῷ περιέσται, ἔκ τε τῶν μέχρι τοῦδε ἀπολωλότων καὶ τῶν ἀπὸ τούτου σωθησομένων· ὁ μὲν γὰρ ἐκείνοις αἴτιος τούτου δόξει <pb xml:id="v.2.p.589"/> γεγενῆσθαι, τῆς συμμαχίας ἀποστήσας σε διʼ ὧν ὕβρισε, σὺ δὲ τούτους νυνὶ σεσωκέναι μόνος ἀνθρώπων τῇ βοηθεία ὥστε τὸ μὲν ἐκείνου μέρος οὐδεὶς τῶν Ἀχαιῶν σώζεται, τὸ δὲ σὸν οὐδεὶς διέφθαρται. σκόπει δῆτα καὶ τὴν αἰτίαν τῆς διαφορᾶς αὐτῆς, ὡς οὐκ ἐξ ἄλλου σοι πράγματος κατέστη πρὸς αὐτὸν, ἀλλʼ ὑπὲρ τῶν Ἀχαιῶν, ὅπως σωθεῖεν. τήν τε γὰρ ἐκκλησίαν διὰ τοῦτο ἐποίησας, ὁρῶν τὸ πλῆθος τῶν ἀπολλυμένων ὑπὸ τῆς νόσου, τῷ τε Κάλχαντι παρῄνεις εἰπεῖν θαρρούντως εἴ τι σύνοιδε. καὶ παρελθόντος ἐκείνου καὶ φάσκοντος δεδιέναι μή τινα τῶν αὑτοῦ κρειττόνων παροξύνας κακόν τι λάβοι, ἀπώμνυς ἦ μὴν μὴ περιόψεσθαι τοῦτον. ἐκ δὲ τούτων ὁ μὲν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg052.perseus-grc2" n="428"><p>ἀπέφαινε τὸν αἴτιον, ἐκεῖνος δʼ ἀμφοτέροις ὠργίζετο· σὺ δʼ οὐκ ἀπέστης πρὶν ἐπράχθη τὸ δέον.</p><p rend="align(indent)">οὐκοῦν ἄτοπον ὑπὲρ ὧν ἵνα σωθῶσι τότε ἤρω τὴν ἔχθραν, τούτους νῦν διὰ τῆς ἔχθρας διαφθεῖραι, καὶ τὰς μὲν παρὰ τῆς τύχης συμφορὰς ἀξιοῦν ἐπανορθοῦσθαι, αὐτὸν δʼ ἐξεπίτηδες πράττειν ἐξ ὧν ἀπολούμεθα καὶ περὶ ὧν τότε ηὔχου τοῖς θεοῖς, περὶ τούτων νῦν οὐ βούλεσθαι διαλεχθῆναι σεαυτῷ· καὶ ὑπὲρ μὲν τοῦ ἱερέως τοῦ βαρβάρου τὸν θεὸν ἀξιοῦν αἰδεῖσθαι, ὑπὲρ δὲ τῶν ὁμοφύλων τοσούτων τὸ πλῆθος μήτε θεοὺς τοὺς κοινοὺς μήτε ὁσίαν μήτε σπονδὰς ἐθέλειν αἰσχυνθῆναι· καὶ τότε μὲν προέσθαι τὴν σαυτοῦ γνωρίμην, ἵνα σωθῇ τὰ τῶν Ἀχαιῶν, νῦν δὲ <pb xml:id="v.2.p.590"/> ἀντὶ ταύτης αὖ πανστρατιᾷ τοὺς Ἀχαιοὺς ἐκτρῖψαι. καὶ μὴν εἰ δυοῖν αἵρεσις ἦν, καί μοι πρὸς Διὸς ἔστω παρρησία, δίκαιον γὰρ, ἄλλως τε καὶ παρʼ ἀνδρὶ τιμῶντι τἀληθὲς, πότερον δεῖ τὴν παῖδα σώαν εἶναι ταύτην, ἢ τὸ στρατόπεδον καὶ τὰ τῶν Ἀχαιῶν πράγματα; οὐκ ἂν οὔτε τὸν Δία τὸν σαυτοῦ πρόγονον τοῦτʼ ᾔτησας οὔτʼ ἄλλον θεῶν οὐδένα ταύτην ἀντὶ πάντων λειφθῆναι· τί οὖν; εἰ ταύτην τε ἔξεστι κομίσασθαι καὶ σῶσαι τοὺς Ἀχαιοὺς, αἱρήσει ταύτης τε ἀφεστάναι καὶ τούτους ἀπολωλεκὼς εἶναι; καὶ πῶς οὐκ ἄτοπον συμφορὰν μὲν ἐπίστασθαι συμφορᾶς ἀνταλλάξασθαι, ἄμφω δὲ ἐξὸν ἔχειν ἄνευ ζημίας, εἶτα ἀμφοῖν δέξασθαι στέρεσθαι; οὐ γὰρ μόνων τῶν Ἀτρειδῶν ἦν τὰς ἑαυτῶν γυναῖκας φιλεῖν. τίς δʼ ἂν εἴποι ταῦτα; ἀλλά τοι καὶ κατʼ αὐτὸ τοῦτο ἡ τοῦ πολέμου φύσις ἀξία θαυμάσαι. εἰ γὰρ ἑκάστῳ τοῦτο παρέστη τὸ κατʼ ἀρχὰς εὐθὺς ὅτι νῦν Μενέλαος συλλέγει στρατιὰν τῆς γυναικὸς τῆς ἑαυτοῦ χάριν, πῶς οὖν ἐμέ γʼ εἰκὸς καταλιπόντα τὴν ἐμαυτοῦ <pb xml:id="v.2.p.592"/> γυναῖκα καὶ πρὸς τῇ γυναικὶ παῖδας καὶ γονεῖς ἐν γήρᾳ καὶ χρήματα καὶ οἰκέτας πλεῖν ἔξω τῆς Ἑλλάδος, καὶ πρὸς </p></div></div></body></text></TEI>