ἄριστε Ἀχιλλεῦ, τὸ μὲν θυμοῦσθαί σε καὶ χαλεπαίνειν ἐφʼ οἷς ὑβρίσθης οὐδὲν ἀπεικὸς, οὐκοῦν ἄχρι τούτου γε. ἐγὼ δʼ, εἰ μὲν ἢ τῆς αὐτῆς γνώμης ἔτι καὶ νῦν Ἀγαμέμνων εἴχετο, ἢ περὶ ὧν ἥμαρτεν ἔξαρνος ἦν, οὐκ ἂν παρῃτούμην, ἀλλʼ εἴων ὅπως ποτέ σοι δοκεῖ ποιεῖν· ἐπεὶ δὲ ὑπὲρ αὐτοῦ τούτου καὶ δεήσεις ποιεῖται καὶ δῶρα τὰ μὲν δίδωσι, τὰ δʼ ἐπαγγέλλεται, τί ἄν τις ἐξελέγχοι τόν γε ὁμολογοῦντα; ἀλλʼ ὥσπερ ἐκεῖνός σοι συγχωρεῖ δίκαια λέγειν, οὕτω καὶ σὺ πείθου παραιτουμένῳ· εἰ δὲ μὴ, πῶς οὐκ ἄτοπον πρῶτον μὲν τὴν αὐτὴν γνώμην ἔχειν ἥνπερ πρὸ τοῦ πρὸς τὸν οὐκέτι τὴν αὐτὴν ἔχοντα; ἔπειτα σκόπει μὴ τὴν δίκην ὧν ἐκείνῳ μέμφῃ παρʼ ἡμῶν λάβῃς. εἰ μὲν γὰρ ἅπασι χαλεπῶς ἔχεις, εἰπὲ πρὸς Διὸς ἀνθʼ ὅτου, εἰ δʼ ἀπολύεις τούς γε ἄλλους αἰτίας, κοινὸς ἁπάντων ὁ κίνδυνος. ὥστε πῶς δίκαιος εἶ περιορᾶν; ὅπως νὴ Δία ἐκεῖνος ἔτι μᾶλλον μισοῖτο ὑπὸ πάντων διὰ ταῦτα; ἀλλὰ μάλιστα μὲν δέδοικα μὴ οὐ λειφθῶσιν οἱ μισήσοντες· οὕτω πυκνοὶ πίπτουσιν. ἔπειτα νῦν γε ὦ πρὸς θεῶν πῶς ἄλλως γνώμης οἴει ἔχειν αὐτούς. δέδοικα μέντοι μὴ σοῦ πλεονάζοντος τοὐναντίον ἢ σὺ βούλει γένηται, κἀκεῖνον ἀφέντες, εἶτά σοι μέμφωνται. μὴ γὰρ οἴου τὸν μὲν πρότερον ἄρξαντα τῆς ὀργῆς ὑπαίτιον εἶναι, τὸν δὲ μηδʼ ὕστερον ἐθέλοντα παύσασθαι μετρίως δόξειν βεβουλεῦσθαι. χωρὶς δὲ τούτων οὐ σὸν, ὦ φίλε Ἀχιλλεῦ, μᾶλλον ὅπως τις δικαίως μισηθήσεται ζητεῖν ἢ ὅπως τὸ κοινὸν σωθήσεται. εἰ γὰρ δεῖ χαλεπαίνειν διὰ τέλους, τοῖς βαρβάροις ἂν ἔγωγε φαίην δεῖν καὶ τοῖς φύσει πολεμίοις. πολὺ γὰρ μείζω πρὸς τούτους ἡμῖν τὰ ἐγκλήματα καὶ ὑπὲρ μειζόνων. ὥστε πῶς δίκαιον τὸν μὲν ἐπὶ καιροῦ λυπήσαντα μισεῖν, τοὺς δʼ ἐξ ὅτου γεγόνασι πολεμίους μὴ ὅσον ἀθώους περιορᾶν, ἀλλὰ καὶ τοσοῦτον κρατοῦντας τῶν σῶν ἑταίρων καὶ μεθʼ ὧν ὤφθης πρῶτον αὐτοῖς; ἐπεὶ νῦν εἴ σοι δέδοκται παντάπασι διαφθεῖραι τὸ στρατόπεδον, τί οὐκ ἄντικρυς γίγνει μετὰ τῶν βαρβάρων καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεος ἐᾷς προσελαύνειν, αὐτὸς δὲ ἀπὸ τοῦ Σιγείου προσβαλὼν ἐν μέσῳ σαυτοῦ τε κἀκείνων ποιεῖς; ὅτι νὴ Δία οὐκ ἀνεκτὰ ταῦτα οὐδʼ ὅσια; τῶν αὐτῶν τοίνυν τούτων ἔχεται λογισμῶν καὶ ἡ νυνὶ βοήθεια. ἀπόλλυνται μὲν γὰρ οὐδὲν ἧττον καὶ τὴν ἡσυχίαν ἄγοντος σοῦ, πρόσεστι δὲ τῷ σχήματι ῥᾳθυμία, τῷ δοκεῖν θεωρεῖν τὰ γιγνόμενα. ὥστε διπλοῦν ἀνθʼ ἁπλοῦ τοὔνειδος γίγνεται· καὶ γὰρ μισεῖν τοὺς ὁμοφύλους δοκεῖς καὶ φοβεῖσθαι τὴν μάχην. μὴ σύ γε, ἀλλʼ ἐξ ἀρχῆς δυοῖν ἑλοῦ θάτερον· εἰ μὲν τὰ τῆς ὀργῆς νικᾷ, χρῆσαι παντὶ τῷ θυμῷ, εἰ δʼ ἐπίστασαι λογίζεσθαι, μὴ σχίζου τῇ γνώμῃ, μηδὲ ἀπέχου μὲν ὡς φιλίων, πρόῃ δὲ ὡς πολεμίους, ἀλλʼ ἴσθι τοσούτῳ χείρω νυνὶ ποιῶν ἢ εἰ μετὰ τῶν βαρβάρων ἡμῖν ἐπῄεις, ὅσῳ φανερᾶς ἔχθρας προδοσία χαλεπώτερον. σὺ δὲ εἰ μὲν πρέσβεις ἔλθοιεν παρὰ Πριάμου νυνὶ περὶ συμμαχίας, οὐκ ἂν αὐτοὺς δέξαιο τῇ σκηνῇ, ἃ δʼ ἂν εὔξαιντο ἐκεῖνοι, ταῦτα σὺ πράττεις, καὶ τῷ θυμῷ τὰ πράγματα ἀπολλὺς κάθησαι· ἔπειτα δʼ εἰ μὴ σιδήρῳ τοῦτο ποιεῖς ἢ πυρὶ, πρᾷον τοῦθʼ ἡγεῖ τι. καὶ λόγον μὲν οὐκ ἂν ἐξ ἴσου δοίης ἐκείνοις τε καὶ ἡμῖν, ἐξ ἴσου δὲ ἀμφοτέροις ἐκποδὼν ἕστηκας, μᾶλλον δὲ βοηθεῖς μὲν οὐδετέροις, τῇ δὲ γνώμῃ πρὸς ἐκείνους ῥέπεις· τοσούτῳ πλέον ἡμῶν ἔχουσι. καὶ παρʼ αὐτὴν μὲν τὴν ὀργὴν οὕτω πολιτικῶς ἔσχες ὥστʼ οὐδʼ αὐτὸν τὸν Ἀγαμέμνονα ᾤου δεῖν τεθνάναι· μέγα τούτου τεκμήριον· οὔκουν ἀπέσφαξάς γε αὐτὸν, ἐξόν σοι. νῦν δʼ οὐδὲ τῶν ἄλλων οὐδένα δεῖν οἴει λιπεῖν, καίτοι πολλῷ βέλτιον μετὰ τῶν ἄλλων κἀκεῖνον ἦν παρʼ ἀξίαν σῶσαι ἢ διʼ ἐκεῖνον ἅπαντας ἄρδην ἀφανισθέντας περιιδεῖν, καὶ δίκην γʼ ἂν οὕτω παρʼ αὐτοῦ τὴν γιγνομένην λαβεῖν. εἰπὲ γάρ μοι τί μάλιστʼ ἂν εὔξαιο; οὐκ ἀδοξεῖν ἐκεῖνον καὶ κακῶς ἀκούειν καὶ μῖσος ἔχειν ἐν τῷ στρατοπέδῳ; τοῦτο τοίνυν ἐξ ἀμφοῖν αὐτῷ περιέσται, ἔκ τε τῶν μέχρι τοῦδε ἀπολωλότων καὶ τῶν ἀπὸ τούτου σωθησομένων· ὁ μὲν γὰρ ἐκείνοις αἴτιος τούτου δόξει γεγενῆσθαι, τῆς συμμαχίας ἀποστήσας σε διʼ ὧν ὕβρισε, σὺ δὲ τούτους νυνὶ σεσωκέναι μόνος ἀνθρώπων τῇ βοηθεία ὥστε τὸ μὲν ἐκείνου μέρος οὐδεὶς τῶν Ἀχαιῶν σώζεται, τὸ δὲ σὸν οὐδεὶς διέφθαρται. σκόπει δῆτα καὶ τὴν αἰτίαν τῆς διαφορᾶς αὐτῆς, ὡς οὐκ ἐξ ἄλλου σοι πράγματος κατέστη πρὸς αὐτὸν, ἀλλʼ ὑπὲρ τῶν Ἀχαιῶν, ὅπως σωθεῖεν. τήν τε γὰρ ἐκκλησίαν διὰ τοῦτο ἐποίησας, ὁρῶν τὸ πλῆθος τῶν ἀπολλυμένων ὑπὸ τῆς νόσου, τῷ τε Κάλχαντι παρῄνεις εἰπεῖν θαρρούντως εἴ τι σύνοιδε. καὶ παρελθόντος ἐκείνου καὶ φάσκοντος δεδιέναι μή τινα τῶν αὑτοῦ κρειττόνων παροξύνας κακόν τι λάβοι, ἀπώμνυς ἦ μὴν μὴ περιόψεσθαι τοῦτον. ἐκ δὲ τούτων ὁ μὲν ἀπέφαινε τὸν αἴτιον, ἐκεῖνος δʼ ἀμφοτέροις ὠργίζετο· σὺ δʼ οὐκ ἀπέστης πρὶν ἐπράχθη τὸ δέον. οὐκοῦν ἄτοπον ὑπὲρ ὧν ἵνα σωθῶσι τότε ἤρω τὴν ἔχθραν, τούτους νῦν διὰ τῆς ἔχθρας διαφθεῖραι, καὶ τὰς μὲν παρὰ τῆς τύχης συμφορὰς ἀξιοῦν ἐπανορθοῦσθαι, αὐτὸν δʼ ἐξεπίτηδες πράττειν ἐξ ὧν ἀπολούμεθα καὶ περὶ ὧν τότε ηὔχου τοῖς θεοῖς, περὶ τούτων νῦν οὐ βούλεσθαι διαλεχθῆναι σεαυτῷ· καὶ ὑπὲρ μὲν τοῦ ἱερέως τοῦ βαρβάρου τὸν θεὸν ἀξιοῦν αἰδεῖσθαι, ὑπὲρ δὲ τῶν ὁμοφύλων τοσούτων τὸ πλῆθος μήτε θεοὺς τοὺς κοινοὺς μήτε ὁσίαν μήτε σπονδὰς ἐθέλειν αἰσχυνθῆναι· καὶ τότε μὲν προέσθαι τὴν σαυτοῦ γνωρίμην, ἵνα σωθῇ τὰ τῶν Ἀχαιῶν, νῦν δὲ ἀντὶ ταύτης αὖ πανστρατιᾷ τοὺς Ἀχαιοὺς ἐκτρῖψαι. καὶ μὴν εἰ δυοῖν αἵρεσις ἦν, καί μοι πρὸς Διὸς ἔστω παρρησία, δίκαιον γὰρ, ἄλλως τε καὶ παρʼ ἀνδρὶ τιμῶντι τἀληθὲς, πότερον δεῖ τὴν παῖδα σώαν εἶναι ταύτην, ἢ τὸ στρατόπεδον καὶ τὰ τῶν Ἀχαιῶν πράγματα; οὐκ ἂν οὔτε τὸν Δία τὸν σαυτοῦ πρόγονον τοῦτʼ ᾔτησας οὔτʼ ἄλλον θεῶν οὐδένα ταύτην ἀντὶ πάντων λειφθῆναι· τί οὖν; εἰ ταύτην τε ἔξεστι κομίσασθαι καὶ σῶσαι τοὺς Ἀχαιοὺς, αἱρήσει ταύτης τε ἀφεστάναι καὶ τούτους ἀπολωλεκὼς εἶναι; καὶ πῶς οὐκ ἄτοπον συμφορὰν μὲν ἐπίστασθαι συμφορᾶς ἀνταλλάξασθαι, ἄμφω δὲ ἐξὸν ἔχειν ἄνευ ζημίας, εἶτα ἀμφοῖν δέξασθαι στέρεσθαι; οὐ γὰρ μόνων τῶν Ἀτρειδῶν ἦν τὰς ἑαυτῶν γυναῖκας φιλεῖν. τίς δʼ ἂν εἴποι ταῦτα; ἀλλά τοι καὶ κατʼ αὐτὸ τοῦτο ἡ τοῦ πολέμου φύσις ἀξία θαυμάσαι. εἰ γὰρ ἑκάστῳ τοῦτο παρέστη τὸ κατʼ ἀρχὰς εὐθὺς ὅτι νῦν Μενέλαος συλλέγει στρατιὰν τῆς γυναικὸς τῆς ἑαυτοῦ χάριν, πῶς οὖν ἐμέ γʼ εἰκὸς καταλιπόντα τὴν ἐμαυτοῦ γυναῖκα καὶ πρὸς τῇ γυναικὶ παῖδας καὶ γονεῖς ἐν γήρᾳ καὶ χρήματα καὶ οἰκέτας πλεῖν ἔξω τῆς Ἑλλάδος, καὶ πρὸς τούτοις ἔτι κινδυνεύειν ἐπὶ στρατείας περὶ ψυχῆς, ὃ πᾶσιν ἁπάντων κτημάτων τιμιώτατον εἶναι συμβέβηκε καὶ πρῶτον ὁ τῶν Ἑλλήνων ἄριστος ὁρίζεται, εἰ τούτοις ἕκαστος ἐχρήσατο τοῖς λογισμοῖς, οὐδʼ ἂν συνελέγη δή που τὸ στράτευμα τὴν ἀρχήν. νῦν δὲ οἶμαι δύο ταῦτα ἦν τὰ κινοῦντα, τό τε τοῖς ὅρκοις πάλαι προκατειλῆφθαι θεῶν τινος, οἶμαι, προνοίᾳ καὶ τὸ κοινῇ πάντας ὑβρίσθαι δοκεῖν ὑπὸ τῶν ἀλλοφύλων καὶ μὴ δεῖν ἐπιτρέπειν. προσθείη δʼ ἄν τις τάχα καὶ τρίτον τὸ τοῖς ἄρχουσι πείθεσθαι χρῆναι. μὴ δὴ τοῦτο σκοπῶμεν νῦν, τίνος χάριν τὴν στρατείαν ἠράμεθα ἐξ ἀρχῆς, ἀλλʼ ὅτι οὐ τῶν αὐτῶν ἐστι τότε μὲν τὰ ἄλλα πάντα δεύτερα ποιήσασθαι, νῦν δὲ πρὶν ὧν ἕνεχʼ ἥκομεν πρᾶξαι διαστῆναι. οὐ γὰρ τῇ προφάσει τῆς στρατείας ἀκόλουθον, ἀλλʼ ἐναντίον αὐτῇ τῇ στρατείᾳ φαίνεται· ἔπειτʼ οὐδὲ ὅμοιόν ἐστιν· ὅπως δὲ, ἀκούσει πρᾴως. οὐ γὰρ ἵνα ἐλέγξω λέγω, ἀλλʼ ὅπως παραμυθήσωμαι· εἰ γὰρ μὴ ἐκομίζου τὴν ἄνθρωπον, εἰκότως ἂν εἰς ταῦτʼ ἀνεχώρεις, νῦν δὲ οὐ μόνον αὐτὴν, ἀλλὰ καὶ ἑπτὰ πρὸς αὐτῇ δίδωσιν· ἄλλα γὰρ ἐῶ τοσαῦτα τὸ πλῆθος. καίτοι εἴ γε οἱ Τρῶες ἐβούλοντο τὴν Ἑλένην καὶ ὅσα μετʼ αὐτῆς ἄγοντες ᾤχοντο ἀποδιδόναι, οὐκ ἂν ἡμῖν ἦν λόγος πρὸς αὐτούς· εἰ δὲ δὴ καὶ παρʼ ἑαυτῶν οἴκοθεν προσετίθεσαν, οὐδὲ φωνὴν οὐδεὶς προήκατο ἂν ὡς οὐ χρὴ δέχεσθαι. τί τούτου μέγα σημεῖον; αὐτοὶ ταῦτα προὐκαλούμεθʼ αὐτοὺς κατʼ ἀρχὰς εὐθὺς, ἀλλʼ οὔτε ἐκείνων οὐδεὶς ταῦτα ἐβούλετο ποιεῖν, σοί τε ἣν ἀφῃρέθης, ἐπάνεισι μετὰ πολλῶν. εἰ δʼ αὖ καὶ δίκην δεῖ προσυποσχεῖν τῆς ὕβρεως, δέδωκε καὶ μάλα πολλὴν ἐκεῖνός γε. χωρὶς γὰρ ὧν ἀπολώλεκε τοσούτων τὸ πλῆθος στρατιωτῶν τήν γε ἀπὸ τοῦ φόβου καὶ τοῦ ταπεινὸς εἶναι πηλίκην τινʼ οἴει σοι δίδωσι δίκην;