<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" n="424"><p> κάλλιστα, ἕως ἔξεστιν, ἵνʼ εἰ μὲν τῆς σωζομένης μοίρας εἴημεν, ἐν τοῖς καλλίστοις σωζοίμεθα, ἐν μαθήμασι καὶ λόγοις, καὶ μὴ τὴν ὕειον ἁρμονίαν ἡρμοσμένοι νύκτα ἐκ νυκτὸς καὶ ἡμέραν ἐξ ἡμέρας καλινδοίμεθα, εἰ δὲ μὴ, κέρδος γʼ ᾖ πᾶν ὅ τί τις προὔλαβεν. ἢ πρὸς θεῶν λούσασθαι μὲν κέρδος ἐστὶ ζῶντα, ὃ καὶ τελευτήσαντα μενεῖ δήπουθεν, λόγων δὲ ὧν εἴργεσθαι μετὰ τὴν τελευτὴν ἀνάγκη, τούτων ζῶντα ἀπολαῦσαι, καὶ αὐτὸν λέγοντα καὶ ἑτέρῳ παρόντα, ἀηδία, καὶ τῇ μὲν ἑταίρᾳ συγγενέσθαι κεφάλαιον εὐδαιμονίας, ἀνδρὶ δὲ τῷ πρώτῳ τῶν Ἑλλήνων συγγενέσθαι καὶ ὁσονοῦν εἰς κατάραν τελεῖ; καὶ τῇ μὲν γαστρὶ χαριστέον, ἐξ ἧς αἱ πλεῖσται τῶν νόσων, ὅσα δʼ εἰς λόγους ὕθλον ἄλλως καὶ σκιὰν ὑποληπτέον, ὦ χρηστοὶ καὶ τὴν οἰκουμένην ὑμεῖς παιδεύοντες πρὶν ὑμᾶς αὐτούς; ἀλλʼ ὥσπερ ἐμὲ ἀξιοῦτε βούλεσθαι λέγειν, οὕτως ὑμῖν αὐτοῖς παρακελεύσασθε ἐμὲ ποιεῖν βούλεσθαι λέγειν, εἰ δὲ μὴ, ἑκάτεροι τὸ ἑαυτῶν πράξομεν. ἐγὼ μὲν γὰρ οὐδʼ οὕτως ἀνήσω λέγων, ἕως ἂν θεὸς εὐμενὴς ᾖ, ὑμεῖς δὲ ἀγνοήσετε ἀεί. ταῦτʼ οὖν, εἰ μὲν βούλεσθε, ἀπολογίαν, εἰ <pb xml:id="v.2.p.583"/> δὲ βούλεσθε, ἐπιτίμησιν ἀπʼ εὐνοίας, εἰ δὲ καὶ ὡς ἀμφότερα εἰρήσεται, ἀλλʼ οὖν ἀληθῆ γε καὶ συμφέροντα ἀκούειν ἅπασιν εἴρηται. ἢ οὖν παυστέον, φησὶ Δημοσθένης, τούτων τῶν ἐθῶν, ἢ τοῦ γʼ Ἱππολύτου καὶ τοῦ Βελλεροφόντου μὴ ῥᾳδίως οὑτωσὶ καταψεύδεσθε.</p></div></div></body></text></TEI>