<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" n="423"><p>περικομίζοντας, οὐκ εἰς ἀκροάσεις μὰ Δία ῥητόρων συγκαλοῦντας, <pb xml:id="v.2.p.580"/> ὥσπερ ἐγὼ καὶ περὶ Κῶν ταυτηνὶ τὴν Μεροπίδα καὶ ἐν Κνίδῳ ποτὲ εἶδον ἐπʼ ἐμαυτοῦ γενόμενον, ἀλλʼ ἴστε ὅτι δεξαμενὰς ἐπαινοῦσι, καὶ δεῦρʼ ἄγʼ ἰὼν νῆα κατάστησον, καὶ τοῖς καταίρουσι τοιαῦτʼ ἐπαγγέλλουσι καὶ τοιαῦτα προξενοῦσιν. ὅταν οὖν ἑτέρωθεν μὲν ὁ ῥήτωρ ἀγωνιούμενος εἰσίῃ, ἑτέρωθεν δὲ ὁ ῥέμβος ὑμῖν ἀμφιθαλὴς ἥκῃ τὰ τοιαῦτα ὑπισχνούμενος, εἰκότως, οἶμαι, συμβαίνει τὴν νίκην ἐκείνου τοῦ μέρους γίγνεσθαι, καὶ μήτε πρεσβύτερον μηδένα μήτε νεώτερον ῥᾳδίως ἐθέλειν σωφρονεῖν. ταῦτʼ ἐστὶν ἃ τοὺς λέγοντας ὑποσκελίζει, ταῦθʼ ὥσπερ νέφος ἢ σκοτόμαινα ἐπισκοτεῖ πᾶσι τοῖς περὶ παιδείαν καλοῖς. πρὸς <pb xml:id="v.2.p.581"/> δὲ τούτοις οἱ κατάπτυστοι σοφισταὶ πείθουσιν ὑμᾶς ὡς ἄρα καὶ τῷ Ὁμήρῳ τοῦτο μέγιστον ὑπάρξειεν, υἱὸν Μέλητος γενέσθαι. πᾶς τις οὖν ἵεται σπουδῇ παρὰ τὸν πατέρα αὐτοῦ φιλοσοφήσων ἐκεῖ, καὶ οὐδὲ ἐξ αὐτῶν τούτων ἐνθυμηθῆναι δύνασθε εἰ τὰ μάλιστα ἀληθῆ λέγουσιν, ὅτι οὐδʼ αὐτῷ τῷ Ὁμήρῳ ἤρκει παρὰ τὰς ὄχθας ἐσκηνῆσθαι τοῦ πατρὸς, οὐδὲ τοῖς ἰχθύσι συμπαρανεῖν ἀδελφοῖς οὖσιν ἑαυτοῦ, ὡς ὁ τούτων λόγος, ἀλλʼ οὕτως αὐχμηρόν τινα ἐβίω βίον ὥστε πολλαχῆ δῆλός ἐστι στέργων, εἰ τῶν ἀναγκαίων εὐποροίη, λουτρὰ δὲ αὐτοσχέδια καὶ δὴ ἐπʼ ὀνήσει καμνόντων σωμάτων, ὥς φησι Πλάτων, ἀπεδέχετο, περαιτέρω δὲ οὐκ εἴα τρυφᾶν. τὸ δὲ πλείστην ἅπασιν ἁπάντων ὀλιγωρίαν ἐμπεποιηκὸς ἡ ἀδιήγητός ἐστιν αὕτη φθορά. πᾶς γάρ τις δεδιὼς μὴ φθάσειε προδιαφθαρεὶς, αὑτὸν ἐλπίζων ἀπόλλυσι, πάντα μὲν τὰ αἴσχιστα ἐν κέρδους τάξει τιθέμενος, πᾶν δʼ ὅσον χρηστὸν ζημίαν καὶ πόνους ἄλλως ὑπολαμβάνων, ὡς εἰ μὴ ἀμφότερα λωβηθεὶς ἀπίοι παρὰ τοὺς πλείονας καὶ τὴν γνώμην καὶ τὸ σῶμα, οὐκ ἐσομένης αὐτῷ χώρας ἐκεῖ. τὸ δʼ, οἶμαι, πᾶν τοὐναντίον ἦν· ἐπειδὴ τοιαῦτʼ ἀφέστηκεν, ἀπολαῦσαι τοῦ βίου τὰ </p></div></div></body></text></TEI>