<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" n="421"><p>ἀρξάμενος δʼ ἐξ ἐκείνου δεῦρʼ ἀεὶ διαγέγονα σχολάζων μαθήμασι καὶ λόγοις ὅσα μὴ χρεία σώματος διεκώλυσεν, ἢ χρόνων περίοδοι συμφορὰς ἐνεγκοῦσαι μείζους τῆς προαιρέσεως. ἀλλʼ ὅμως καὶ τούτοις διεγιγνόμεθα ὥσπερ τις Ὀδυσσεὺς, ἐχόμενοι τῆς σχεδίας, ἅτε οὐδʼ ἔρημοι πλέοντες ἡμεῖς γε, ἀλλʼ ὑπὸ τῷ μεγίστῳ καὶ φιλανθρωποτάτῳ τῶν κυβερνητῶν, ὃς ἡμῖν ἀήτας ἀνεῖχε τὸ μὴ καταδῦναι. μόνοι δὲ ὧν ἴσμεν Ἑλλήνων οὐ πλούτου χάριν, οὐ δόξης, οὐ τιμῆς, οὐ γάμων, οὐ δυναστείας, οὐ προσθήκης οὐδεμιᾶς τοῖς λόγοις ἐπεχειρήσαμεν, ἀλλʼ αὐτῶν ἐρασταὶ καθαρῶς καταστάντες ἐτιμήθημεν τὰ πρέποντα ὑπὸ τῶν λόγων. ἄλλοις μὲν οὖν ὁμιλία παιδικῶν ἡδὺ, τοῖς δὲ ὡς πλεῖστα λούσασθαι, τοῖς δʼ εἰς πλῆθος πιεῖν, τοὺς δʼ ἵπποι καὶ κύνες ἐξέπληξαν. καὶ νὴ Δίʼ οἱ μὲν παιδιᾷ προσέχοντες ἀφεστᾶσι τῶν λόγων, οἱ δʼ ἕτερʼ ἄττα σπουδάζοντες. ἐμοὶ δὲ λόγοι πάσας προσηγορίας καὶ πάσας δυνάμεις ἔχουσι. καὶ γὰρ παῖδας καὶ γονέας καὶ πράξεις τε <pb xml:id="v.2.p.578"/> καὶ ἀναπαύσεις καὶ πάντα ἐθέμην τούτους. καὶ τὴν Ἀφροδίτην ἐπὶ τούτοις καλῶ. ταῦτα δέ μοι παίζεται καὶ ταῦτα σπουδάζεται, τούτοις χαίρω, τούτους ἀσπάζομαι, ἐπὶ τὰς τούτων φοιτῶ θύρας, καὶ πολλὰ ἂν ἔχων ἔτι πρὸς τούτοις ἕτερʼ εἰπεῖν, παραλείπω τοῦ μὴ φορτικὸς εἶναι δοκεῖν. ἀλλὰ μὴν ὑπέρ γε τῆς δόξης οὕτω διενοήθην, ἀπαντῶσαν μὲν αὐτὴν δέχεσθαι καὶ στέρχειν· ἦ γὰρ ἂν παντάπασι βλὰξ εἴην τις· πραγματεύεσθαι δὲ μηδὲν εἰς αὐτὴν ἔξω τῶν λόγων αὐτῶν καὶ τῆς περὶ τὸν βίον ὀρθότητος συμφώνου τούτοις, ἀλλʼ εἰ μέν τις εἰς ταῦτα ὁρῶν βούλοιτο θαυμάζειν, εἰ δὲ μὴ, χαίρειν ἐᾶν.</p><p rend="align(indent)">παρόδους τοίνυν εἰς τὸ δημόσιον πλείστας ὧν ἐγὼ σύνοιδα ἐποιησάμην, καὶ ταῦτα μὴ πόρρωθεν, εἰ βούλεσθε, ἀλλʼ ἐξ αὐτῶν τῶν παρόντων τουτωνὶ χρόνων σκέψασθε. τίνα γὰρ πανήγυριν ἡμεῖς ἢ τίνα σύλλογον παρεῖμεν τὸ μὴ οὐ κοσμῆσαι τὴν πόλιν ἐν τῷ μέσῳ; καὶ </p></div></div></body></text></TEI>