<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" n="421"><p>ἀρξάμενος δʼ ἐξ ἐκείνου δεῦρʼ ἀεὶ διαγέγονα σχολάζων μαθήμασι καὶ λόγοις ὅσα μὴ χρεία σώματος διεκώλυσεν, ἢ χρόνων περίοδοι συμφορὰς ἐνεγκοῦσαι μείζους τῆς προαιρέσεως. ἀλλʼ ὅμως καὶ τούτοις διεγιγνόμεθα ὥσπερ τις Ὀδυσσεὺς, ἐχόμενοι τῆς σχεδίας, ἅτε οὐδʼ ἔρημοι πλέοντες ἡμεῖς γε, ἀλλʼ ὑπὸ τῷ μεγίστῳ καὶ φιλανθρωποτάτῳ τῶν κυβερνητῶν, ὃς ἡμῖν ἀήτας ἀνεῖχε τὸ μὴ καταδῦναι. μόνοι δὲ ὧν ἴσμεν Ἑλλήνων οὐ πλούτου χάριν, οὐ δόξης, οὐ τιμῆς, οὐ γάμων, οὐ δυναστείας, οὐ προσθήκης οὐδεμιᾶς τοῖς λόγοις ἐπεχειρήσαμεν, ἀλλʼ αὐτῶν ἐρασταὶ καθαρῶς καταστάντες ἐτιμήθημεν τὰ πρέποντα ὑπὸ τῶν λόγων. ἄλλοις μὲν οὖν ὁμιλία παιδικῶν ἡδὺ, τοῖς δὲ ὡς πλεῖστα λούσασθαι, τοῖς δʼ εἰς πλῆθος πιεῖν, τοὺς δʼ ἵπποι καὶ κύνες ἐξέπληξαν. καὶ νὴ Δίʼ οἱ μὲν παιδιᾷ προσέχοντες ἀφεστᾶσι τῶν λόγων, οἱ δʼ ἕτερʼ ἄττα σπουδάζοντες. ἐμοὶ δὲ λόγοι πάσας προσηγορίας καὶ πάσας δυνάμεις ἔχουσι. καὶ γὰρ παῖδας καὶ γονέας καὶ πράξεις τε <pb xml:id="v.2.p.578"/> καὶ ἀναπαύσεις καὶ πάντα ἐθέμην τούτους. καὶ τὴν Ἀφροδίτην ἐπὶ τούτοις καλῶ. ταῦτα δέ μοι παίζεται καὶ ταῦτα σπουδάζεται, τούτοις χαίρω, τούτους ἀσπάζομαι, ἐπὶ τὰς τούτων φοιτῶ θύρας, καὶ πολλὰ ἂν ἔχων ἔτι πρὸς τούτοις ἕτερʼ εἰπεῖν, παραλείπω τοῦ μὴ φορτικὸς εἶναι δοκεῖν. ἀλλὰ μὴν ὑπέρ γε τῆς δόξης οὕτω διενοήθην, ἀπαντῶσαν μὲν αὐτὴν δέχεσθαι καὶ στέρχειν· ἦ γὰρ ἂν παντάπασι βλὰξ εἴην τις· πραγματεύεσθαι δὲ μηδὲν εἰς αὐτὴν ἔξω τῶν λόγων αὐτῶν καὶ τῆς περὶ τὸν βίον ὀρθότητος συμφώνου τούτοις, ἀλλʼ εἰ μέν τις εἰς ταῦτα ὁρῶν βούλοιτο θαυμάζειν, εἰ δὲ μὴ, χαίρειν ἐᾶν.</p><p rend="align(indent)">παρόδους τοίνυν εἰς τὸ δημόσιον πλείστας ὧν ἐγὼ σύνοιδα ἐποιησάμην, καὶ ταῦτα μὴ πόρρωθεν, εἰ βούλεσθε, ἀλλʼ ἐξ αὐτῶν τῶν παρόντων τουτωνὶ χρόνων σκέψασθε. τίνα γὰρ πανήγυριν ἡμεῖς ἢ τίνα σύλλογον παρεῖμεν τὸ μὴ οὐ κοσμῆσαι τὴν πόλιν ἐν τῷ μέσῳ; καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" n="422"><p> ταῦτα οὐκ ἐνδείᾳ δόξης. σὺν γὰρ θεοῖς εἰπεῖν τοσαύτη γεγένηται ὥστε μὴ ἀγωνίζεσθαι δεῖν ὑπὲρ τοῦ λαβεῖν αὐτὴν, ἀλλʼ ἀσφαλῶς ἔχειν σιωπᾶν ὑπὲρ τοῦ τὴν οὖσαν διασώσασθαι. καὶ μὴν τοῖς ἰδίᾳ συνιέναι σπουδάσασιν οὐκ ἀγωνιζόμενον μόνον παρέσχον ἐμαυτὸν, ἀλλὰ καὶ παραδεικνύντα ἐπιεικῶς ἐξ ὧν ᾤμην τι βελτίους ἔσεσθαι. εἶεν. τὰ μὲν ἡμέτερα τοιαῦτα καὶ τούτοις παραπλήσια. σκέψασθε δὲ καὶ τὰ ὑμέτερʼ αὐτῶν ἐν τῷ μέρει πρὸς ταῦτα, ὦ δυσέρωτες ὑμεῖς, οἳ φιλεῖτε μὲν οὑτωσὶ διαφερόντως καὶ τῶν Ἑλλήνων ἄκρον εἶναι πεπιστεύκατε, καὶ ταῦτα κἀν τοῖς <pb xml:id="v.2.p.579"/> γυμνασίοις καὶ κατὰ τὴν ἀγορὰν βοᾶτε, πεπόνθατε δὲ— οὐδὲν ἐρῶ πικρότερον, θαρρεῖτε—ταυτὸν τοῖς παισὶ τῶν ἐπιφανῶν ἀνδρῶν. καὶ γὰρ ἐκείνοις ἀρκεῖ τοὺς πατέρας αὐτοῖς εἶναι τοιούτους, αὐτοὶ δʼ ὡς τὰ πολλὰ τρυφῶσι· καὶ ὑμῖν ἀρκεῖ παρεῖναι ἐμὲ καὶ λέγειν, τὸ δʼ ἀπαντᾶν καὶ μετέχειν τῶν ξένων ἅπαν ἠξιώσατε εἶναι. ἀλλʼ ἀντὶ τοῦ βαδίζειν ἐπὶ τὰς ἀκροάσεις περὶ τὰς κολυμβήθρας οἱ πλείους διατρίβετε, εἶτα θαυμάζετε, εἴ τινες ὑμᾶς τῶν λεγόντων λανθάνουσι· τὸ δʼ ἀληθὲς οὐ βούλεσθε, οἶμαι, πρὸς ὑμᾶς αὐτοὺς λέγειν, ὅτι οὐκ ἔνεστι λίθων ἐρῶντας οὐδὲ λουτρῶν ἐξηρτημένους οὐδʼ ἃ μὴ δεῖ τιμῶντας τὰς περὶ τοὺς λόγους διατριβὰς γιγνώσκειν, ἀλλὰ τὰ ὑμέτερʼ αὐτῶν ἀνατίθετʼ ἐμοὶ καὶ βλασφημεῖτε μετʼ εὐφημίας, εἰ γὰρ ἐβούλετο, καὶ τοιαυτὶ λέγοντες, ὡς νῦν γε νυστάζοντα δηλονότι. καίτοι λόγος μὲν λόγον, ὥς φησιν Ὅμηρος, ἀμείβεται, καὶ ὁποῖʼ ἄττʼ ἂν εἴπῃ τοιαῦτʼ ἂν ἀκούσεσθαι χρὴ προσδοκᾶν, ῥήτορα δʼ εἶναι φάσκοντα λαβόντα αἰτίαν οὐ προσήκουσαν μὴ χρήσασθαι τοῖς οἰκείοις ὀργάνοις ἔσχατα συμφορᾶς.</p><p rend="align(indent)">ἐγὼ τοίνυν θεῶν εὐμενῶν ὄντων τοὺς μὲν κατʼ αὐτοὺς τοὺς λόγους ἀγῶνας οὐ σφόδρα φήσαιμʼ ἂν δεδιέναι, δέδοικα δὲ τοὺς δεινοὺς ἀνταγωνιστάς. εἴπω τίνας; τοὺς λίπα ἀληλιμμένους τουτουσὶ καὶ τὸν φοίνικα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" n="423"><p>περικομίζοντας, οὐκ εἰς ἀκροάσεις μὰ Δία ῥητόρων συγκαλοῦντας, <pb xml:id="v.2.p.580"/> ὥσπερ ἐγὼ καὶ περὶ Κῶν ταυτηνὶ τὴν Μεροπίδα καὶ ἐν Κνίδῳ ποτὲ εἶδον ἐπʼ ἐμαυτοῦ γενόμενον, ἀλλʼ ἴστε ὅτι δεξαμενὰς ἐπαινοῦσι, καὶ δεῦρʼ ἄγʼ ἰὼν νῆα κατάστησον, καὶ τοῖς καταίρουσι τοιαῦτʼ ἐπαγγέλλουσι καὶ τοιαῦτα προξενοῦσιν. ὅταν οὖν ἑτέρωθεν μὲν ὁ ῥήτωρ ἀγωνιούμενος εἰσίῃ, ἑτέρωθεν δὲ ὁ ῥέμβος ὑμῖν ἀμφιθαλὴς ἥκῃ τὰ τοιαῦτα ὑπισχνούμενος, εἰκότως, οἶμαι, συμβαίνει τὴν νίκην ἐκείνου τοῦ μέρους γίγνεσθαι, καὶ μήτε πρεσβύτερον μηδένα μήτε νεώτερον ῥᾳδίως ἐθέλειν σωφρονεῖν. ταῦτʼ ἐστὶν ἃ τοὺς λέγοντας ὑποσκελίζει, ταῦθʼ ὥσπερ νέφος ἢ σκοτόμαινα ἐπισκοτεῖ πᾶσι τοῖς περὶ παιδείαν καλοῖς. πρὸς <pb xml:id="v.2.p.581"/> δὲ τούτοις οἱ κατάπτυστοι σοφισταὶ πείθουσιν ὑμᾶς ὡς ἄρα καὶ τῷ Ὁμήρῳ τοῦτο μέγιστον ὑπάρξειεν, υἱὸν Μέλητος γενέσθαι. πᾶς τις οὖν ἵεται σπουδῇ παρὰ τὸν πατέρα αὐτοῦ φιλοσοφήσων ἐκεῖ, καὶ οὐδὲ ἐξ αὐτῶν τούτων ἐνθυμηθῆναι δύνασθε εἰ τὰ μάλιστα ἀληθῆ λέγουσιν, ὅτι οὐδʼ αὐτῷ τῷ Ὁμήρῳ ἤρκει παρὰ τὰς ὄχθας ἐσκηνῆσθαι τοῦ πατρὸς, οὐδὲ τοῖς ἰχθύσι συμπαρανεῖν ἀδελφοῖς οὖσιν ἑαυτοῦ, ὡς ὁ τούτων λόγος, ἀλλʼ οὕτως αὐχμηρόν τινα ἐβίω βίον ὥστε πολλαχῆ δῆλός ἐστι στέργων, εἰ τῶν ἀναγκαίων εὐποροίη, λουτρὰ δὲ αὐτοσχέδια καὶ δὴ ἐπʼ ὀνήσει καμνόντων σωμάτων, ὥς φησι Πλάτων, ἀπεδέχετο, περαιτέρω δὲ οὐκ εἴα τρυφᾶν. τὸ δὲ πλείστην ἅπασιν ἁπάντων ὀλιγωρίαν ἐμπεποιηκὸς ἡ ἀδιήγητός ἐστιν αὕτη φθορά. πᾶς γάρ τις δεδιὼς μὴ φθάσειε προδιαφθαρεὶς, αὑτὸν ἐλπίζων ἀπόλλυσι, πάντα μὲν τὰ αἴσχιστα ἐν κέρδους τάξει τιθέμενος, πᾶν δʼ ὅσον χρηστὸν ζημίαν καὶ πόνους ἄλλως ὑπολαμβάνων, ὡς εἰ μὴ ἀμφότερα λωβηθεὶς ἀπίοι παρὰ τοὺς πλείονας καὶ τὴν γνώμην καὶ τὸ σῶμα, οὐκ ἐσομένης αὐτῷ χώρας ἐκεῖ. τὸ δʼ, οἶμαι, πᾶν τοὐναντίον ἦν· ἐπειδὴ τοιαῦτʼ ἀφέστηκεν, ἀπολαῦσαι τοῦ βίου τὰ </p></div><pb xml:id="v.2.p.582"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" n="424"><p> κάλλιστα, ἕως ἔξεστιν, ἵνʼ εἰ μὲν τῆς σωζομένης μοίρας εἴημεν, ἐν τοῖς καλλίστοις σωζοίμεθα, ἐν μαθήμασι καὶ λόγοις, καὶ μὴ τὴν ὕειον ἁρμονίαν ἡρμοσμένοι νύκτα ἐκ νυκτὸς καὶ ἡμέραν ἐξ ἡμέρας καλινδοίμεθα, εἰ δὲ μὴ, κέρδος γʼ ᾖ πᾶν ὅ τί τις προὔλαβεν. ἢ πρὸς θεῶν λούσασθαι μὲν κέρδος ἐστὶ ζῶντα, ὃ καὶ τελευτήσαντα μενεῖ δήπουθεν, λόγων δὲ ὧν εἴργεσθαι μετὰ τὴν τελευτὴν ἀνάγκη, τούτων ζῶντα ἀπολαῦσαι, καὶ αὐτὸν λέγοντα καὶ ἑτέρῳ παρόντα, ἀηδία, καὶ τῇ μὲν ἑταίρᾳ συγγενέσθαι κεφάλαιον εὐδαιμονίας, ἀνδρὶ δὲ τῷ πρώτῳ τῶν Ἑλλήνων συγγενέσθαι καὶ ὁσονοῦν εἰς κατάραν τελεῖ; καὶ τῇ μὲν γαστρὶ χαριστέον, ἐξ ἧς αἱ πλεῖσται τῶν νόσων, ὅσα δʼ εἰς λόγους ὕθλον ἄλλως καὶ σκιὰν ὑποληπτέον, ὦ χρηστοὶ καὶ τὴν οἰκουμένην ὑμεῖς παιδεύοντες πρὶν ὑμᾶς αὐτούς; ἀλλʼ ὥσπερ ἐμὲ ἀξιοῦτε βούλεσθαι λέγειν, οὕτως ὑμῖν αὐτοῖς παρακελεύσασθε ἐμὲ ποιεῖν βούλεσθαι λέγειν, εἰ δὲ μὴ, ἑκάτεροι τὸ ἑαυτῶν πράξομεν. ἐγὼ μὲν γὰρ οὐδʼ οὕτως ἀνήσω λέγων, ἕως ἂν θεὸς εὐμενὴς ᾖ, ὑμεῖς δὲ ἀγνοήσετε ἀεί. ταῦτʼ οὖν, εἰ μὲν βούλεσθε, ἀπολογίαν, εἰ <pb xml:id="v.2.p.583"/> δὲ βούλεσθε, ἐπιτίμησιν ἀπʼ εὐνοίας, εἰ δὲ καὶ ὡς ἀμφότερα εἰρήσεται, ἀλλʼ οὖν ἀληθῆ γε καὶ συμφέροντα ἀκούειν ἅπασιν εἴρηται. ἢ οὖν παυστέον, φησὶ Δημοσθένης, τούτων τῶν ἐθῶν, ἢ τοῦ γʼ Ἱππολύτου καὶ τοῦ Βελλεροφόντου μὴ ῥᾳδίως οὑτωσὶ καταψεύδεσθε.</p></div></div></body></text></TEI>