καταιτιᾶσθαι καὶ λέγειν ὡς ἄρʼ οὐ βούλεται. καὶ τίς ὦ πρὸς θεῶν σοι Κάλχας ἢ Μόψος ταῦτα ἐμαντεύσατο; οὐ γὰρ αὐτὸς ἐπειράθης. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ἄρα οἱ μὲν τὰς ἄλλας ἐπιστήμας ἢ τέχνας μετιόντες ἴσασι καλῶς ἃ δεῖ βεβουλεῦσθαι περὶ αὐτῶν, οἱ δʼ ἐπὶ τῶν λόγων ὄντες μόνοι πάντων ἢ μάλιστά γε ἀγνοήσουσιν. ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κάλλιστον καὶ μέγιστον καὶ ἀληθινώτατόν ἐστιν ὑπὲρ τῶν λόγων εἰπεῖν ὅτι τοὺς μὲν ἄλλο τι πράττοντας οὐδὲν κωλύει τὰ μὲν τῆς τέχνης ἐπίστασθαι, τὸ δʼ ὅπως χρὴ βεβουλεῦσθαι περὶ αὐτῶν ἀγνοεῖν. οἱ δὲ λόγοι χωρὶς τῆς ἄλλης δυνάμεως καὶ τὸ πῶς προσοιστέον ἐστὶν αὐτοῖς παρέχουσι γιγνώσκειν. εἰκότως· οἷς γὰρ περὶ τῶν ἄλλων κρίνειν προσήκει, κομιδῆ περί γʼ αὑτῶν ἀγνοεῖν οὐκ εἰκός ἐστι. φέρε δὴ τούτων οὕτως ὑποκειμένων τοὐμὸν θεάσασθε, κἂν μὲν εὑρίσκητε ἢ ῥᾳθυμοῦντα ἤ τι τῶν πάντων ἄλλο προὐργιαίτερον τῆς ἐν τοῖς λόγοις διατριβῆς ποιούμενον ἢ νῦν ἢ πρότερον λέγω, μᾶλλον δʼ ὅλως ἐλλελοιπότα ὑπερβολὴν τῆς περὶ ταῦτα προθυμίας τε καὶ σπουδῆς, αἰτιᾶσθε καὶ μέμφεσθε ὅ τι βούλεσθε. εἰ δὲ καὶ σκώμματος οὐδὲν ἴσως λελοιπότα, ὡς ἄρα αὐτόχρημα λόγος τις εἴην, πέρα δʼ οὐδέν μοι περιείργασται πώποτε πλὴν ὅσα πρὸς θεοὺς, ταῦτα δʼ εἴργασται μὲν καὶ πέπρακται σὺν αὐτοῖς εἰπεῖν εἰς δύναμιν τὴν ἡμετέραν ὡς ἐπιμελέστατα, περιείργασται δʼ οὐδαμῶς· εἰ ταῦθʼ οὕτως ἔχοντα φαίνοιτο, συγκαλύψασθε ἐπʼ ἀμφοτέροις οἱ μήτε χρῆσθαι τολμῶντες καὶ προσέτι τὰς γυναῖκας μιμούμενοι, ἅς φασιν, ἐπειδὰν αὐταὶ μηδὲν ὧν δεῖ τῇ γνώμῃ ποιῶσι, τοῖς ἀνδράσι περιτρέπειν τὰ σφέτερʼ αὐτῶν ἁμαρτήματα καὶ κακά. σκοπεῖτε δὴ καθάπερ τινὰς εὐθύνας ἐξ ἀρχῆς ἐξετάζοντες ὡς δυνατὸν διὰ βραχυτάτων. ἐμοὶ γὰρ ἔδωκεν ὁ θεὸς νέῳ ἔτʼ ὄντι χρῆσθαι διδασκάλοις καὶ φήμας πρώτας παρʼ ἐκείνων ἦ μὴν πρωτεύσειν γενέσθαι μοι.