<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" n="419"><p>παράσχες μοι κεῖραι σεαυτὸν, ἢ τῶν ὀνύχων ἀφελεῖν, ἢ ξέσαι, ταῦτα γὰρ ἔσθʼ ἡ ʼμὴ τέχνη; ἀλλʼ οἶμαι, κἂν ἁλουργίδα τις φορῇ κἂν ὁπωσοῦν ᾖ σεμνὸς, αὐτὸς εἶσι παρʼ ἐκεῖνον καὶ καλεῖ γε ὡς αὑτὸν, ὅταν του τῶν ἐκείνου δεηθῇ.</p><p rend="align(indent)">καὶ τί δεῖ μακρόν τινα ἐκτείνειν κατάλογον τεχνῶν; σχεδὸν γὰρ πάντα ὡς ἔπος εἰπεῖν οὕτως ἔχοντα εὑρήσομεν. εἶθʼ οἳ μὲν οὐδʼ αὐτοὶ μεῖζον φρονεῖν οὐδενὸς ἀξιώσαιεν ἂν, οἶμαι δʼ οὐδʼ ἴσον τοῖς ἄλλοις, ἀλλὰ καὶ τέχνην ταύτην ἔχουσιν ὑπηρετεῖν τοῖς πολλοῖς, οὗτοι μὲν τοὺς δεησομένους ἀναμενοῦσι καὶ οὐ ταπεινωθήσονται περαιτέρω τοῦ σχήματος, οἱ δὲ τὴν καλλίστην καὶ τὴν ἐλευθεριωτάτην ἐπαγγελλόμενοι δύναμιν, διʼ ἧς ἅπαντα πράγματα ἐξετάζεται καὶ δοκιμάζεται, καὶ μικρὰ καὶ μείζω καὶ <pb xml:id="v.2.p.575"/> καλλίω καὶ θάτερα, οὗτοι δʼ οὐκ εἰ μηδὲν ἄλλο, τούτους γε μιμήσονται, καὶ τὴν μὲν τῶν λόγων ἐπιμέλειάν τε καὶ μελέτην αὑτοῖς προσήκειν νομιοῦσι, τὸ δʼ ἢ τούτοις ἢ ἑαυτοῖς χρῆσθαι, τοῦτο δʼ ἑτέρων ἔργον ἡγήσονται; καὶ ὡς ἔοικεν ὁ μὲν σκυτοτόμος καὶ ὑφάντης, ἐὰν ἀφέντες ἐφʼ ᾧ κάθηνται περιέρχωνται συλλέγοντες τοὺς προσφοιτήσοντας, οὐ μόνον οὐ πράξουσι τὰ ἐπιβάλλοντα ἑαυτοῖς, ἀλλὰ καὶ διαφθεροῦσι τὰς τέχνας, ὁ δὲ ῥήτωρ ἐὰν τοὺς λόγους ἀφεὶς τοὺς ἀκουσομένους συλλέγῃ, κάλλισθʼ οὕτω περὶ τῶν ἑαυτοῦ βουλεύσεται; οὒκ, ἀλλʼ οὕτω καὶ μάλισθʼ, ὥς γʼ ἐγὼ φαίην ἂν, τὰ ὑπάρχοντα διαφθερεῖ. καὶ μὴν εἰ πανταχοῦ τὸ τὴν τάξιν λιπεῖν αἰσχρὸν καὶ παρὰ τοὺς νόμους, ῥήτωρ γε μάλιστʼ ἂν οὕτω λίποι τὴν τάξιν, εἰ τοὺς τυχόντας θεραπεύων φαυλότερον καθʼ αὑτὸν τὸ σχῆμα τῆς τέχνης ποιοῖ. σκέψαι γὰρ εἴ σοι τῶν καλῶς ἐχόντων ἢ λόγον καταλιπόντων εἶναι δοκεῖ τοὺς μὲν γῆμαι προθυμουμένους παρὰ τὰς τῶν κορῶν θύρας καθέζεσθαι, θεραπεύοντας ἢ αὐτὰς ἢ γονέας ἤ τινα ἄλλον τῶν προσηκόντων, τοὺς δὲ τῶν λόγων ἐπιθυμητὰς εἶναι φάσκοντας ἀμελήσαντας θεραπεύειν τὸν ῥήτορα αὐτὸν καὶ πειρᾶσθαι πείθειν ἀμωσγέπως προσέσθαι σφᾶς εἰς τὴν κοινωνίαν, ἔπειτα </p></div></div></body></text></TEI>