<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg051.perseus-grc2" n="418"><p> ἠξίουν ῥᾳθυμεῖν, ἕτεροι δʼ εἰσὶν οἷς λόγων ὀλίγον μέλει.</p><p rend="align(indent)">πρότερον μὲν οὖν ἔγωγε οὐκ ᾔδειν πρὸς τί ποτʼ εἴη λεγόμενον τὸ προσεγκαλεῖν τοὺς φῶρας, νυνὶ δέ μοι δοκῶ γιγνώσκειν. ὅταν γὰρ οἷς ἀπαντᾶν ἐπὶ τὰς μελέτας καὶ τὰς ἀκροάσεις προσῆκον, τοῦτο παρέντες ὡς οὐδεὶς ἔσθʼ ὁ λέγων αἰτιῶνται, πῶς οὐ τὰ σφέτερʼ αὐτῶν ἑτέρων λογίζονται, ὥσπερ ἂν εἴ τινες ἡλίου καθαρῶς φλέγοντος μύσαντες λέγουσι τὸ φαινόμενον οὐκ εἶναι. ἀλλʼ οἶμαι. ταῦτα μέν ἐστιν αὑτοὺς ἐξαπατώντων, δοκούντων δὲ ἑτέρους. ὡς δʼ εἰκός τέ ἐστι καὶ δεῖ διανοεῖσθαι περὶ τούτων, εἰ βούλεσθε, ἀκούσατε. ἐγὼ νομίζω τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα ἄχρι μὲν τοῦ μεταχειρίζεσθαι πρὸς τοὺς μετιόντας εἶναι, τὸ πέρας δʼ οὐκέτι πρὸς τούτους, ἀλλʼ εἶναι διττὴν χρῆσιν ἁπάσης τέχνης, τὴν μὲν αὐτοῦ τοῦ τὸ ἔργον μεταχειριζομένου, τὴν δὲ τῶν χρωμένων. ὅταν μὲν οὖν τις ἐκλίπῃ τὰς οἰκείας πράξεις, ὑπεύθυνος κατὰ τοῦτο· ὁ γὰρ δὴ χρῆσθαι βουληθεὶς κεκώλυται· ὅταν δʼ ὁ μὲν ὡς οἷόν τε μάλιστα ἐργάζηται τὰ ἑαυτοῦ, οἱ δʼ ἐκποδὼν ὦσιν, οὐχ ὁ πράττων, οἶμαι, τὰ δέοντα ὑπεύθυνος, ἀλλʼ οἱ μὴ χρώμενοι. τί χρὴ τὸν ἰατρὸν τὸν ἀγαθὸν ποιεῖν; παρεσκευάσθαι τὰ φάρμακα, τὴν χεῖρα, τὴν ἐπιστήμην· χρῆσθαι δὲ τούτοις κελεύειν οὐκέτι τῆς τέχνης ἐστὶν, ἀλλὰ δεῖ τὸν κάμνοντα βαδίζειν, ἢ πέμπειν ὡς ἐκεῖνον. ἂν δέ γε ὁ ἰατρὸς δέηται τοῦ σωθῆναι δεομένου, ἢ νὴ Δίʼ ὁ κυβερνήτης τῶν πλεῦσαι δεομένων, ἢ τῶν ἀμφισβητούντων <pb xml:id="v.2.p.574"/> ὁ δικαστὴς, ἢ τῶν στρατιωτῶν ὁ στρατηγὸς, ἢ ὁ ῥήτωρ τῶν ἀκροατῶν, ἄνω ποταμῶν ἅπαντʼ ἂν εἴη τὰ πράγματα. μὴ γὰρ ὅτι ἐν τοῖς σπουδαίοις καὶ τοσοῦτον ἀξίᾳ προήκουσιν, ἀλλʼ ἐπὶ τῶν βαναύσων τεχνῶν οὐδαμοῦ τοῦτο ἐνομίσθη, τοὺς δημιουργοὺς παρὰ τοὺς χρῄζοντας ἰέναι δεησομένους αὑτοῖς χρῆσθαι, ἀλλʼ οἱ μὲν χρῄζοντες οἰκοδομῆσαι δέονται τῶν τεκτόνων, οὐχ οἱ τέκτονες τούτων· γεωργὸς δὲ ἐπὶ τὰς τοῦ χαλκέως βαδιεῖται θύρας, ὅταν ἢ σμινύης ἤ τινος ἄλλου τῶν τοιούτων δεηθῇ, καὶ πάλιν γε ὡς ἐκεῖνον ὁ χαλκεὺς, ὅταν σίτου. κουρέα δὲ ἤδη πώποτʼ εἶδες προσιόντα τῳ καὶ λέγοντα, ὦ βέλτιστε ἀνδρῶν </p></div></div></body></text></TEI>