καιρὸς οὕτω συνῆγε. θεοῦ δὲ, φησὶ Πίνδαρος, δείξαντος ἀρχὴν εὐθεῖα δὴ κέλευθος ἑλεῖν τὸ προκείμενον. καὶ δῆτα σοὶ μὲν πλεῖν ἡμῖν ἐξ οὐρίας τε καὶ ἐπὶ χρηστοῖς καὶ δευτέρων ἀμεινόνων ἀγγέλλεσθαι, ἡμῖν δʼ αὖ τὰ ἡμέτερα ἐξ οὐρίας τε ἀγωνίζεσθαι καὶ ῥοθίῳ κώπῃ παρενεγκεῖν ἅπαντας Ἕλληνας ὅσον πλεῖστον ἔξεστιν, Ἀσκληπιός τε προστάτης ἡμέτερος καὶ Ζεὺς ὁ πάντα νέμειν κύριος παρέχοι διὰ τέλους. καὶ ταῦτα μὲν δὴ ταῦτα. μέτειμι δὲ ἐφʼ ἕτερον προοίμιον κατὰ Στησίχορον. σκιαμαχεῖν μὲν οὖν πως οἶδʼ ὅτι δεῖ, πρὸς οὓς γὰρ εἰρήσεται τὰ λεγόμενα οὐχ ἥκουσιν. ὥστε συμβαίνει ἅμα μὲν σχεδὸν ὥσπερ ἂν εἰς μάτην γίγνεσθαι τοὺς λόγους, ἅμα δʼ εἶναι σαφέστατον ὡς ὀρθῶς καὶ προσηκόντως εἰρήσονται. αὐτόθεν γάρ που φανερὸν ὅτι οὐ τὸ ἡμέτερον αἴτιον οὔτε νῦν οὔτε ἄλλοτε πώποτε σὺν θεοῖς εἰπεῖν, ἀλλʼ ἡ τούτων περὶ πάντα συνήθης ῥᾳθυμία. σκεψώμεθα δὲ ὥσπερ ἀντωμοσίαν τινὰ ἢ γραφήν. ἀδικεῖν φασί με τὰς μελέτας τῶν λόγων οὐ συνεχεῖς ποιούμενον· εἶναι γὰρ ἂν πάντα ἐπʼ ἐμοί τε καὶ ὑπʼ ἐμοὶ, καὶ τοῦτο ὁμαλῶς ὑπὸ πάντων λέγεσθαι τὸ εἰ ἐβούλετο· κἂν βουληθῇ ποτε, τοῦτʼ ἐστὶ τὸ ἔγκλημα. εἰ μὲν οὖν κεχαρισμένον τινὰ ἀκοῦσαι λόγον ζητεῖτε, ὥσπερ ἡνίκʼ ἂν πανηγυρίζων τυγχάνω, ληρεῖτε, εἰ δʼ ἀνέξεσθε τἀληθῆ λέγοντος, οὐ πάνυ μέμψεως ἄξιος ἡγοῦμαι φανήσεσθαι. πάντως δὲ οὔτε πανήγυρις τὸ νῦν εἶναι οὔτε παρουσία τοσαύτη ξένων, ἐν οἷς ἐξελεγχόμενοι δυσχερῶς οἴσεσθε—λέγω γὰρ οὖν ὡς πρὸς παρόντας τοὺς ἄνδρας— ἀλλʼ ἐν ἐλάττοσιν ἢ ἐπὶ Ληναίῳ τὰ τῆς παρρησίας ἔσται. διελέχθην μὲν οὖν ὑμῖν καὶ πρότερον περὶ τούτων, ἡνίχʼ ὁ λοιμὸς ἤκμαζε, τοῦ θεοῦ παρελθεῖν κελεύσαντος· εἰρήσεται δὲ καὶ ταῦτα τῆς αὐτῆς γνώμης ἐχόμενα, ἵνʼ εἰδῆτε ὅτι ἐγὼ μὲν οὐδʼ ἐν αὐτοῖς τοῖς σφαλερωτάτοις καιροῖς