οὐκ ἀμφοτέρων ἄρα τῶν καιρῶν διήμαρτον, εἴπερ χάριεν μὲν ἥκοντα ἐκ τῆς ἀποδημίας δέξασθαι καὶ προσειπεῖν, ἄλλως τε καὶ ἀφʼ ὧν συνευξάμεθα ἐπανήκοντα, εἴη δʼ ἄν τι καὶ προπέμψαι ἅμα τῷ μέλει. σὺ δὲ τοῦτον ἥκειν τὸν καιρὸν ἀπέδωκας· ἐδεξάμεθα οὖν, ἐπειδὴ καὶ ὁ καιρὸς οὕτω συνῆγε. θεοῦ δὲ, φησὶ Πίνδαρος, δείξαντος ἀρχὴν εὐθεῖα δὴ κέλευθος ἑλεῖν τὸ προκείμενον. καὶ δῆτα σοὶ μὲν πλεῖν ἡμῖν ἐξ οὐρίας τε καὶ ἐπὶ χρηστοῖς καὶ δευτέρων ἀμεινόνων ἀγγέλλεσθαι, ἡμῖν δʼ αὖ τὰ ἡμέτερα ἐξ οὐρίας τε ἀγωνίζεσθαι καὶ ῥοθίῳ κώπῃ παρενεγκεῖν ἅπαντας Ἕλληνας ὅσον πλεῖστον ἔξεστιν, Ἀσκληπιός τε προστάτης ἡμέτερος καὶ Ζεὺς ὁ πάντα νέμειν κύριος παρέχοι διὰ τέλους. καὶ ταῦτα μὲν δὴ ταῦτα. μέτειμι δὲ ἐφʼ ἕτερον προοίμιον κατὰ Στησίχορον. σκιαμαχεῖν μὲν οὖν πως οἶδʼ ὅτι δεῖ, πρὸς οὓς γὰρ εἰρήσεται τὰ λεγόμενα οὐχ ἥκουσιν. ὥστε συμβαίνει ἅμα μὲν σχεδὸν ὥσπερ ἂν εἰς μάτην γίγνεσθαι τοὺς λόγους, ἅμα δʼ εἶναι σαφέστατον ὡς ὀρθῶς καὶ προσηκόντως εἰρήσονται. αὐτόθεν γάρ που φανερὸν ὅτι οὐ τὸ ἡμέτερον αἴτιον οὔτε νῦν οὔτε ἄλλοτε πώποτε σὺν θεοῖς εἰπεῖν, ἀλλʼ ἡ τούτων περὶ πάντα συνήθης ῥᾳθυμία. σκεψώμεθα δὲ ὥσπερ ἀντωμοσίαν τινὰ ἢ γραφήν. ἀδικεῖν φασί με τὰς μελέτας τῶν λόγων οὐ συνεχεῖς ποιούμενον· εἶναι γὰρ ἂν πάντα ἐπʼ ἐμοί τε καὶ ὑπʼ ἐμοὶ, καὶ τοῦτο ὁμαλῶς ὑπὸ πάντων λέγεσθαι τὸ εἰ ἐβούλετο· κἂν βουληθῇ ποτε, τοῦτʼ ἐστὶ τὸ ἔγκλημα. εἰ μὲν οὖν κεχαρισμένον τινὰ ἀκοῦσαι λόγον ζητεῖτε, ὥσπερ ἡνίκʼ ἂν πανηγυρίζων τυγχάνω, ληρεῖτε, εἰ δʼ ἀνέξεσθε τἀληθῆ λέγοντος, οὐ πάνυ μέμψεως ἄξιος ἡγοῦμαι φανήσεσθαι. πάντως δὲ οὔτε πανήγυρις τὸ νῦν εἶναι οὔτε παρουσία τοσαύτη ξένων, ἐν οἷς ἐξελεγχόμενοι δυσχερῶς οἴσεσθε—λέγω γὰρ οὖν ὡς πρὸς παρόντας τοὺς ἄνδρας— ἀλλʼ ἐν ἐλάττοσιν ἢ ἐπὶ Ληναίῳ τὰ τῆς παρρησίας ἔσται. διελέχθην μὲν οὖν ὑμῖν καὶ πρότερον περὶ τούτων, ἡνίχʼ ὁ λοιμὸς ἤκμαζε, τοῦ θεοῦ παρελθεῖν κελεύσαντος· εἰρήσεται δὲ καὶ ταῦτα τῆς αὐτῆς γνώμης ἐχόμενα, ἵνʼ εἰδῆτε ὅτι ἐγὼ μὲν οὐδʼ ἐν αὐτοῖς τοῖς σφαλερωτάτοις καιροῖς ἠξίουν ῥᾳθυμεῖν, ἕτεροι δʼ εἰσὶν οἷς λόγων ὀλίγον μέλει. πρότερον μὲν οὖν ἔγωγε οὐκ ᾔδειν πρὸς τί ποτʼ εἴη λεγόμενον τὸ προσεγκαλεῖν τοὺς φῶρας, νυνὶ δέ μοι δοκῶ γιγνώσκειν. ὅταν γὰρ οἷς ἀπαντᾶν ἐπὶ τὰς μελέτας καὶ τὰς ἀκροάσεις προσῆκον, τοῦτο παρέντες ὡς οὐδεὶς ἔσθʼ ὁ λέγων αἰτιῶνται, πῶς οὐ τὰ σφέτερʼ αὐτῶν ἑτέρων λογίζονται, ὥσπερ ἂν εἴ τινες ἡλίου καθαρῶς φλέγοντος μύσαντες λέγουσι τὸ φαινόμενον οὐκ εἶναι. ἀλλʼ οἶμαι. ταῦτα μέν ἐστιν αὑτοὺς ἐξαπατώντων, δοκούντων δὲ ἑτέρους. ὡς δʼ εἰκός τέ ἐστι καὶ δεῖ διανοεῖσθαι περὶ τούτων, εἰ βούλεσθε, ἀκούσατε. ἐγὼ νομίζω τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα ἄχρι μὲν τοῦ μεταχειρίζεσθαι πρὸς τοὺς μετιόντας εἶναι, τὸ πέρας δʼ οὐκέτι πρὸς τούτους, ἀλλʼ εἶναι διττὴν χρῆσιν ἁπάσης τέχνης, τὴν μὲν αὐτοῦ τοῦ τὸ ἔργον μεταχειριζομένου, τὴν δὲ τῶν χρωμένων. ὅταν μὲν οὖν τις ἐκλίπῃ τὰς οἰκείας πράξεις, ὑπεύθυνος κατὰ τοῦτο· ὁ γὰρ δὴ χρῆσθαι βουληθεὶς κεκώλυται· ὅταν δʼ ὁ μὲν ὡς οἷόν τε μάλιστα ἐργάζηται τὰ ἑαυτοῦ, οἱ δʼ ἐκποδὼν ὦσιν, οὐχ ὁ πράττων, οἶμαι, τὰ δέοντα ὑπεύθυνος, ἀλλʼ οἱ μὴ χρώμενοι. τί χρὴ τὸν ἰατρὸν τὸν ἀγαθὸν ποιεῖν; παρεσκευάσθαι τὰ φάρμακα, τὴν χεῖρα, τὴν ἐπιστήμην· χρῆσθαι δὲ τούτοις κελεύειν οὐκέτι τῆς τέχνης ἐστὶν, ἀλλὰ δεῖ τὸν κάμνοντα βαδίζειν, ἢ πέμπειν ὡς ἐκεῖνον. ἂν δέ γε ὁ ἰατρὸς δέηται τοῦ σωθῆναι δεομένου, ἢ νὴ Δίʼ ὁ κυβερνήτης τῶν πλεῦσαι δεομένων, ἢ τῶν ἀμφισβητούντων ὁ δικαστὴς, ἢ τῶν στρατιωτῶν ὁ στρατηγὸς, ἢ ὁ ῥήτωρ τῶν ἀκροατῶν, ἄνω ποταμῶν ἅπαντʼ ἂν εἴη τὰ πράγματα. μὴ γὰρ ὅτι ἐν τοῖς σπουδαίοις καὶ τοσοῦτον ἀξίᾳ προήκουσιν, ἀλλʼ ἐπὶ τῶν βαναύσων τεχνῶν οὐδαμοῦ τοῦτο ἐνομίσθη, τοὺς δημιουργοὺς παρὰ τοὺς χρῄζοντας ἰέναι δεησομένους αὑτοῖς χρῆσθαι, ἀλλʼ οἱ μὲν χρῄζοντες οἰκοδομῆσαι δέονται τῶν τεκτόνων, οὐχ οἱ τέκτονες τούτων· γεωργὸς δὲ ἐπὶ τὰς τοῦ χαλκέως βαδιεῖται θύρας, ὅταν ἢ σμινύης ἤ τινος ἄλλου τῶν τοιούτων δεηθῇ, καὶ πάλιν γε ὡς ἐκεῖνον ὁ χαλκεὺς, ὅταν σίτου. κουρέα δὲ ἤδη πώποτʼ εἶδες προσιόντα τῳ καὶ λέγοντα, ὦ βέλτιστε ἀνδρῶν παράσχες μοι κεῖραι σεαυτὸν, ἢ τῶν ὀνύχων ἀφελεῖν, ἢ ξέσαι, ταῦτα γὰρ ἔσθʼ ἡ ʼμὴ τέχνη; ἀλλʼ οἶμαι, κἂν ἁλουργίδα τις φορῇ κἂν ὁπωσοῦν ᾖ σεμνὸς, αὐτὸς εἶσι παρʼ ἐκεῖνον καὶ καλεῖ γε ὡς αὑτὸν, ὅταν του τῶν ἐκείνου δεηθῇ. καὶ τί δεῖ μακρόν τινα ἐκτείνειν κατάλογον τεχνῶν; σχεδὸν γὰρ πάντα ὡς ἔπος εἰπεῖν οὕτως ἔχοντα εὑρήσομεν. εἶθʼ οἳ μὲν οὐδʼ αὐτοὶ μεῖζον φρονεῖν οὐδενὸς ἀξιώσαιεν ἂν, οἶμαι δʼ οὐδʼ ἴσον τοῖς ἄλλοις, ἀλλὰ καὶ τέχνην ταύτην ἔχουσιν ὑπηρετεῖν τοῖς πολλοῖς, οὗτοι μὲν τοὺς δεησομένους ἀναμενοῦσι καὶ οὐ ταπεινωθήσονται περαιτέρω τοῦ σχήματος, οἱ δὲ τὴν καλλίστην καὶ τὴν ἐλευθεριωτάτην ἐπαγγελλόμενοι δύναμιν, διʼ ἧς ἅπαντα πράγματα ἐξετάζεται καὶ δοκιμάζεται, καὶ μικρὰ καὶ μείζω καὶ καλλίω καὶ θάτερα, οὗτοι δʼ οὐκ εἰ μηδὲν ἄλλο, τούτους γε μιμήσονται, καὶ τὴν μὲν τῶν λόγων ἐπιμέλειάν τε καὶ μελέτην αὑτοῖς προσήκειν νομιοῦσι, τὸ δʼ ἢ τούτοις ἢ ἑαυτοῖς χρῆσθαι, τοῦτο δʼ ἑτέρων ἔργον ἡγήσονται; καὶ ὡς ἔοικεν ὁ μὲν σκυτοτόμος καὶ ὑφάντης, ἐὰν ἀφέντες ἐφʼ ᾧ κάθηνται περιέρχωνται συλλέγοντες τοὺς προσφοιτήσοντας, οὐ μόνον οὐ πράξουσι τὰ ἐπιβάλλοντα ἑαυτοῖς, ἀλλὰ καὶ διαφθεροῦσι τὰς τέχνας, ὁ δὲ ῥήτωρ ἐὰν τοὺς λόγους ἀφεὶς τοὺς ἀκουσομένους συλλέγῃ, κάλλισθʼ οὕτω περὶ τῶν ἑαυτοῦ βουλεύσεται; οὒκ, ἀλλʼ οὕτω καὶ μάλισθʼ, ὥς γʼ ἐγὼ φαίην ἂν, τὰ ὑπάρχοντα διαφθερεῖ. καὶ μὴν εἰ πανταχοῦ τὸ τὴν τάξιν λιπεῖν αἰσχρὸν καὶ παρὰ τοὺς νόμους, ῥήτωρ γε μάλιστʼ ἂν οὕτω λίποι τὴν τάξιν, εἰ τοὺς τυχόντας θεραπεύων φαυλότερον καθʼ αὑτὸν τὸ σχῆμα τῆς τέχνης ποιοῖ. σκέψαι γὰρ εἴ σοι τῶν καλῶς ἐχόντων ἢ λόγον καταλιπόντων εἶναι δοκεῖ τοὺς μὲν γῆμαι προθυμουμένους παρὰ τὰς τῶν κορῶν θύρας καθέζεσθαι, θεραπεύοντας ἢ αὐτὰς ἢ γονέας ἤ τινα ἄλλον τῶν προσηκόντων, τοὺς δὲ τῶν λόγων ἐπιθυμητὰς εἶναι φάσκοντας ἀμελήσαντας θεραπεύειν τὸν ῥήτορα αὐτὸν καὶ πειρᾶσθαι πείθειν ἀμωσγέπως προσέσθαι σφᾶς εἰς τὴν κοινωνίαν, ἔπειτα καταιτιᾶσθαι καὶ λέγειν ὡς ἄρʼ οὐ βούλεται. καὶ τίς ὦ πρὸς θεῶν σοι Κάλχας ἢ Μόψος ταῦτα ἐμαντεύσατο; οὐ γὰρ αὐτὸς ἐπειράθης. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ἄρα οἱ μὲν τὰς ἄλλας ἐπιστήμας ἢ τέχνας μετιόντες ἴσασι καλῶς ἃ δεῖ βεβουλεῦσθαι περὶ αὐτῶν, οἱ δʼ ἐπὶ τῶν λόγων ὄντες μόνοι πάντων ἢ μάλιστά γε ἀγνοήσουσιν. ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κάλλιστον καὶ μέγιστον καὶ ἀληθινώτατόν ἐστιν ὑπὲρ τῶν λόγων εἰπεῖν ὅτι τοὺς μὲν ἄλλο τι πράττοντας οὐδὲν κωλύει τὰ μὲν τῆς τέχνης ἐπίστασθαι, τὸ δʼ ὅπως χρὴ βεβουλεῦσθαι περὶ αὐτῶν ἀγνοεῖν. οἱ δὲ λόγοι χωρὶς τῆς ἄλλης δυνάμεως καὶ τὸ πῶς προσοιστέον ἐστὶν αὐτοῖς παρέχουσι γιγνώσκειν. εἰκότως· οἷς γὰρ περὶ τῶν ἄλλων κρίνειν προσήκει, κομιδῆ περί γʼ αὑτῶν ἀγνοεῖν οὐκ εἰκός ἐστι. φέρε δὴ τούτων οὕτως ὑποκειμένων τοὐμὸν θεάσασθε, κἂν μὲν εὑρίσκητε ἢ ῥᾳθυμοῦντα ἤ τι τῶν πάντων ἄλλο προὐργιαίτερον τῆς ἐν τοῖς λόγοις διατριβῆς ποιούμενον ἢ νῦν ἢ πρότερον λέγω, μᾶλλον δʼ ὅλως ἐλλελοιπότα ὑπερβολὴν τῆς περὶ ταῦτα προθυμίας τε καὶ σπουδῆς, αἰτιᾶσθε καὶ μέμφεσθε ὅ τι βούλεσθε. εἰ δὲ καὶ σκώμματος οὐδὲν ἴσως λελοιπότα, ὡς ἄρα αὐτόχρημα λόγος τις εἴην, πέρα δʼ οὐδέν μοι περιείργασται πώποτε πλὴν ὅσα πρὸς θεοὺς, ταῦτα δʼ εἴργασται μὲν καὶ πέπρακται σὺν αὐτοῖς εἰπεῖν εἰς δύναμιν τὴν ἡμετέραν ὡς ἐπιμελέστατα, περιείργασται δʼ οὐδαμῶς· εἰ ταῦθʼ οὕτως ἔχοντα φαίνοιτο, συγκαλύψασθε ἐπʼ ἀμφοτέροις οἱ μήτε χρῆσθαι τολμῶντες καὶ προσέτι τὰς γυναῖκας μιμούμενοι, ἅς φασιν, ἐπειδὰν αὐταὶ μηδὲν ὧν δεῖ τῇ γνώμῃ ποιῶσι, τοῖς ἀνδράσι περιτρέπειν τὰ σφέτερʼ αὐτῶν ἁμαρτήματα καὶ κακά. σκοπεῖτε δὴ καθάπερ τινὰς εὐθύνας ἐξ ἀρχῆς ἐξετάζοντες ὡς δυνατὸν διὰ βραχυτάτων. ἐμοὶ γὰρ ἔδωκεν ὁ θεὸς νέῳ ἔτʼ ὄντι χρῆσθαι διδασκάλοις καὶ φήμας πρώτας παρʼ ἐκείνων ἦ μὴν πρωτεύσειν γενέσθαι μοι.