<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" n="416"><p> ἀλλʼ ὅλως ἄρχουσιν; οὐδʼ ἡλικίᾳ γε τῶν ἁπασῶν οὐδεμιᾷ. πότερον γὰρ τοῖς νεωτέροις; ἀλλʼ ἑταιρεῖν δόξουσιν, ἐὰν ταῦτα ἀσπάζωνται. ἀλλὰ τοῖς ἀνδράσιν; ἀλλʼ οὐ δόξουσι βεβαιοῦν τὴν ἐπωνυμίαν. ἀλλὰ τοῖς πρεσβυτέροις; ἀλλʼ ἀωρία πολλὴ τῆς αἰσχύνης. λείπεται δὴ γυναιξὶ, καὶ ταύταις ταῖς ἀσελγεστάταις, πρὸς ἃς τούτους ἄξιον κρίνειν. <pb xml:id="v.2.p.570"/> καίτοι ζηλοῦσι μὲν αὐτὰς, λείπονται δὲ συχνῷ τινι. θαυμάζω δʼ εἰ τοῖς μὲν τὸ νόμισμα διαφθείρουσιν, ἔφη Δημοσθένης, θάνατος ἡ ζημία κεῖται, τοῖς δὲ τοὺς λόγους κιβδήλους καὶ παρασήμους ἀπεργαζομένοις παρρησιάζεσθαι δώσομεν, ἢ τοῦτο πρῶτον λέγειν ἐξεῖναι· κἂν μὲν ῥήματι πταίσῃ τις, ἀμαθὴς εὐθέως, ἂν δʼ ὅλῃ τῇ προαιρέσει διαφθείρῃ τὰ τεταγμένα, οὐκ ἄρα πόρρω πασῶν πανηγύρεων στήσεται. καὶ μὴν οὐχ ὑπὲρ λόγων ἡ βουλὴ μόνον, ἀλλʼ ὑπὲρ ἁπάσης εὐσχημοσύνης καὶ εὐταξίας καὶ τοῦ πότερον δεῖ τοῖς νόμοις ἐμμένειν, ἢ ποιεῖν ὅ τί τις βούλεται τῆς ἐφʼ ἡμέρᾳ χάριν ἡδονῆς. ὧν μὲν γὰρ ἐγὼ λέγω νικώντων, νικᾷ νόμος καὶ κόσμος, ὑφʼ ὧν οὐ μόνον αἱ πόλεις, ἀλλὰ καὶ γῆ πᾶσα καὶ οὐρανὸς αὐτὸς συνέστηκέ τε καὶ σώζεται, ἃ δʼ οὗτοι παραποιοῦσιν ἅπασι καὶ θείοις καὶ ἀνθρωπείοις πράγμασιν ἐχθρῶς ἔχει.</p></div></div></body></text></TEI>