δʼ εὐθὺς καταγελῶσι, μᾶλλον δὲ καὶ παρʼ αὐτὴν τὴν θέαν οὕτω χαίρουσιν ὡς ἄν τινες παίζοντες. ἀλλʼ οὐδέν γʼ, οἶμαι, γελοῖον τιμιώτερον τῶν σπουδαίων, οὕτω πολλοῦ δεῖ τά γε δὴ καταγέλαστα ἔμπροσθεν ἄν ποτε τῶν σπουδαίων γενέσθαι. ἀλλὰ μὴν ὅπου καὶ αὐτὸ τὸ εὐδοξεῖν περὶ πολλοῦ ποιούμεθα ὑπὲρ τῆς εἰς ὕστερον μνήμης, ὧν γʼ ἐφʼ ἡμέρᾳ καὶ παραχρῆμα τέθνηκεν ἡ δόξα, ποῦ τις ἂν τούτους τιθείη; νὴ Δίʼ ἀλλὰ καὶ Ἡρακλῆς ἐν Λυδοῖς ὠρχήσατο. οἱ δέ γʼ αὐτοὶ κἀκεῖνο μυθολογοῦσι περὶ Ἡρακλέους, ὅτι τὴν γυναῖκα τὴν αὑτοῦ καὶ τοὺς υἱεῖς ἀπέκτεινεν, οὐχ ὡς θέμις εἰπεῖν διατεθείς· ἃ τίς ἂν πείθοιτο εὖ φρονῶν; σὺ δʼ οὖν εἰ τὰ μάλιστα πιστεύεις, ἀπόκριναί μοι πρὸς αὐτοῦ τοῦ Ἡρακλέους, εἰ καὶ αὐτὸς τούτου χάριν ἡδέως ἂν τὰ σαυτοῦ διαφθείραις. ἀλλʼ οὐκ ἐρεῖς. ἐγὼ δʼ εἰ μὲν ὠρχήσατο ἐν Λυδοῖς Ἡρακλῆς οὐκ ἔχω λέγειν, εἰ δʼ ἄρα, ἀλλὰ μιᾷ γε ἡμέρᾳ καὶ τῆς παιδιᾶς ἕνεκα καὶ ἅμα σκώπτων ἴσως τοὺς Λυδοὺς, καὶ τέταρτον εἴποιμʼ ἂν ὅτι οὐδέν γε χείρων ἐν οἷς ὠρχεῖτο ἐγίγνετο, ἀλλʼ ἦν ὅστις ἦν. οἶδα δὲ καὶ Λακωνικάς τινας ὀρχήσεις καὶ τραγικάς γʼ ἑτέρας, ἐμμελείας, οἶμαι, καλουμένας—οὐ γὰρ ἡ ὄρχησις αἰσχρὸν, ἀλλὰ τὸ αἰσχρὸν φευκτὸν πανταχοῦ— ἀλλʼ ὑμεῖς οὐκ ἐν Λυδοῖς, οὐδʼ εἰσάπαξ, οὐδὲ σκώπτοντες, οὐδʼ ὑγιαίνοντες τἄνδοθεν, ἀλλʼ ἐν ἅπασιν ἀνθρώποις ἁπάσας τὰς ἡμέρας ἐξορχεῖσθε, ἃ μὴ ὅτι τοῦ Ἡρακλέους, ἀλλʼ οὐδὲ τῆς Ὀμφάλης ἐπαινεῖν ἦν. τίσι δὲ καὶ προσήκων ὁ χαρακτήρ; πότερον τοῖς περὶ τοὺς πολιτικοὺς καὶ ἀγωνιστικοὺς τῶν λόγων; τἀναντία μέντἂν πάθοιεν τῷ Καινεῖ τῷ Θετταλῷ γυναῖκες ἐξ ἀνδρῶν γενόμενοι. ἀλλὰ τοῖς περὶ τὴν διαλεκτικήν; χαρίεις γʼ ἂν οὖν εἴης, ὦ μάσθλης, ἐπὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ καρτερίαν ἐν τούτῳ τῷ μέλει παρακαλῶν, οὐ καρτερῶν αὐτὸς μένειν ἐν τῇ τάξει τῶν λόγων, ὡσπερεὶ Σαρδανάπαλλος τῇ κερκίδι τὴν κρόκην ὠθῶν ᾖδε τοὺς εἰς τὴν μάχην παρακλητικούς. ἀλλʼ ἡγεμόσι δὴ πρέπων ὁ τρόπος; ἀλλὰ τοῖς βασιλεῦσιν;