διπλασίαν τὴν ζημίαν ἐκτίνειν κελεύουσι τῶν ἀκόντων βλαψάντων. ἀρχὴν δὲ οὐδὲ συμβαλεῖν μοι δοκῶ δύνασθαι τί ποτʼ ἔσθʼ ὃ λέγουσι. καὶ γὰρ ὡς οὐκ ἄκοντες ὑφίενται δοκοῦσί μοι λέγειν, καὶ πάλιν ὡς οὐχ ἑκόντες, ἀλλʼ ἄκοντες ὑφίενται. ὅταν μὲν γὰρ εἰς τοὺς ἀκροατὰς ἀναφέρωσι καὶ παρὰ τούτοις εἶναι φῶσι τὴν αἰτίαν, ὥσπερ ἄκοντες ἁμαρτάνειν λέγειν μοι δοκοῦσιν, ὅταν δʼ εἰδέναι μὲν ὡς οὐδὲν χρηστόν ἐσθʼ ὧν λέγουσιν, αἱρεῖσθαι δὲ λέγειν ὑπὲρ τοῦ ψυχαγωγεῖν, ἑκόντες ἁμαρτάνειν ὁμολογεῖν μοι δοκοῦσιν, ὥσπερ οἱ ἐν ταῖς τραγῳδίαις εἰδέναι μὲν φάσκοντες ἃ δράσουσι κατὰ, αὑτῶν δὲ κρατεῖν οὐ δύνασθαι. τοιαῦτʼ ἐστὶ τὰ τούτων αἰνίγματα. καίτοι φησὶ μὲν δή που Κρατίνος τῶν αἰσχρῶν εἶναι φίλοισι χαριζόμενον πονηρὸν αὐτὸν εἶναι· οὗτοι δʼ εἰ μὲν φίλοις αὐτοῖς χρῶνται, παραπλησίως αὐτοῖς ἔχουσιν· ὥστʼ εἰ τοῖς αὐτοῖς χαίρουσιν, αὑτοῖς ἄρʼ οὐχ ἧττον ἢ τούτοις χαρίζονται· εἰ δʼ αὖ μὴ νομίζουσι φίλους, ἀντὶ τοῦ χαρίζονται; εἴτε γὰρ ὡς ἐρασταῖς εἴθʼ ὡς ἐρασταὶ, τό γε τῆς αἰσχύνης ἄφυκτον. αἰνίττονται δὲ κἀνταῦθα. φασὶ μὲν γὰρ τοὺς πολλοὺς ἐρᾶν αὑτῶν, φαίνονται δʼ αὐτοὶ τούτων ἐρῶντες, εἴ γʼ ἵνα τούτους ἀρέσωσιν ἀκολασταίνουσι. καὶ μὴν εἰ μὲν οὐδὲν φροντίζουσιν αὐτῶν, τί μαθόντες φήσουσι χαρίζεσθαι; εἰ δὲ φροντίζουσι, πότερον βελτίους ἂν ἦσαν παιδεύοντες καὶ τὴν οὖσαν ὁδὸν τῶν λόγων δεικνύντες, ἢ τῆς τούτων μοχθηρίας αὐτοὶ κληρονομοῦντες; ὥσπερ ἂν εἴ τις ἰατρὸς φάσκων εἶναι καὶ δέον αὐτὸν τοῖς κάμνουσι τὰ βέλτιστα συμβουλεύειν, τοῖς ἐκείνων αὐτὸς ὑπηρετοίη βουλήμασι καὶ τὴν τέχνην ὁρίζοιτο τῷ χαρίζεσθαι. οὐκοῦν ἀπολεῖς μὲν ἐκείνους, ἀπολεῖ δʼ αὐτὸς ἐν εὖ φρονοῦσι δικασταῖς, ἐπεὶ καὶ ἡ φύσις οὕτως ἔταξε τὸν στρατηγὸν ἡγεῖσθαι τῶν στρατιωτῶν, οὐ τοῖς στρατιώταις