<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" n="412"><p> κἂν τούτοις προσῆν, πάντας ἂν ἦγον. νῦν δʼ ἐκείνῳ μὲν καὶ τὰ ξύλα καὶ τοὺς λίθους ἄγειν προστίθησιν ὁ μῦθος διʼ ὑπερβολῆς, οἱ δʼ ἀντὶ ξύλων αὐτοὶ καὶ λίθων εἰσὶ τῷ μὴ κινεῖν. ἀλλʼ ἡμεῖς οὐ τοῦτο προὐθέμεθα σκοπεῖν, <pb xml:id="v.2.p.564"/> πόσοι πταισμάτων εἰσὶ τρόποι περὶ τοὺς λόγους, οὐδʼ εἴ τινες καὶ ἕτεροι δυστυχοῦσιν, ἀλλʼ ὅτι τῆς ἀρετῆς οὐδεμία πω κακία τρόπαιον ἔστησεν. οὐδʼ ἀφʼ ἑνὸς πράγματος τοῦτο λέγοντες οὐκ ἂν αἰσχυνοίμεθα· ἐπεί τοι καὶ τούτων αὖ τινα τῶν περὶ τοὺς ὄχλους καλινδουμένων καλῶς ἐγώ ποτʼ ἐφώρασα τἀναντία πράττοντα ἢ ἔσπευδεν. ᾖδε μὲν γὰρ ἐγκλίνας τῶν χαρίτων ἕνεκα, ἀκροτελεύτιον δʼ ἐπεφθέγγετο ἐφʼ ἑκάστῳ τῶν κομματίων ὥσπερ ἐν μέλει ταυτόν. οἱ δʼ ἀκροαταὶ καὶ ἐρώμενοι οὕτω σφόδρα ἐξεπλήττοντο καὶ κατείχοντο ὑπὸ τοῦ μέλους ὥσθʼ ὅτε δὴ ἐγίγνοντο πρὸς τῷ ῥήματι, ἐκγελάσαντες ἂν αὐτοὶ ὑπέβαλον, οὐκ ἀνταποδιδόντες ὥσπερ ἠχὼ τὴν φωνὴν, ἀλλὰ καὶ προλαμβάνοντες. καὶ δῆτα ἡδὺς ἦν ὁ κορυφαῖος ἰὼν κατόπιν τοῦ χοροῦ. προσῆπτον δέ τι καὶ ἄλλο τοῦ κόρδακος οὕνεκα, ὥστʼ ἐλεινὸν τὸ χρῆμα τῆς συναυλίας εἶναι τοῦ τε σοφιστοῦ καὶ τῶν ἑταίρων ἐφʼ οἷς ἐπτόητο.</p><p rend="align(indent)">τοιαῦτα οἱ τὸ βέλτιον τιμῶντες ἆθλα φέρονται παρὰ τῶν λογίων θεῶν καὶ τοιαῦτα οἱ λυμαινόμενοι τοῖς λόγοις. <pb xml:id="v.2.p.565"/> ἔπειτα ποιοῦσι παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀνδρόγυνος ἢ εὐνοῦχος μὴ τὴν ἀσθένειαν τοῦ σώματος μηδὲ τὴν τύχην αἰτιῷτο, προνοίᾳ δὲ φάσκοι γενέσθαι τοιοῦτος. ἀλλʼ οὔτʼ ἀληθῆ λέγεις, ὦ τᾶν, οὔθʼ ὅλως σωφρονεῖς, εἰ φὴς ἑκὼν ταῦτα τιμῆσαι. καὶ νῦν ἐγὼ κινδυνεύω φιλανθρωπότερος περὶ τούτους εἶναι τοῖς λόγοις τούτοις ἤπερ αὐτοὶ περὶ σφᾶς αὐτούς. ἐγὼ μὲν γὰρ ἄκοντας αὐτοὺς ἀποφαίνω καὶ δυστυχίᾳ τινὶ τοῦτο πάσχοντας, οἱ δʼ ἐξεπίτηδές φασι ποικίλλειν. οἱ δὲ νόμοι τοὺς ἑκουσίως πλημμελοῦντας </p></div></div></body></text></TEI>