ὅτε δʼ ἔστιν ἐξ ἀρχῆς καὶ τούτους κἀκείνους χειροῦσθαι ἢ διʼ ἐκείνων καὶ τούτους αἱρεῖν, πανταχῆ νικᾷ τὰ βέλτιστα. μάρτυρας δὲ καὶ τούτων ἔχομεν ποιητὰς, οἳ τοὺς ἀρίστους καὶ ἀσφαλεστάτους τῶν ῥητόρων μάλιστα ζηλοῦσθαί φασι καὶ μακαρίζεσθαι παρὰ τοῖς πλήθεσι. καὶ τί δεῖ τοὺς παλαιοὺς καταλέγειν ἢ ποιητὰς ἢ ῥήτορας; ἀλλʼ ἡμῶν τουτωνὶ, θεὸς δʼ εὐμενὴς παραπέμποι τὸν λόγον, τίνες πω μείζους θορύβους ἐν συλλόγοις ἐκίνησαν; ἢ τίς μᾶλλον σὺν θεοῖς εἰπεῖν, τουτὶ γὰρ ἔμοιγε ἡγείσθω πάσης παρρησίας, ἀμφοτέρων ἥψατο τῶν ἐθνῶν, λέγω καὶ τῶν δεξιῶν καὶ τῶν οὓς πολλοὺς ὀνομάζομεν, οἵ γε καὶ μηδενὸς αὐτοὺς ἐπαναγκάζοντος νόμου διώμοτοι τὴν ψῆφον φέρουσιν. ἐῶ τἄλλα. ἀλλʼ ἃ νυνὶ φθέγγεσθε ἐπὶ τούτοις ὁρᾶτε δήπουθεν. ἔστιν οὖν ὅ τι πώποτε πρὸς χάριν ἡμεῖς εἴπομεν τῶν ἀκροατῶν; οὐδὲ γρῦ. καίτοι πολλὰ καὶ παντοῖα. μόνοι γὰρ τῶν πώποτε ἁψαμένων λόγων εὐχόμεθα, ὅπερ μετριώτατον εἰπεῖν, ὁπόσα ἐστὶ καὶ νομίζεται περὶ λόγους ἀγαθὰ εἰς μίαν δύναμιν κατακλείσαντες δεικνύναι μεθʼ ὑπερβολῆς. οὕτως ἐγώ. καὶ οὐδʼ ὁτιοῦν φαίην ἂν χαρίζεσθαι καὶ οὐδὲν ὅ τι οὐ χαρίζεσθαι, ἀνθʼ ὧν εἰκότως τὰ προσήκοντα χαρίζομαι. εἶτʼ ἐγὼ τετηρηκὼς ἐπὶ τῶν πραγμάτων καὶ τῶν αὐτὸς ἐμαυτοῦ λόγων ὡς οὐκ ἀμισθὶ τὸ τὰ βέλτιστα λέγειν περιγίγνεται, συγχωρῶ τοῖς φληνάφοις τούτοις καταψεύδεσθαι τῶν πολλῶν, ὅτι τούτων ἕνεκα ἀμαθαίνουσιν; οὐχ ἕως γʼ ἂν ἐμαυτὸν ὑπάρχω γιγνώσκων. εἰ δέ τινες φάσκοντες αὖ βέλτιον ἢ κατὰ τούτους προῃρῆσθαι μὴ τυγχάνουσι τῶν πολλῶν, ἀλλʼ ἀποσβέννυνται πρίν τινα ἰδεῖν τὴν φλόγα, οὐδὲν τοῦτό γʼ ἐστὶ κατὰ τῶν σεμνοτέρων λόγων ἢ ὅλως κρειττόνων. ἐνδείᾳ γὰρ τῶν μεγίστων αὐτὸ πάσχουσιν, οὔτε γνώμην ἱκανὴν οὔτε κόσμον παρασχόμενοι περὶ τοὺς λόγους. εἰ δʼ ἦσαν τέλεοι τὴν μουσικὴν, ὃ τῷ Ὀρφεῖ λέγεται προσεῖναι