ὅτε δʼ ἔστιν ἐξ ἀρχῆς καὶ τούτους κἀκείνους χειροῦσθαι ἢ διʼ ἐκείνων καὶ τούτους αἱρεῖν, πανταχῆ νικᾷ τὰ βέλτιστα. μάρτυρας δὲ καὶ τούτων ἔχομεν ποιητὰς, οἳ τοὺς ἀρίστους καὶ ἀσφαλεστάτους τῶν ῥητόρων μάλιστα ζηλοῦσθαί φασι καὶ μακαρίζεσθαι παρὰ τοῖς πλήθεσι. καὶ τί δεῖ τοὺς παλαιοὺς καταλέγειν ἢ ποιητὰς ἢ ῥήτορας; ἀλλʼ ἡμῶν τουτωνὶ, θεὸς δʼ εὐμενὴς παραπέμποι τὸν λόγον, τίνες πω μείζους θορύβους ἐν συλλόγοις ἐκίνησαν; ἢ τίς μᾶλλον σὺν θεοῖς εἰπεῖν, τουτὶ γὰρ ἔμοιγε ἡγείσθω πάσης παρρησίας, ἀμφοτέρων ἥψατο τῶν ἐθνῶν, λέγω καὶ τῶν δεξιῶν καὶ τῶν οὓς πολλοὺς ὀνομάζομεν, οἵ γε καὶ μηδενὸς αὐτοὺς ἐπαναγκάζοντος νόμου διώμοτοι τὴν ψῆφον φέρουσιν. ἐῶ τἄλλα. ἀλλʼ ἃ νυνὶ φθέγγεσθε ἐπὶ τούτοις ὁρᾶτε δήπουθεν. ἔστιν οὖν ὅ τι πώποτε πρὸς χάριν ἡμεῖς εἴπομεν τῶν ἀκροατῶν; οὐδὲ γρῦ. καίτοι πολλὰ καὶ παντοῖα. μόνοι γὰρ τῶν πώποτε ἁψαμένων λόγων εὐχόμεθα, ὅπερ μετριώτατον εἰπεῖν, ὁπόσα ἐστὶ καὶ νομίζεται περὶ λόγους ἀγαθὰ εἰς μίαν δύναμιν κατακλείσαντες δεικνύναι μεθʼ ὑπερβολῆς. οὕτως ἐγώ. καὶ οὐδʼ ὁτιοῦν φαίην ἂν χαρίζεσθαι καὶ οὐδὲν ὅ τι οὐ χαρίζεσθαι, ἀνθʼ ὧν εἰκότως τὰ προσήκοντα χαρίζομαι. εἶτʼ ἐγὼ τετηρηκὼς ἐπὶ τῶν πραγμάτων καὶ τῶν αὐτὸς ἐμαυτοῦ λόγων ὡς οὐκ ἀμισθὶ τὸ τὰ βέλτιστα λέγειν περιγίγνεται, συγχωρῶ τοῖς φληνάφοις τούτοις καταψεύδεσθαι τῶν πολλῶν, ὅτι τούτων ἕνεκα ἀμαθαίνουσιν; οὐχ ἕως γʼ ἂν ἐμαυτὸν ὑπάρχω γιγνώσκων. εἰ δέ τινες φάσκοντες αὖ βέλτιον ἢ κατὰ τούτους προῃρῆσθαι μὴ τυγχάνουσι τῶν πολλῶν, ἀλλʼ ἀποσβέννυνται πρίν τινα ἰδεῖν τὴν φλόγα, οὐδὲν τοῦτό γʼ ἐστὶ κατὰ τῶν σεμνοτέρων λόγων ἢ ὅλως κρειττόνων. ἐνδείᾳ γὰρ τῶν μεγίστων αὐτὸ πάσχουσιν, οὔτε γνώμην ἱκανὴν οὔτε κόσμον παρασχόμενοι περὶ τοὺς λόγους. εἰ δʼ ἦσαν τέλεοι τὴν μουσικὴν, ὃ τῷ Ὀρφεῖ λέγεται προσεῖναι κἂν τούτοις προσῆν, πάντας ἂν ἦγον. νῦν δʼ ἐκείνῳ μὲν καὶ τὰ ξύλα καὶ τοὺς λίθους ἄγειν προστίθησιν ὁ μῦθος διʼ ὑπερβολῆς, οἱ δʼ ἀντὶ ξύλων αὐτοὶ καὶ λίθων εἰσὶ τῷ μὴ κινεῖν. ἀλλʼ ἡμεῖς οὐ τοῦτο προὐθέμεθα σκοπεῖν, πόσοι πταισμάτων εἰσὶ τρόποι περὶ τοὺς λόγους, οὐδʼ εἴ τινες καὶ ἕτεροι δυστυχοῦσιν, ἀλλʼ ὅτι τῆς ἀρετῆς οὐδεμία πω κακία τρόπαιον ἔστησεν. οὐδʼ ἀφʼ ἑνὸς πράγματος τοῦτο λέγοντες οὐκ ἂν αἰσχυνοίμεθα· ἐπεί τοι καὶ τούτων αὖ τινα τῶν περὶ τοὺς ὄχλους καλινδουμένων καλῶς ἐγώ ποτʼ ἐφώρασα τἀναντία πράττοντα ἢ ἔσπευδεν. ᾖδε μὲν γὰρ ἐγκλίνας τῶν χαρίτων ἕνεκα, ἀκροτελεύτιον δʼ ἐπεφθέγγετο ἐφʼ ἑκάστῳ τῶν κομματίων ὥσπερ ἐν μέλει ταυτόν. οἱ δʼ ἀκροαταὶ καὶ ἐρώμενοι οὕτω σφόδρα ἐξεπλήττοντο καὶ κατείχοντο ὑπὸ τοῦ μέλους ὥσθʼ ὅτε δὴ ἐγίγνοντο πρὸς τῷ ῥήματι, ἐκγελάσαντες ἂν αὐτοὶ ὑπέβαλον, οὐκ ἀνταποδιδόντες ὥσπερ ἠχὼ τὴν φωνὴν, ἀλλὰ καὶ προλαμβάνοντες. καὶ δῆτα ἡδὺς ἦν ὁ κορυφαῖος ἰὼν κατόπιν τοῦ χοροῦ. προσῆπτον δέ τι καὶ ἄλλο τοῦ κόρδακος οὕνεκα, ὥστʼ ἐλεινὸν τὸ χρῆμα τῆς συναυλίας εἶναι τοῦ τε σοφιστοῦ καὶ τῶν ἑταίρων ἐφʼ οἷς ἐπτόητο. τοιαῦτα οἱ τὸ βέλτιον τιμῶντες ἆθλα φέρονται παρὰ τῶν λογίων θεῶν καὶ τοιαῦτα οἱ λυμαινόμενοι τοῖς λόγοις. ἔπειτα ποιοῦσι παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀνδρόγυνος ἢ εὐνοῦχος μὴ τὴν ἀσθένειαν τοῦ σώματος μηδὲ τὴν τύχην αἰτιῷτο, προνοίᾳ δὲ φάσκοι γενέσθαι τοιοῦτος. ἀλλʼ οὔτʼ ἀληθῆ λέγεις, ὦ τᾶν, οὔθʼ ὅλως σωφρονεῖς, εἰ φὴς ἑκὼν ταῦτα τιμῆσαι. καὶ νῦν ἐγὼ κινδυνεύω φιλανθρωπότερος περὶ τούτους εἶναι τοῖς λόγοις τούτοις ἤπερ αὐτοὶ περὶ σφᾶς αὐτούς. ἐγὼ μὲν γὰρ ἄκοντας αὐτοὺς ἀποφαίνω καὶ δυστυχίᾳ τινὶ τοῦτο πάσχοντας, οἱ δʼ ἐξεπίτηδές φασι ποικίλλειν. οἱ δὲ νόμοι τοὺς ἑκουσίως πλημμελοῦντας διπλασίαν τὴν ζημίαν ἐκτίνειν κελεύουσι τῶν ἀκόντων βλαψάντων. ἀρχὴν δὲ οὐδὲ συμβαλεῖν μοι δοκῶ δύνασθαι τί ποτʼ ἔσθʼ ὃ λέγουσι. καὶ γὰρ ὡς οὐκ ἄκοντες ὑφίενται δοκοῦσί μοι λέγειν, καὶ πάλιν ὡς οὐχ ἑκόντες, ἀλλʼ ἄκοντες ὑφίενται. ὅταν μὲν γὰρ εἰς τοὺς ἀκροατὰς ἀναφέρωσι καὶ παρὰ τούτοις εἶναι φῶσι τὴν αἰτίαν, ὥσπερ ἄκοντες ἁμαρτάνειν λέγειν μοι δοκοῦσιν, ὅταν δʼ εἰδέναι μὲν ὡς οὐδὲν χρηστόν ἐσθʼ ὧν λέγουσιν, αἱρεῖσθαι δὲ λέγειν ὑπὲρ τοῦ ψυχαγωγεῖν, ἑκόντες ἁμαρτάνειν ὁμολογεῖν μοι δοκοῦσιν, ὥσπερ οἱ ἐν ταῖς τραγῳδίαις εἰδέναι μὲν φάσκοντες ἃ δράσουσι κατὰ, αὑτῶν δὲ κρατεῖν οὐ δύνασθαι. τοιαῦτʼ ἐστὶ τὰ τούτων αἰνίγματα. καίτοι φησὶ μὲν δή που Κρατίνος τῶν αἰσχρῶν εἶναι φίλοισι χαριζόμενον πονηρὸν αὐτὸν εἶναι· οὗτοι δʼ εἰ μὲν φίλοις αὐτοῖς χρῶνται, παραπλησίως αὐτοῖς ἔχουσιν· ὥστʼ εἰ τοῖς αὐτοῖς χαίρουσιν, αὑτοῖς ἄρʼ οὐχ ἧττον ἢ τούτοις χαρίζονται· εἰ δʼ αὖ μὴ νομίζουσι φίλους, ἀντὶ τοῦ χαρίζονται; εἴτε γὰρ ὡς ἐρασταῖς εἴθʼ ὡς ἐρασταὶ, τό γε τῆς αἰσχύνης ἄφυκτον. αἰνίττονται δὲ κἀνταῦθα. φασὶ μὲν γὰρ τοὺς πολλοὺς ἐρᾶν αὑτῶν, φαίνονται δʼ αὐτοὶ τούτων ἐρῶντες, εἴ γʼ ἵνα τούτους ἀρέσωσιν ἀκολασταίνουσι. καὶ μὴν εἰ μὲν οὐδὲν φροντίζουσιν αὐτῶν, τί μαθόντες φήσουσι χαρίζεσθαι; εἰ δὲ φροντίζουσι, πότερον βελτίους ἂν ἦσαν παιδεύοντες καὶ τὴν οὖσαν ὁδὸν τῶν λόγων δεικνύντες, ἢ τῆς τούτων μοχθηρίας αὐτοὶ κληρονομοῦντες; ὥσπερ ἂν εἴ τις ἰατρὸς φάσκων εἶναι καὶ δέον αὐτὸν τοῖς κάμνουσι τὰ βέλτιστα συμβουλεύειν, τοῖς ἐκείνων αὐτὸς ὑπηρετοίη βουλήμασι καὶ τὴν τέχνην ὁρίζοιτο τῷ χαρίζεσθαι. οὐκοῦν ἀπολεῖς μὲν ἐκείνους, ἀπολεῖ δʼ αὐτὸς ἐν εὖ φρονοῦσι δικασταῖς, ἐπεὶ καὶ ἡ φύσις οὕτως ἔταξε τὸν στρατηγὸν ἡγεῖσθαι τῶν στρατιωτῶν, οὐ τοῖς στρατιώταις ἀκολουθεῖν, τὸν κορυφαῖον ὡσαύτως τοῦ χοροῦ, τῶν ναυτῶν τὸν κυβερνήτην, τοῦ ζεύγους τὸν ἡνίοχον, τὸν ἰατρὸν τῶν δεομένων. εἶτʼ ἐξὸν αὐτούς τε βελτίους εἶναι καὶ τοὺς συνόντας ὅπως βελτίους ἔσονται παρασκευάζειν, αὐτοί τε χείρους γίγνεσθε κἀκείνους ἔτι φαυλοτέρους ἢ εἰσὶν ἀποφαίνειν προαιρεῖσθε. καὶ μὴν τὸ μὲν ὡς πέφυκέ τις καὶ προῄρηται λέγοντα ἀνύτειν ἄγειν ὡς ἀληθῶς ἐστι, τὸ δʼ ἐξίστασθαι τῆς ἰδέας ὑπὲρ τοῦ τι δοκεῖν ἄγεσθαι μᾶλλον ἢ ἄγειν ἐστίν. ὥστʼ εἰ μὲν οὐκ ἔχεις βελτίω τούτων, ἀμφότερα δυστυχεῖς, καὶ οἷς λέγεις καὶ οἷς οὐ δύνασαι λέγειν, εἰ δʼ ἐξὸν ἐκείνως ἄγειν οὕτω δέχει, πῶς οὐ παρανοεῖς; ἢ τί σου τὸ καλὸν τῶν λόγων ἐστὶν, ὅστις γε περὶ αὐτῶν τῶν λόγων οὕτω βεβούλευσαι; καὶ γὰρ αὖ κἀκεῖνο οὐ τὸν αὐτὸν τρόπον, οἶμαι, τῷ τε ῥήτορι καὶ φιλοσόφῳ καὶ πᾶσι δὴ τοῖς ἐπὶ τῆς ἐλευθερίου παιδείας προσήκει τέρπειν τοὺς ὄχλους, καὶ τοῖς ἀνδραποδώδεσι τούτοις ὀρχησταῖς, μίμοις, θαυματοποιοῖς. ἀλλὰ τούτοις μὲν πολλὴ συγγνώμη καὶ ποιεῖν ὁτιοῦν καὶ λέγειν, ἡμῖν δʼ, εἰ τὰ τούτων κακὰ μιμοίμεθα, πῶς εὐπρεπῶς ἕξει; ὅπου γὰρ οὐδʼ ἐλευθέρᾳ γυναικὶ καὶ ἑταίρᾳ ταὐτὰ δοκεῖ πρέπειν, οὐδʼ ἔτι μᾶλλον ταὐτά γʼ ἀνδράσι καὶ γυναιξὶ, κομιδῆ τοῖς γε ἀνδράσι ταὐτὰ πρέπειν ἅπερ ταῖς ἑταίραις οὐ φήσομεν. ὑμεῖς τοίνυν ὅταν εἰς ψαλτρίας τάττησθε καὶ τὰ τῶν Μουσῶν ὄργια χραίνητε ἐν τῷ δημοσίῳ, πότερον φιλοτιμίας δικαίως ἂν ἀμφισβητοίητε, ἢ ζῶντες ἂν κατορύττοισθε Περσιστί; σκεψώμεθα δὴ καὶ τόδε, ὅτι οὐδὲ οἱ δῆμοι τὰ θεάματα ταῦτα, ὧν μάλιστʼ ἄν τις αὐτοὺς φήσειεν ἡττῆσθαι, παντὶ τῷ θυμῷ φιλοῦσιν οὐδὲ ἀσπάζονται. τίς γάρ ἐστιν ὅστις οὐκ ἀξιοῖ βελτίων ὀρχηστοῦ παντὸς αὐτὸς εἶναι; ἢ τίς ἂν τῷ μίμῳ συγχωρήσειεν ἔξω φθέγγεσθαι; ἀλλʼ ἐν μὲν τῷ παραχρῆμα γαργαλίζονται, ἀπελθόντες δʼ εὐθὺς καταγελῶσι, μᾶλλον δὲ καὶ παρʼ αὐτὴν τὴν θέαν οὕτω χαίρουσιν ὡς ἄν τινες παίζοντες. ἀλλʼ οὐδέν γʼ, οἶμαι, γελοῖον τιμιώτερον τῶν σπουδαίων, οὕτω πολλοῦ δεῖ τά γε δὴ καταγέλαστα ἔμπροσθεν ἄν ποτε τῶν σπουδαίων γενέσθαι. ἀλλὰ μὴν ὅπου καὶ αὐτὸ τὸ εὐδοξεῖν περὶ πολλοῦ ποιούμεθα ὑπὲρ τῆς εἰς ὕστερον μνήμης, ὧν γʼ ἐφʼ ἡμέρᾳ καὶ παραχρῆμα τέθνηκεν ἡ δόξα, ποῦ τις ἂν τούτους τιθείη; νὴ Δίʼ ἀλλὰ καὶ Ἡρακλῆς ἐν Λυδοῖς ὠρχήσατο. οἱ δέ γʼ αὐτοὶ κἀκεῖνο μυθολογοῦσι περὶ Ἡρακλέους, ὅτι τὴν γυναῖκα τὴν αὑτοῦ καὶ τοὺς υἱεῖς ἀπέκτεινεν, οὐχ ὡς θέμις εἰπεῖν διατεθείς· ἃ τίς ἂν πείθοιτο εὖ φρονῶν; σὺ δʼ οὖν εἰ τὰ μάλιστα πιστεύεις, ἀπόκριναί μοι πρὸς αὐτοῦ τοῦ Ἡρακλέους, εἰ καὶ αὐτὸς τούτου χάριν ἡδέως ἂν τὰ σαυτοῦ διαφθείραις. ἀλλʼ οὐκ ἐρεῖς. ἐγὼ δʼ εἰ μὲν ὠρχήσατο ἐν Λυδοῖς Ἡρακλῆς οὐκ ἔχω λέγειν, εἰ δʼ ἄρα, ἀλλὰ μιᾷ γε ἡμέρᾳ καὶ τῆς παιδιᾶς ἕνεκα καὶ ἅμα σκώπτων ἴσως τοὺς Λυδοὺς, καὶ τέταρτον εἴποιμʼ ἂν ὅτι οὐδέν γε χείρων ἐν οἷς ὠρχεῖτο ἐγίγνετο, ἀλλʼ ἦν ὅστις ἦν. οἶδα δὲ καὶ Λακωνικάς τινας ὀρχήσεις καὶ τραγικάς γʼ ἑτέρας, ἐμμελείας, οἶμαι, καλουμένας—οὐ γὰρ ἡ ὄρχησις αἰσχρὸν, ἀλλὰ τὸ αἰσχρὸν φευκτὸν πανταχοῦ— ἀλλʼ ὑμεῖς οὐκ ἐν Λυδοῖς, οὐδʼ εἰσάπαξ, οὐδὲ σκώπτοντες, οὐδʼ ὑγιαίνοντες τἄνδοθεν, ἀλλʼ ἐν ἅπασιν ἀνθρώποις ἁπάσας τὰς ἡμέρας ἐξορχεῖσθε, ἃ μὴ ὅτι τοῦ Ἡρακλέους, ἀλλʼ οὐδὲ τῆς Ὀμφάλης ἐπαινεῖν ἦν. τίσι δὲ καὶ προσήκων ὁ χαρακτήρ; πότερον τοῖς περὶ τοὺς πολιτικοὺς καὶ ἀγωνιστικοὺς τῶν λόγων; τἀναντία μέντἂν πάθοιεν τῷ Καινεῖ τῷ Θετταλῷ γυναῖκες ἐξ ἀνδρῶν γενόμενοι. ἀλλὰ τοῖς περὶ τὴν διαλεκτικήν; χαρίεις γʼ ἂν οὖν εἴης, ὦ μάσθλης, ἐπὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ καρτερίαν ἐν τούτῳ τῷ μέλει παρακαλῶν, οὐ καρτερῶν αὐτὸς μένειν ἐν τῇ τάξει τῶν λόγων, ὡσπερεὶ Σαρδανάπαλλος τῇ κερκίδι τὴν κρόκην ὠθῶν ᾖδε τοὺς εἰς τὴν μάχην παρακλητικούς. ἀλλʼ ἡγεμόσι δὴ πρέπων ὁ τρόπος; ἀλλὰ τοῖς βασιλεῦσιν;