ὡς ἀηδέστατα πάντων; ἆρʼ οὐχ οἵτινες μέγιστοι καὶ σεμνότατοι καὶ ἅμα τῆς ἁρμονίας ἐπὶ πλεῖστον ἥκοντες; ναῦς δὲ τίς αἱρετὴ καὶ πλείστην ἔχουσα τοῖς ἐπιβάταις εὐθυμίαν τε καὶ ἡδονήν; πότερον ἡ διεφθαρμένη καὶ ἐρρωγυῖα καὶ ὑπὸ τῆς ἀντλίας δυομένη κάτω, ἢ πολὺ τοὐναντίον ἥτις ὡς ἀκριβέστατα καὶ στεγανώτατα ἔχει καὶ πόρρωθεν ἤσκηται ἐπιθεῖν τοῖς κύμασιν; εἶτʼ ἐπὶ μὲν τῶν ἄλλων οὕτως ἕκαστον τὸν αὑτοῦ λόγον σῶζον ὡς πλείστους ἄγει καὶ πείθει, ἐπὶ δʼ αὐτῶν τῶν λόγων πῶς ὦ πρὸς θεῶν φήσομεν; καὶ μὴν εἰ μὲν ἄλλου του χάριν ὁ λόγος εὑρέθη, μὴ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δʼ ἐστὶν εὔδηλον ὡς ἐφʼ ἓν τοῦτο ἅπασα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δή που θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδʼ ἱκανῶς τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. ὥστʼ οὐδὲν δεῖ διαφθείρειν αὐτὸν ὑπὲρ τοῦ κρατεῖν, ἀλλʼ ὥσπερ τὰ μηχανήματα αἱρεῖν πέφυκε, κἂν μηδεὶς εἰδῇ τῶν ἐναντίων ἐξ ὅτων καὶ ὅπως συνετέθη, οὕτω λόγος εὖ συντεθεὶς τὸ αὑτοῦ δρᾷ, κἂν τοῖς ἀπειροτάτοις ἐντύχῃ. θαυμάζω δὲ, εἰ οἶνον μὲν καὶ σῖτον καὶ ἔλαιον καὶ μέλι καὶ κρέα καὶ τραγήματα καὶ γάλα καὶ χρήματα καὶ ὕδωρ καὶ ξύλα καὶ λίθους οὐδʼ ἂν εἷς ἡδίω φήσειε τὰ διεφθαρμένα τῶν ἀδιαφθόρων, λόγους δὲ τοὺς ὡς καθαρώτατα καὶ εἰλικρινέστατα ἔχοντας ἀηδεστέρους εἶναι τῶν διεφθαρμένων. οὐδʼ ἂν εἷς ταῦτα φήσειε, καὶ ταῦθʼ ὅτι οὐ τοῦ παραδόξου λέγεται χάριν, ἀλλʼ ἀμήχανον ἄλλως ἔχειν, αὐτὰ κατηγορεῖ. τίς ἄριστος ἐπῶν ποιητής; Ὅμηρος. τίς δʼ ὡς πλείστους ἀνθρώπων ἀρέσκει καὶ τῷ μάλιστα χαίρουσιν; ἢ τοῦτό γε καὶ αὐτὸς ὑπὲρ αὑτοῦ προείδετο; διαλεγόμενος γὰρ ταῖς Δηλιάσι καὶ καταλύων τὸ προοίμιον, εἴ τις ἔροιθʼ ὑμᾶς, φησὶν ὦ κοῦραι, τίς δʼ ὕμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται καὶ τέῳ τέρπεσθε μάλιστα,