οἶμαι, κάλλει μὲν χάριν εἶναι, χάριτος δὲ ἔρωτα ἐξηρτῆσθαι. ὅτῳ γὰρ ἄν τις χαίρῃ, τοῦτʼ ἀνάγκη ποθεῖν. διὸ τῶν μὲν αἰσχρῶν οὔ φασιν ἔρωτα εἶναι, τῶν δὲ καλῶν κἀν θεοῖς εἶναι ποιηταὶ λέγουσιν. οὕτω τοίνυν καὶ τὸ τῶν λόγων κάλλος μετὰ τῆς ἁπάσης φύσεως καὶ τοῦτʼ ἔχει, κηλεῖν τοὺς ἀκούοντας. ὥστʼ οὐχ ὑπὲρ τοῦ πείθειν τὰ χείρω δεῖ λέγειν, ἀλλὰ πειρατέον ὡς κάλλιστα λέγειν, ἵνʼ ὡς πλείστους ἄγοιμεν. ὥσπερ γὰρ τῶν ἐπῳδῶν αἱ κράτισται μάλιστα ἄγειν πεφύκασιν, οὕτως οἱ κράτιστοι τῶν λόγων μάλιστα πείθειν πεφύκασι. τὸ δὲ ταῖς διαφθοραῖς ταύταις νομίζειν ἐνεῖναί τι χρηστὸν ἢ κεχαρισμένον παραπλήσιόν ἐστιν ὥσπερ ἂν εἰ κἀν τοῖς σώμασι τοὺς μὲν φθόῃ κάμνοντας καὶ τοὺς ὑδεριῶντας καὶ τοὺς ἀλφοῖς ἢ λέπρᾳ ποικίλους, τούτους μὲν ὡς ἥδιστα κατεσκευάσθαι φάσκοιμεν καὶ πολλοὺς ἐπιθυμητὰς ἔχειν, οἷς οὐδʼ ἀπαντῆσαι πρῶτον οὐδʼ ἂν εἷς δέξαιτο, τοὺς δʼ ὁμοῦ τῷ τῆς ὑγιείας ἀγαθῷ καὶ πρὸς ἔσχατα κάλλους τετιμημένους ἔλαττον ἔχειν τούτων πειθοίμεθα. ἄνω μέντἂν ποταμῶν οὕτω γε πηγαὶ ῥέοιεν. μὴ τοίνυν ὅτι ἐν τοῖς σώμασιν, ἀλλʼ ἐν τοῖς πλάσμασι καὶ τοῖς ἀγάλμασι ποῖʼ ἄττα μάλιστα χειροῦνται τοὺς ἐντυγχάνοντας; ἆρʼ οὐ τὰ κάλλιστα καὶ μεγαλοπρεπέστατα καὶ πρὸς τοὔσχατον ἥκοντα τῆς εἰς ταῦτʼ ἀκριβείας; ὁ Ζεὺς οὑλύμπιος, ἡ Ἀθήνησιν Ἀθηνᾶ, λέγω τοῦτο μὲν τὴν ἐλεφαντίνην, τοῦτο δʼ, εἰ βούλει, τὴν χαλκῆν καὶ νὴ Δία γʼ, εἰ βούλει, τὴν Λημνίαν, ἅπαντα ταῦτα ὑπερβολὴν μὲν ἀρετῆς τῷ δημιουργῷ, τοῖς δὲ θεαταῖς ἡδονῆς ἔχει. ταυτὸν δὲ τοῦτο καὶ περὶ τῶν Ἀπελλοῦ φαίης ὂν, οἶμαι, γραμμάτων, κἂν εἴ τινʼ ἄλλον ἐθέλοις θαυμάζειν, ἡ γραμμὴ σωθεῖσα τὸ πᾶν ἔσωσεν. εἶεν. νεὼς δʼ αὖ τοὺς ποίους καὶ τίνας μάλιστα ὁρῶντές τε χαίρομεν καὶ ἐκπληττόμεθα καὶ ἀπαλλαττόμεθα