<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" n="407"><p> οἷς ἂν τὰ τῆς αἰχμῆς ἀνακοπῇ, οὐκ ἐθέλουσιν ἵστασθαι, πολὺ δὲ ἔτι μᾶλλον, ἐπειδὰν ὅλως κατάξωσι τὰ δόρατα· ἀλλʼ ἀπέρχονται καταλιπόντες τὴν μάχην, οἰσόμενοι στερεώτερα. πάλιν αὐτὴν, εἰ βούλει, τὴν μάχην ποτέρως ἄμεινον ποιοῦνται, τὴν τάξιν φυλάττοντες καὶ συνεστηκότες καὶ ἀλλήλους τε ὡς δυνατὸν μάλιστα αἰδούμενοι καὶ τοῖς παραγγέλμασιν ἐμμένοντες, ἢ τούτων μὲν ἁπάντων ὑπεριδόντες, τοῦ δʼ ἐν τῷ παραχρῆμα δοκοῦντος γλυκέος εἶναι ἡττηθέντες, τὰς δὲ ἀσπίδας ὁμοῦ τῇ πρώτῃ σάλπιγγι ῥίψαντες, νόμον δὲ καὶ τάξιν καὶ κόσμον ὥσπερ ὕθλον τινὰ καὶ φλυαρίαν κρίναντες. Ὅμηρος μὲν γὰρ οὐδὲ λέγειν ἐᾷ τῶν αἰσχρῶν οὐδὲν τοὺς ὀρθῶς προσέχοντας μάχῃ. ὃ καὶ θαυμάζω, εἰ πολεμοῦσι μὲν αἰσχύνη λέγειν ἃ μὴ καλὸν, λέγουσι δʼ ἅ γʼ αἰσχύνη λέγειν οὐ χεῖρον.</p><p rend="align(indent)">φέρε δὴ καὶ τοὺς ἐπὶ τῶν στεφανιτῶν ἀγώνων σκεψώμεθα, οἷον τὸν Δωριέα τὸν Ῥόδιον καὶ Γλαῦκον τὸν Καρύστιον καὶ Μίλωνα δὴ καὶ Πολυδάμαντα, καὶ πάντας ὧν εἰκόνες χαλκαῖ, πότερον θρυπτομένους καὶ παροινοῦντας καὶ ταὐτὰ ταῖς ὀρχηστρίσι στρεφομένους ἐστεφάνουν οἱ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸν ἀγῶνα <pb xml:id="v.2.p.555"/>κοσμοῦντες, ἢ καρτερίαν θαυμαστήν τινα καὶ ῥώμην ὁμοῦ ψυχῆς τε καὶ σώματος παρασχομένους, ἃ τὰς μεγίστας καὶ βεβαιοτάτας ἡδονὰς καὶ αὐτοῖς τοῖς ἔχουσι καὶ τοῖς συνειδόσι προξενεῖ. πρὸς Διὸς, ἵπποι δὲ ἄριστοι καὶ θαυμασιώτατοι καὶ μάλιστα καθʼ ἡδονὴν τοῖς θεωροῦσιν ἆρʼ οὐχ οἵτινες ὡς ἐρρωμενέστατα καὶ διαρκέστατα καὶ μηδὲν ἔξω τοῦ δρόμου βάντες ἀπήνυσαν, πανταχοῦ τὴν οἰκείαν ἀρετὴν σώζοντες; καὶ φύσιν ταυτὸν ἄριστόν τε καὶ ἥδιστον εἰς τὴν ἑαυτοῦ χρείαν· ἐπεί τοι καὶ τὰ τῶν σωμάτων κάλλη τοῦτον ἔχει τὸν τρόπον, ἐάν τε Γανυμήδην εἴπῃς ἐάν τε Πέλοπα ἐάν θʼ ὁντινοῦν, ἅμα τῇ λήξει τῆς τύχης καὶ τοὺς ὁρῶντας ἐφέλκεται· καὶ πάνυ γʼ εἰκότως. δεῖ γὰρ, </p></div></div></body></text></TEI>