<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" n="406"><p> τί δεῖ τὸ βέλτιον προΐεσθαι, εἴπερ, κἂν μὴ ἄγωμεν, τό γε βέλτιον τοῦτο πράττομεν; εἰ δʼ ἐστὶν ὁμοῦ τό τε ἄγειν καὶ τὸ βέλτιον, εἰ μὲν ἐκεῖνο βέλτιον, ἐκείνως ἄγειν ἐστὶν, εἰ δʼ οὕτω μόνως ἄγειν συμβαίνει, τοῦτο βέλτιον. τί οὖν διαιροῦσι καὶ χωρὶς μὲν τὸ βέλτιον τιθέασι, χωρὶς δὲ ἃ τῶν ἄλλων ἕνεχʼ ἡμάρτανον; ἐμοὶ μὲν γὰρ ἄντικρυς οὑτωσὶ μεθύειν δοκοῦσι περὶ τοὺς λόγους ὅταν εἰς ταῦτα καταφεύγωσι. καὶ μὴν ὅτι γε οὔτʼ ἀληθῆ λέγουσιν οὔτʼ ἀληθέσι προσόμοια, ἀλλὰ τῷ μέλλοντι καὶ πείσειν ἀνθρώπους καὶ ὅλως ὑποχειρίους ἕξειν, τὴν βελτίστην καὶ τὴν ἐρρωμενεστάτην καὶ πάντως ἀδιάφθορον καὶ ἄμεμπτον ἐκ τῶν δυνατῶν ἰτέον καὶ προαιρετέον, καὶ συχνοῦ λόγου δεῖξαι καὶ βραχέος πάνυ, βραχέος μὲν λέγω, διὰ τὸ σφόδρα οὕτω σαφὲς εἶναι, μακροτέρου δὲ, ὅτι μυρίοις ἄν τις ἔχοι καὶ τεκμηρίοις καὶ παραδείγμασι δεικνύναι. πρῶτον μὲν, εἰ βούλει, τοὺς τῶν πολέμων ἀγωνιστὰς <pb xml:id="v.2.p.553"/>ἐνθυμηθῶμεν, ποτέρως ἂν μᾶλλον αὐτοί τε σώζοιντο καὶ τοὺς ἀντιτεταγμένους τρέποιντο καὶ χειροῖντο, πότερον βεβαίοις καὶ ὑγιέσι καὶ στεγανοῖς τοῖς ὅπλοις χρώμενοι, ἢ τὸ μὲν ξίφος καττιτέρου φέροντες, φλοιῷ δὲ τὸν θώρακα πεποιημένον, τὸ δʼ αὖ δόρυ σύκινον, καὶ κράνος δὴ καὶ ἀσπίδα ὡς ἀπὸ τούτων εἰκάσαι; ἐγὼ μὲν γὰρ οἶμαι τὴν περὶ ταῦτα ἀκρίβειαν καὶ τὸ ἐξ ἀρχῆς τε ἐκ βελτίστων καὶ ὡς βέλτιστα κατεσκευάσθαι καὶ παρὰ τὴν μάχην ἀντέχειν εἰς σωτηρίαν ἅμα καὶ δόξαν καὶ νίκην καὶ πάνθʼ ὅσα ταύτης ἄν τις τῆς μερίδος θείη, διαφέρειν τοῖς ἔχουσι καὶ χρωμένοις. ῥαγέντων δὲ ἢ κλασθέντων, ἤ τινʼ ἄλλον συντριβέντων τρόπον, ἢ καὶ οἴκοθεν εὐθὺς χαύνων καὶ σαπρῶν ὄντων, κληρονομεῖν τὰ σώματα τῆς τύχης καὶ μηδὲ τοῖς πάνυ γενναίοις ὑπάρχειν εὑρεῖν ὅ τι χρήσονται· ταῦτά γε καὶ Ὅμηρος μαρτυρεῖ. καὶ γὰρ ἐκείνῳ τῶν ἡρώων </p></div><pb xml:id="v.2.p.554"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" n="407"><p> οἷς ἂν τὰ τῆς αἰχμῆς ἀνακοπῇ, οὐκ ἐθέλουσιν ἵστασθαι, πολὺ δὲ ἔτι μᾶλλον, ἐπειδὰν ὅλως κατάξωσι τὰ δόρατα· ἀλλʼ ἀπέρχονται καταλιπόντες τὴν μάχην, οἰσόμενοι στερεώτερα. πάλιν αὐτὴν, εἰ βούλει, τὴν μάχην ποτέρως ἄμεινον ποιοῦνται, τὴν τάξιν φυλάττοντες καὶ συνεστηκότες καὶ ἀλλήλους τε ὡς δυνατὸν μάλιστα αἰδούμενοι καὶ τοῖς παραγγέλμασιν ἐμμένοντες, ἢ τούτων μὲν ἁπάντων ὑπεριδόντες, τοῦ δʼ ἐν τῷ παραχρῆμα δοκοῦντος γλυκέος εἶναι ἡττηθέντες, τὰς δὲ ἀσπίδας ὁμοῦ τῇ πρώτῃ σάλπιγγι ῥίψαντες, νόμον δὲ καὶ τάξιν καὶ κόσμον ὥσπερ ὕθλον τινὰ καὶ φλυαρίαν κρίναντες. Ὅμηρος μὲν γὰρ οὐδὲ λέγειν ἐᾷ τῶν αἰσχρῶν οὐδὲν τοὺς ὀρθῶς προσέχοντας μάχῃ. ὃ καὶ θαυμάζω, εἰ πολεμοῦσι μὲν αἰσχύνη λέγειν ἃ μὴ καλὸν, λέγουσι δʼ ἅ γʼ αἰσχύνη λέγειν οὐ χεῖρον.</p><p rend="align(indent)">φέρε δὴ καὶ τοὺς ἐπὶ τῶν στεφανιτῶν ἀγώνων σκεψώμεθα, οἷον τὸν Δωριέα τὸν Ῥόδιον καὶ Γλαῦκον τὸν Καρύστιον καὶ Μίλωνα δὴ καὶ Πολυδάμαντα, καὶ πάντας ὧν εἰκόνες χαλκαῖ, πότερον θρυπτομένους καὶ παροινοῦντας καὶ ταὐτὰ ταῖς ὀρχηστρίσι στρεφομένους ἐστεφάνουν οἱ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸν ἀγῶνα <pb xml:id="v.2.p.555"/>κοσμοῦντες, ἢ καρτερίαν θαυμαστήν τινα καὶ ῥώμην ὁμοῦ ψυχῆς τε καὶ σώματος παρασχομένους, ἃ τὰς μεγίστας καὶ βεβαιοτάτας ἡδονὰς καὶ αὐτοῖς τοῖς ἔχουσι καὶ τοῖς συνειδόσι προξενεῖ. πρὸς Διὸς, ἵπποι δὲ ἄριστοι καὶ θαυμασιώτατοι καὶ μάλιστα καθʼ ἡδονὴν τοῖς θεωροῦσιν ἆρʼ οὐχ οἵτινες ὡς ἐρρωμενέστατα καὶ διαρκέστατα καὶ μηδὲν ἔξω τοῦ δρόμου βάντες ἀπήνυσαν, πανταχοῦ τὴν οἰκείαν ἀρετὴν σώζοντες; καὶ φύσιν ταυτὸν ἄριστόν τε καὶ ἥδιστον εἰς τὴν ἑαυτοῦ χρείαν· ἐπεί τοι καὶ τὰ τῶν σωμάτων κάλλη τοῦτον ἔχει τὸν τρόπον, ἐάν τε Γανυμήδην εἴπῃς ἐάν τε Πέλοπα ἐάν θʼ ὁντινοῦν, ἅμα τῇ λήξει τῆς τύχης καὶ τοὺς ὁρῶντας ἐφέλκεται· καὶ πάνυ γʼ εἰκότως. δεῖ γὰρ, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" n="408"><p> οἶμαι, κάλλει μὲν χάριν εἶναι, χάριτος δὲ ἔρωτα ἐξηρτῆσθαι. ὅτῳ γὰρ ἄν τις χαίρῃ, τοῦτʼ ἀνάγκη ποθεῖν. διὸ τῶν μὲν αἰσχρῶν οὔ φασιν ἔρωτα εἶναι, τῶν δὲ καλῶν κἀν θεοῖς εἶναι ποιηταὶ λέγουσιν. οὕτω τοίνυν καὶ τὸ τῶν λόγων κάλλος μετὰ τῆς ἁπάσης φύσεως καὶ τοῦτʼ ἔχει, κηλεῖν τοὺς ἀκούοντας. ὥστʼ οὐχ ὑπὲρ τοῦ πείθειν τὰ χείρω δεῖ λέγειν, ἀλλὰ πειρατέον ὡς κάλλιστα λέγειν, ἵνʼ ὡς πλείστους ἄγοιμεν. ὥσπερ γὰρ τῶν ἐπῳδῶν αἱ κράτισται μάλιστα ἄγειν πεφύκασιν, οὕτως οἱ κράτιστοι τῶν λόγων μάλιστα πείθειν πεφύκασι. τὸ δὲ ταῖς διαφθοραῖς <pb xml:id="v.2.p.556"/> ταύταις νομίζειν ἐνεῖναί τι χρηστὸν ἢ κεχαρισμένον παραπλήσιόν ἐστιν ὥσπερ ἂν εἰ κἀν τοῖς σώμασι τοὺς μὲν φθόῃ κάμνοντας καὶ τοὺς ὑδεριῶντας καὶ τοὺς ἀλφοῖς ἢ λέπρᾳ ποικίλους, τούτους μὲν ὡς ἥδιστα κατεσκευάσθαι φάσκοιμεν καὶ πολλοὺς ἐπιθυμητὰς ἔχειν, οἷς οὐδʼ ἀπαντῆσαι πρῶτον οὐδʼ ἂν εἷς δέξαιτο, τοὺς δʼ ὁμοῦ τῷ τῆς ὑγιείας ἀγαθῷ καὶ πρὸς ἔσχατα κάλλους τετιμημένους ἔλαττον ἔχειν τούτων πειθοίμεθα. ἄνω μέντἂν ποταμῶν οὕτω γε πηγαὶ ῥέοιεν. μὴ τοίνυν ὅτι ἐν τοῖς σώμασιν, ἀλλʼ ἐν τοῖς πλάσμασι καὶ τοῖς ἀγάλμασι ποῖʼ ἄττα μάλιστα χειροῦνται τοὺς ἐντυγχάνοντας; ἆρʼ οὐ τὰ κάλλιστα καὶ μεγαλοπρεπέστατα καὶ πρὸς τοὔσχατον ἥκοντα τῆς εἰς ταῦτʼ ἀκριβείας; ὁ Ζεὺς οὑλύμπιος, ἡ Ἀθήνησιν Ἀθηνᾶ, λέγω τοῦτο μὲν τὴν ἐλεφαντίνην, τοῦτο δʼ, εἰ βούλει, τὴν χαλκῆν καὶ νὴ Δία γʼ, εἰ βούλει, τὴν Λημνίαν, ἅπαντα ταῦτα ὑπερβολὴν μὲν ἀρετῆς τῷ δημιουργῷ, τοῖς δὲ θεαταῖς ἡδονῆς ἔχει. ταυτὸν δὲ τοῦτο καὶ περὶ τῶν Ἀπελλοῦ φαίης ὂν, οἶμαι, γραμμάτων, κἂν εἴ τινʼ ἄλλον ἐθέλοις θαυμάζειν, ἡ γραμμὴ σωθεῖσα τὸ πᾶν ἔσωσεν. εἶεν. νεὼς δʼ αὖ τοὺς ποίους καὶ τίνας μάλιστα ὁρῶντές τε χαίρομεν καὶ ἐκπληττόμεθα καὶ ἀπαλλαττόμεθα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" n="409"><p> ὡς ἀηδέστατα πάντων; ἆρʼ οὐχ οἵτινες μέγιστοι καὶ <pb xml:id="v.2.p.557"/> σεμνότατοι καὶ ἅμα τῆς ἁρμονίας ἐπὶ πλεῖστον ἥκοντες; ναῦς δὲ τίς αἱρετὴ καὶ πλείστην ἔχουσα τοῖς ἐπιβάταις εὐθυμίαν τε καὶ ἡδονήν; πότερον ἡ διεφθαρμένη καὶ ἐρρωγυῖα καὶ ὑπὸ τῆς ἀντλίας δυομένη κάτω, ἢ πολὺ τοὐναντίον ἥτις ὡς ἀκριβέστατα καὶ στεγανώτατα ἔχει καὶ πόρρωθεν ἤσκηται ἐπιθεῖν τοῖς κύμασιν; εἶτʼ ἐπὶ μὲν τῶν ἄλλων οὕτως ἕκαστον τὸν αὑτοῦ λόγον σῶζον ὡς πλείστους ἄγει καὶ πείθει, ἐπὶ δʼ αὐτῶν τῶν λόγων πῶς ὦ πρὸς θεῶν φήσομεν;</p><p rend="align(indent)">καὶ μὴν εἰ μὲν ἄλλου του χάριν ὁ λόγος εὑρέθη, μὴ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δʼ ἐστὶν εὔδηλον ὡς ἐφʼ ἓν τοῦτο ἅπασα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δή που θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδʼ ἱκανῶς τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. ὥστʼ οὐδὲν δεῖ διαφθείρειν αὐτὸν ὑπὲρ τοῦ κρατεῖν, ἀλλʼ ὥσπερ τὰ μηχανήματα αἱρεῖν πέφυκε, κἂν μηδεὶς εἰδῇ τῶν ἐναντίων ἐξ ὅτων καὶ ὅπως συνετέθη, οὕτω λόγος εὖ συντεθεὶς τὸ αὑτοῦ δρᾷ, κἂν τοῖς ἀπειροτάτοις ἐντύχῃ. θαυμάζω δὲ, εἰ οἶνον μὲν καὶ σῖτον καὶ ἔλαιον καὶ μέλι καὶ κρέα καὶ τραγήματα καὶ γάλα καὶ χρήματα καὶ ὕδωρ καὶ ξύλα καὶ λίθους <pb xml:id="v.2.p.558"/> οὐδʼ ἂν εἷς ἡδίω φήσειε τὰ διεφθαρμένα τῶν ἀδιαφθόρων, λόγους δὲ τοὺς ὡς καθαρώτατα καὶ εἰλικρινέστατα ἔχοντας ἀηδεστέρους εἶναι τῶν διεφθαρμένων. οὐδʼ ἂν εἷς ταῦτα φήσειε, καὶ ταῦθʼ ὅτι οὐ τοῦ παραδόξου λέγεται χάριν, ἀλλʼ ἀμήχανον ἄλλως ἔχειν, αὐτὰ κατηγορεῖ. τίς ἄριστος ἐπῶν ποιητής; Ὅμηρος. τίς δʼ ὡς πλείστους ἀνθρώπων ἀρέσκει καὶ τῷ μάλιστα χαίρουσιν; ἢ τοῦτό γε καὶ αὐτὸς ὑπὲρ αὑτοῦ προείδετο; διαλεγόμενος γὰρ ταῖς Δηλιάσι καὶ καταλύων τὸ προοίμιον, εἴ τις ἔροιθʼ ὑμᾶς, φησὶν <pb xml:id="v.2.p.559"/> <quote rend="blockquote">ὦ κοῦραι, τίς δʼ ὕμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν <l/> ἐνθάδε πωλεῖται καὶ τέῳ τέρπεσθε μάλιστα,</quote> </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg050.perseus-grc2" n="410"><p><quote rend="blockquote">ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ἀποκρίνασθʼ εὐφήμως, <l/> τυφλὸς ἀνὴρ, οἰκεῖ δὲ Χίῳ ἐνὶ παιπαλοέσσῃ.</quote> πάλιν εἰς τραγῳδίαν τίνες ἐνδοξότατοι καὶ πᾶσιν ὡς ἔπος εἰπεῖν τοῖς κριταῖς νικῶντες; οἶμαι μὲν, οἱ βέλτιστοι <pb xml:id="v.2.p.560"/>Σοφοκλῆς, Αἰσχύλος, Εὐριπίδης. μὴ γάρ τις τούτων μάλιστα, ἀλλʼ ὅτι γε ὑπὲρ πάντας οὗτοι τοὺς ἄλλους. ῥητόρων δὲ τῶν εἰς ἡμᾶς τίς γνωριμώτατος καὶ θαυμαστότατος καὶ μέγιστον ὄνομα ἔχων ἐν τοῖς πολλοῖς; ὁ πλεῖστον ὑπερσχὼν τῷ καλῷ τῷ περὶ τοὺς λόγους. πάντες ὧν μέγιστα ὀνόματα ἐπὶ τοῖς ἑαυτῶν ἀντὶ μαρτύρων εἰσί μοι. νὴ Δίʼ, εἴποι τις ἂν, ἀλλʼ ἠκολούθησαν οἱ πολλοὶ τῇ δόξῃ τῶν ὀλίγων καὶ ἀκριβῶς ἐξ ἀρχῆς τὰς ψήφους ἐνεγκόντων. οὐ διαφέρομαι. ἀλλʼ οὖν τοῦτό γʼ εὔδηλον ὅτι κἀν τοῖς ὀλίγοις κἀν τοῖς πολλοῖς εὐδοκιμεῖν ἀνάγκη τὰ βελτίω, καὶ τοσούτῳ μᾶλλον ὅσῳ περ ἂν ᾖ τελεώτερα. ἔτι δʼ εἰ τοσοῦτόν ἐστι τὸ κράτος τῶν ἀκριβεστάτων, ὥστε καὶ ἑτέρους εὐδοκιμεῖν, οὗτοί εἰσιν οἱ παρασκευάζοντες ἀφʼ ὧν ἂν κρίνωσι, πῶς οὐ πανταχῆ τὸ ἀκριβὲς ἰσχυρόν; ἢ τί δεῖ τοὺς ἀκριβεστάτους θεραπεύειν ἀφέντα τοὺς πολλοὺς ἀρέσκειν ζητεῖν, οἳ τῶν ἀκριβεστάτων εἰσὶν, οὐχ αὑτῶν; ἐκείνως μὲν γὰρ ὑπʼ ἀμφοτέρων κριθησόμεθα καὶ <pb xml:id="v.2.p.561"/> θαυμασθησόμεθα, οὕτω δὲ ὑπʼ οὐδετέρων σχεδὸν εἴπερ μηδὲν ἰσχυρόν ἐστι τῶν πολλῶν. ἀλλʼ ἐγὼ τί φημί; καὶ τοῖς ἀρίστοις ἕπεσθαι τοὺς πολλοὺς καὶ καθʼ αὑτοὺς εὐθὺς μοίρᾳ τινὶ θείᾳ τὰ κράτιστα θαυμάζειν. καὶ γὰρ ἂν εἴη παγγέλοιον, εἰ διʼ ἑτέρων μὲν ἀκριβῶν ἴσασι τοὺς ἀκριβεῖς, αὐτοὶ δʼ ἀγνοοῦσι, καὶ τοὺς μὲν κρίνοντας αὐτῶν ἀντικρίνουσιν αὐτοὶ βελτίους ἑαυτῶν εἶναι, τοὺς δʼ ἐξ ἀρχῆς τὰ κράτιστα δεικνύντας οὐ θαυμάσονται, οἳ μετὰ τῆς ἐπιστήμης καὶ τὴν δύναμιν τοῦ πείθειν οὖσαν κέκτηνται. οὐδεὶς ὅστις οὐ φήσει ταῦθʼ οὕτως ἔχειν. καίτοι κἂν εἰ μὴ συναμφοτέρους ἄγειν ἐξῆν, τό γε τῶν βελτίστων μέρος αἱρετώτερον οἶμαι τοῖς εἰς βελτίους ἀξιοῦσι τελεῖν· </p></div></div></body></text></TEI>