χαρίεντές γέ εἰσιν οἱ τῶν σφετέρων ἀγαθῶν περὶ τοὺς λόγους, ἵνʼ εὐφήμως ἄρξωμαι, τοὺς ἀκροατὰς αἰτιώμενοι καὶ λέγοντες ὡς ἄρα τούτου χάριν ἐκβαίνουσι τοῦ ῥυθμοῦ καὶ τῆς ὀρθότητος, ἵνʼ ὡς πλείστους ἀρέσαι δυνηθῶσι. καίτοι εἰ μὲν συγγνώμην αἰτοῦντες ταύτῃ τῇ σκήψει